Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17

78
πρὸς ἣν τότε κατεσκήνωσε, καὶ τὸ πολυάν- δριον οὐ πόῤῥω τῶν Μακεδόνων ἐστίν. ἐκ μὲν οὖν τούτων ὡς εἰκὸς Φίλιππος ὑπερη- γάπα τὸν υἱόν, ὥστε καὶ χαίρειν τῶν Μα- κεδόνων Ἀλέξανδρον μὲν βασιλέα, Φίλιπ- πον δὲ στρατηγὸν καλούντων. Αἱ δὲ περὶ τὴν οἰκίαν ταραχαί, διὰ τοὺς γάμους καὶ τοὺς ἔρωτας αὐτοῦ τρόπον τινὰ τῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσού- σης, πολλὰς αἰτίας καὶ μεγάλας διαφορὰς παρεῖχον, ἃς ἡ τῆς Ὀλυμπιάδος χαλε- πότης, δυσζήλου καὶ βαρυθύμου γυναικός, ἔτι μείζονας ἐποίει, παροξυνούσης τὸν Ἀλέξανδρον. ἐκφανεστάτην δ’ Ἄτταλος παρέσχεν ἐν τοῖς Κλεοπάτρας γάμοις, ἣν ὁ Φίλιππος ἠγάγετο παρθένον, ἐρασθεὶς παρ’ ἡλικίαν τῆς κόρης. θεῖος γὰρ ὢν αὐτῆς ὁ Ἄτταλος, ἐν τῷ πότῳ μεθύων πα- ρεκάλει τοὺς Μακεδόνας αἰτεῖσθαι παρὰ θεῶν γνήσιον ἐκ Φιλίππου καὶ Κλεο- πάτρας γενέσθαι διάδοχον τῆς βασιλείας. 20 ΠΛΟΥΤΑΡΧΟΥ ΠΑΡΑΛΛΗΛΑ Η ΒΙΟΙ ΠΑΡΑΛΛΗΛΟΙ ΑΛΕΞΑΝΔΡΟΣ ΚΑΙ ΚΑΙΣΑΡ 1 οὐ κράνος, οὐ σάρισαν, ἀλλὰ φιάλαις καὶ ῥυτοῖς καὶ θηρικλείοις παρὰ τὴν ὁδὸν ἅπα- σαν οἱ στρατιῶται κυαθίζοντες ἐκ πίθων μεγάλων καὶ κρατήρων ἀλλήλοις προέπι- νον, οἱ μὲν ἐν τῷ προάγειν ἅμα καὶ βαδί- ζειν, οἱ δὲ κατακείμενοι. πολλὴ δὲ μοῦσα συρίγγων καὶ αὐλῶν ᾠδῆς τε καὶ ψαλμοῦ καὶ βακχεία γυναικῶν κατεῖχε πάντα τόπον. τῷ δ’ ἀτάκτῳ καὶ πεπλανημένῳ τῆς πορείας παρείπετο {ταῖς φιάλαις} καὶ παι- διὰ βακχικῆς ὕβρεως, ὡς τοῦ θεοῦ πα- ρόντος αὐτοῦ καὶ συμπαραπέμποντος τὸν κῶμον. ἐπεὶ δ’ ἧκε τῆς Γεδρωσίας εἰς τὸ βασίλειον, αὖθις ἀνελάμβανε τὴν στρατιὰν πανηγυρίζων. λέγεται δ’ αὐτὸν μεθύοντα θεωρεῖν ἀγῶνας χορῶν, τὸν δ’ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμη- μένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρ’ αὐτόν· ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν. 152 τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλ’ ἢ τοσοῦτον μόνον· "τίνος χάριν ὁ Ἀλέξανδρος ὁδὸν το- σαύτην δεῦρ’ ἦλθε;" τὸν μέντοι Καλανὸν ἔπεισεν ὁ Ταξίλης ἐλθεῖν πρὸς Ἀλέξαν- δρον· ἐκαλεῖτο δὲ Σφίνης· ἐπεὶ δὲ κατ’ Ἰν- δικὴν γλῶτταν τῷ καλὲ προσαγορεύων ἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνοντας ἠσπάζετο, Καλανὸς ὑπὸ τῶν Ἑλλήνων ὠνομάσθη. τοῦτον δὲ λέγεται καὶ τὸ πα- ράδειγμα τῆς ἀρχῆς τῷ Ἀλεξάνδρῳ προ- θέσθαι· καταβαλὼν γὰρ ἐν μέσῳ βύρσαν τινὰ ξηρὰν καὶ κατεσκληκυῖαν, ἐπάτησε τὸ ἄκρον· ἡ δ’ εἰς ἓν πιεσθεῖσα, τοῖς ἄλλοις ἐπήρθη μέρεσι. καὶ τοῦτο περιϊὼν ἐν κύ- κλῳ καὶ πιέζων καθ’ ἕκαστον ἐδείκνυε γι- γνόμενον, ἄχρι οὗ τὸ μέσον ἐπιστὰς κα- τέσχε, καὶ πάνθ’ οὕτως ἠρέμησεν. ἐβούλε- το δ’ ἡ εἰκὼν ἔνδειξις εἶναι τοῦ τὰ μέσα δεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μα- κρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον. [66] Ἡ δὲ διὰ τῶν ποταμῶν πρὸς τὴν 149

Transcript of Clasicos de bolsillo : Plutarco - Vidas paralelas 17

πρὸς ἣν τότε κατεσκήνωσε, καὶ τὸ πολυάν-δριον οὐ πόῤῥω τῶν Μακεδόνων ἐστίν. ἐκμὲν οὖν τούτων ὡς εἰκὸς Φίλιππος ὑπερη-γάπα τὸν υἱόν, ὥστε καὶ χαίρειν τῶν Μα-κεδόνων Ἀλέξανδρον μὲν βασιλέα, Φίλιπ-πον δὲ στρατηγὸν καλούντων.Αἱ δὲ περὶ τὴν οἰκίαν ταραχαί, διὰ τοὺςγάμους καὶ τοὺς ἔρωτας αὐτοῦ τρόπον τινὰτῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσού-σης, πολλὰς αἰτίας καὶ μεγάλας διαφορὰςπαρεῖχον, ἃς ἡ τῆς Ὀλυμπιάδος χαλε-πότης, δυσζήλου καὶ βαρυθύμου γυναικός,ἔτι μείζονας ἐποίει, παροξυνούσης τὸνἈλέξανδρον. ἐκφανεστάτην δ’ Ἄτταλοςπαρέσχεν ἐν τοῖς Κλεοπάτρας γάμοις, ἣν ὁΦίλιππος ἠγάγετο παρθένον, ἐρασθεὶςπαρ’ ἡλικίαν τῆς κόρης. θεῖος γὰρ ὢναὐτῆς ὁ Ἄτταλος, ἐν τῷ πότῳ μεθύων πα-ρεκάλει τοὺς Μακεδόνας αἰτεῖσθαι παρὰθεῶν γνήσιον ἐκ Φιλίππου καὶ Κλεο-πάτρας γενέσθαι διάδοχον τῆς βασιλείας.

20

ΠΛΟΥΤΑΡΧΟΥ

ΠΑΡΑΛΛΗΛΑ

Η

ΒΙΟΙ ΠΑΡΑΛΛΗΛΟΙ

ΑΛΕΞΑΝΔΡΟΣΚΑΙ

ΚΑΙΣΑΡ

1

οὐ κράνος, οὐ σάρισαν, ἀλλὰ φιάλαις καὶῥυτοῖς καὶ θηρικλείοις παρὰ τὴν ὁδὸν ἅπα-σαν οἱ στρατιῶται κυαθίζοντες ἐκ πίθωνμεγάλων καὶ κρατήρων ἀλλήλοις προέπι-νον, οἱ μὲν ἐν τῷ προάγειν ἅμα καὶ βαδί-ζειν, οἱ δὲ κατακείμενοι. πολλὴ δὲ μοῦσασυρίγγων καὶ αὐλῶν ᾠδῆς τε καὶ ψαλμοῦκαὶ βακχεία γυναικῶν κατεῖχε πάντατόπον. τῷ δ’ ἀτάκτῳ καὶ πεπλανημένῳ τῆςπορείας παρείπετο {ταῖς φιάλαις} καὶ παι-διὰ βακχικῆς ὕβρεως, ὡς τοῦ θεοῦ πα-ρόντος αὐτοῦ καὶ συμπαραπέμποντος τὸνκῶμον. ἐπεὶ δ’ ἧκε τῆς Γεδρωσίας εἰς τὸβασίλειον, αὖθις ἀνελάμβανε τὴν στρατιὰνπανηγυρίζων. λέγεται δ’ αὐτὸν μεθύονταθεωρεῖν ἀγῶνας χορῶν, τὸν δ’ ἐρώμενονΒαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμη-μένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαιπαρ’ αὐτόν· ἰδόντας δὲ τοὺς Μακεδόναςκροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχριοὗ περιβαλὼν κατεφίλησεν.

152

τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλ’ ἢ τοσοῦτονμόνον· "τίνος χάριν ὁ Ἀλέξανδρος ὁδὸν το-σαύτην δεῦρ’ ἦλθε;" τὸν μέντοι Καλανὸνἔπεισεν ὁ Ταξίλης ἐλθεῖν πρὸς Ἀλέξαν-δρον· ἐκαλεῖτο δὲ Σφίνης· ἐπεὶ δὲ κατ’ Ἰν-δικὴν γλῶτταν τῷ καλὲ προσαγορεύωνἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνονταςἠσπάζετο, Καλανὸς ὑπὸ τῶν Ἑλλήνωνὠνομάσθη. τοῦτον δὲ λέγεται καὶ τὸ πα-ράδειγμα τῆς ἀρχῆς τῷ Ἀλεξάνδρῳ προ-θέσθαι· καταβαλὼν γὰρ ἐν μέσῳ βύρσαντινὰ ξηρὰν καὶ κατεσκληκυῖαν, ἐπάτησε τὸἄκρον· ἡ δ’ εἰς ἓν πιεσθεῖσα, τοῖς ἄλλοιςἐπήρθη μέρεσι. καὶ τοῦτο περιϊὼν ἐν κύ-κλῳ καὶ πιέζων καθ’ ἕκαστον ἐδείκνυε γι-γνόμενον, ἄχρι οὗ τὸ μέσον ἐπιστὰς κα-τέσχε, καὶ πάνθ’ οὕτως ἠρέμησεν. ἐβούλε-το δ’ ἡ εἰκὼν ἔνδειξις εἶναι τοῦ τὰ μέσαδεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μα-κρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον.[66] Ἡ δὲ διὰ τῶν ποταμῶν πρὸς τὴν

149

2

αὐτόν, ἀλλοτριότητος ἐγένοντο τεκμήριον.ὁ μέντοι πρὸς φιλοσοφίαν ἐμπεφυκὼς καὶσυντεθραμμένος ἀπ’ ἀρχῆς αὐτῷ ζῆλος καὶπόθος οὐκ ἐξεῤῥύη τῆς ψυχῆς, ὡς ἡ περὶἈνάξαρχόν τε τιμὴ καὶ τὰ πεμφθέντα Ξε-νοκράτει πεντήκοντα τάλαντα καὶ Δάνδα-μις καὶ Καλανὸς οὕτω σπουδασθέντες μαρ-τυροῦσι.[9] Φιλίππου δὲ στρατεύοντος ἐπὶ Βυζαντί-ους, ἦν μὲν ἑκκαιδεκέτης ὁ Ἀλέξανδρος,ἀπολειφθεὶς δὲ κύριος ἐν Μακεδονίᾳ τῶνπραγμάτων καὶ τῆς σφραγῖδος, Μαίδων τετοὺς ἀφεστῶτας κατεστρέψατο, καὶ πόλινἑλὼν αὐτῶν, τοὺς μὲν βαρβάρους ἐξήλασε,συμμείκτους δὲ κατοικίσας, Ἀλεξανδρόπο-λιν προσηγόρευσεν.Ἐν δὲ Χαιρωνείᾳ τῆς πρὸς τοὺς Ἕλληναςμάχης παρὼν μετέσχε, καὶ λέγεται πρῶτοςἐνσεῖσαι τῷ ἱερῷ λόχῳ τῶν Θηβαίων. ἔτιδὲ καὶ καθ’ ἡμᾶς ἐδείκνυτο παλαιὰ παρὰτὸν Κηφισὸν Ἀλεξάνδρου καλουμένη δρῦς,

19

θάλατταν ὑπαγωγὴ μηνῶν ἑπτὰ χρόνονἀνάλωσεν. ἐμβαλὼν δὲ ταῖς ναυσὶν εἰς τὸνὨκεανόν, ἀνέπλευσε πρὸς νῆσον, ἣν Σκιλ-λοῦστιν αὐτὸς ὠνόμασεν, ἕτεροι δὲ Ψιλτο-ῦκιν. ἐνταῦθα δ’ ἀποβὰς ἔθυε τοῖς θεοῖς,καὶ τὴν φύσιν ἐπεῖδε τοῦ πελάγους καὶ τῆςπαραλίας, ὅσον ἐφικτὸν ἦν· εἶτ’ ἐπευξάμε-νος μηδένα μετ’ αὐτὸν ἀνθρώπων ὑπερ-βῆναι τοὺς ὅρους τῆς στρατείας, ἀνέστρε-ψε. καὶ τὰς μὲν ναῦς ἐκέλευσε παραπλεῖν,ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας, ἡγεμόνα μὲνΝέαρχον ἀποδείξας, ἀρχικυβερνήτην δ’Ὀνησίκριτον· αὐτὸς δὲ πεζῇ δι’ Ὠρειτῶνπορευόμενος, εἰς ἐσχάτην ἀπορίαν προή-χθη, καὶ πλῆθος ἀνθρώπων ἀπώλεσε τοσο-ῦτον, ὥστε τῆς μαχίμου δυνάμεως μηδὲ τὸτέταρτον ἐκ τῆς Ἰνδικῆς ἀπαγαγεῖν. καίτοιδώδεκα μὲν μυριάδες ἦσαν οἱ πεζοί, τὸ δ’ἱππικὸν εἰς μυρίους καὶ πεντακισχιλίους.ἀλλὰ καὶ νόσοι χαλεπαὶ καὶ δίαιται πονη-ραὶ καὶ καύματα ξηρὰ καὶ πλείστους ὁ λι-

150

μὸς διέφθειρεν, ἄσπορον χώραν ἐπιόνταςἀνθρώπων κακοβίων, ὀλίγα καὶ ἀγεννῆπρόβατα κεκτημένων, ἃ τοὺς θαλαττίουςἰχθῦς εἰθισμένα προσφέρεσθαι σάρκα μο-χθηρὰν εἶχε καὶ δυσώδη. μόλις οὖν ἐνἡμέραις ἑξήκοντα ταύτην διελθὼν καὶ τῆςΓεδρωσίας ἁψάμενος, εὐθὺς ἐν ἀφθόνοις ἦνπᾶσι, τῶν ἔγγιστα σατραπῶν καὶ βασιλέωνπαρασκευασάντων.[67] Ἀναλαβὼν οὖν ἐνταῦθα τὴν δύναμιν,ἐξώρμησε κώμῳ χρώμενος ἐφ’ ἡμέραςἑπτὰ διὰ τῆς Καρμανίας. αὐτὸν μὲν οὖν ἵπ-ποι σχέδην ἐκόμιζον ὀκτώ, μετὰ τῶν ἑταί-ρων ὑπὲρ θυμέλης ἐν ὑψηλῷ καὶ περιφανεῖπλαισίῳ πεπηγυίας εὐωχούμενον συνεχῶςἡμέρας καὶ νυκτός· ἅμαξαι δὲ παμπληθεῖς,αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαί-οις, αἱ δ’ ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶςσκιαζόμεναι κλάδοις, εἵποντο, τοὺς ἄλλουςἄγουσαι φίλους καὶ ἡγεμόνας, ἐστεφανω-μένους καὶ πίνοντας. εἶδες δ’ ἂν οὐ πέλτην,

151

διαίτας, ὡς ἐκ τῶν ἐπιστολῶν λαβεῖνἔστιν. ἦν δὲ καὶ φύσει φιλόλογος καὶ φιλο-μαθὴς καὶ φιλαναγνώστης, καὶ τὴν μὲνἸλιάδα τῆς πολεμικῆς ἀρετῆς ἐφόδιον καὶνομίζων καὶ ὀνομάζων, ἔλαβε μὲν Ἀριστο-τέλους διορθώσαντος ἣν ἐκ τοῦ νάρθηκοςκαλοῦσιν, εἶχε δ’ ἀεὶ μετὰ τοῦ ἐγχειριδίουκειμένην ὑπὸ τὸ προσκεφάλαιον, ὡς Ὀνη-σίκριτος ἱστόρηκε· τῶν δ’ ἄλλων βιβλίωνοὐκ εὐπορῶν ἐν τοῖς ἄνω τόποις, Ἅρπαλονἐκέλευσε πέμψαι, κἀκεῖνος ἔπεμψεν αὐτῷτάς τε Φιλίστου βίβλους καὶ τῶν Εὐριπί-δου καὶ Σοφοκλέους καὶ Αἰσχύλου τρα-γῳδιῶν συχνάς, καὶ Τελέστου καὶ Φιλο-ξένου διθυράμβους. Ἀριστοτέλην δὲ θαυ-μάζων ἐν ἀρχῇ καὶ ἀγαπῶν οὐχ ἧττον, ὡςαὐτὸς ἔλεγε, τοῦ πατρός, ὡς δι’ ἐκεῖνονμὲν ζῶν, διὰ τοῦτον δὲ καλῶς ζῶν, ὕστε-ρον ὑποπτότερον ἔσχεν, οὐχ ὥστε ποιῆσαίτι κακόν, ἀλλ’ αἱ φιλοφροσύναι τὸ σφοδρὸνἐκεῖνο καὶ στερκτικὸν οὐκ ἔχουσαι πρὸς

18

ΑΛΕΞΑΝΔΡΟΣ

[1] Τὸν Ἀλεξάνδρου τοῦ βασιλέως βίον καὶτὸν Καίσαρος, ὑφ’ οὗ κατελύθη Πομπήϊος,ἐν τούτῳ τῷ βιβλίῳ γράφοντες, διὰ τὸπλῆθος τῶν ὑποκειμένων πράξεων οὐδὲνἄλλο προεροῦμεν ἢ παραιτησόμεθα τοὺςἀναγινώσκοντας, ἐὰν μὴ πάντα μηδὲ καθ’ἕκαστον ἐξειργασμένως τι τῶν περιβοήτωνἀπαγγέλλωμεν, ἀλλ’ ἐπιτέμνοντες τὰ πλε-ῖστα, μὴ συκοφαντεῖν. οὔτε γὰρ ἱστορίαςγράφομεν, ἀλλὰ βίους, οὔτε ταῖς ἐπιφανε-στάταις πράξεσι πάντως ἔνεστι δήλωσιςἀρετῆς ἢ κακίας, ἀλλὰ πρᾶγμα βραχὺ πολ-

3

πρότερος ἀνηγορεύθη· δευτέραν δὲ καὶ κα-ταφανεστέραν, ὅτε τῆς Μαρίου γυναικὸςἸουλίας ἀποθανούσης, ἀδελφιδοῦς ὢναὐτῆς, ἐγκώμιόν τε λαμπρὸν ἐν ἀγορᾷ δι-ῆλθε, καὶ περὶ τὴν ἐκφορὰν ἐτόλμησενεἰκόνας Μαρίων προθέσθαι, τότε πρῶτονὀφθείσας μετὰ τὴν ἐπὶ Σύλλα πολιτείαν,πολεμίων τῶν ἀνδρῶν κριθέντων. ἐπὶ τού-τῳ γὰρ ἐνίων καταβοησάντων τοῦ Καίσα-ρος, ὁ δῆμος ἀντήχησε, λαμπρῷ δεξάμενοςκρότῳ καὶ θαυμάσας ὥσπερ ἐξ Ἅιδου διὰχρόνων πολλῶν ἀνάγοντα τὰς Μαρίου τι-μὰς εἰς τὴν πόλιν. τὸ μὲν οὖν ἐπὶ γυναιξὶπρεσβυτέραις λόγους ἐπιταφίους διεξιέναιπάτριον ἦν Ῥωμαίοις, <ἐπὶ> νέαις δ’ οὐκὂν ἐν ἔθει, πρῶτος εἶπε Καῖσαρ ἐπὶ τῆςἑαυτοῦ γυναικὸς ἀποθανούσης. καὶ τοῦτ’ἤνεγκεν αὐτῷ χάριν τινα καὶ συνεδημα-γώγησε τῷ πάθει τοὺς πολλοὺς ὡς ἥμερονἄνδρα καὶ περίμεστον ἤθους ἀγαπᾶν.θάψας δὲ τὴν γυναῖκα, ταμίας εἰς Ἰβηρίαν

180

θεάτροις καὶ πανηγύρεσιν, ἅτε δὴ τρισχιλί-ων αὐτῷ τεχνιτῶν ἀπὸ τῆς Ἑλλάδος ἀφιγ-μένων. ἔτυχε δὲ περὶ τὰς ἡμέρας ἐκείναςἩφαιστίων πυρέσσων· οἷα δὲ νέος καὶστρατιωτικὸς οὐ φέρων ἀκριβῆ δίαιταν,ἀλλ’ ἅμα τῷ τὸν ἰατρὸν Γλαῦκον ἀπελθεῖνεἰς τὸ θέατρον περὶ ἄριστον γενόμενος καὶκαταφαγὼν ἀλεκτρυόνα ἑφθὸν καὶ ψυ-κτῆρα μέγαν ἐκπιὼν οἴνου, κακῶς ἔσχεκαὶ μικρὸν διαλιπὼν ἀπέθανε. τοῦτ’ οὐδενὶλογισμῷ τὸ πάθος Ἀλέξανδρος ἤνεγκεν,ἀλλ’ εὐθὺς μὲν ἵππους τε κεῖραι πάντας ἐπὶπένθει καὶ ἡμιόνους ἐκέλευσε, καὶ τῶνπέριξ πόλεων ἀφεῖλε τὰς ἐπάλξεις, τὸν δ’ἄθλιον ἰατρὸν ἀνεσταύρωσεν, αὐλοὺς δὲκατέπαυσε καὶ μουσικὴν πᾶσαν ἐν τῷστρατοπέδῳ πολὺν χρόνον, ἕως ἐξ Ἄμμω-νος ἦλθε μαντεία, τιμᾶν Ἡφαιστίωνα καὶθύειν ὡς ἥρωϊ παρακελεύουσα. τοῦ δὲ πέν-θους παρηγορίᾳ τῷ πολέμῳ χρώμενος,ὥσπερ ἐπὶ θήραν καὶ κυνηγέσιον ἀν-

161

λάκις καὶ ῥῆμα καὶ παιδιά τις ἔμφασινἤθους ἐποίησε μᾶλλον ἢ μάχαι μυριόνεκροικαὶ παρατάξεις αἱ μέγισται καὶ πολιορκίαιπόλεων. ὥσπερ οὖν οἱ ζῳγράφοι τὰςὁμοιότητας ἀπὸ τοῦ προσώπου καὶ τῶνπερὶ τὴν ὄψιν εἰδῶν οἷς ἐμφαίνεται τὸ ἦθοςἀναλαμβάνουσιν, ἐλάχιστα τῶν λοιπῶν με-ρῶν φροντίζοντες, οὕτως ἡμῖν δοτέον εἰςτὰ τῆς ψυχῆς σημεῖα μᾶλλον ἐνδύεσθαι,καὶ διὰ τούτων εἰδοποιεῖν τὸν ἑκάστουβίον, ἐάσαντας ἑτέροις τὰ μεγέθη καὶ τοὺςἀγῶνας.[2] Ἀλέξανδρος ὅτι τῷ γένει πρὸς πατρὸςμὲν ἦν Ἡρακλείδης ἀπὸ Καράνου, πρὸς δὲμητρὸς Αἰακίδης ἀπὸ Νεοπτολέμου, τῶνπάνυ πεπιστευμένων ἐστί. λέγεται δὲ Φί-λιππος ἐν Σαμοθρᾴκῃ τῇ Ὀλυμπιάδι συμ-μυηθείς, αὐτός τε μειράκιον ὢν ἔτι κἀκεί-νης παιδὸς ὀρφανῆς γονέων ἐρασθῆναι, καὶτὸν γάμον οὕτως ἁρμόσαι, πείσας τὸνἀδελφὸν αὐτῆς Ἀρύββαν. ἡ μὲν οὖν νύμφη

4

ἐπιστολήν, ἧς ἀντίγραφόν ἐστιν· "Ἀλέξαν-δρος Ἀριστοτέλει εὖ πράττειν. οὐκ ὀρθῶςἐποίησας ἐκδοὺς τοὺς ἀκροατικοὺς τῶνλόγων· τίνι γὰρ δὴ διοίσομεν ἡμεῖς τῶν ἄλ-λων, εἰ καθ’ οὓς ἐπαιδεύθημεν λόγους,οὗτοι πάντων ἔσονται κοινοί; ἐγὼ δὲ βου-λοίμην ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ἢταῖς δυνάμεσι διαφέρειν. ἔῤῥωσο". ταύτηνμὲν οὖν τὴν φιλοτιμίαν αὐτοῦ παραμυθού-μενος Ἀριστοτέλης ἀπολογεῖται περὶ τῶνλόγων ἐκείνων, ὡς καὶ ἐκδεδομένων καὶμὴ ἐκδεδομένων. ἀληθῶς γὰρ ἡ περὶ τὰ φυ-σικὰ πραγματεία, πρὸς διδασκαλίαν καὶμάθησιν οὐδὲν ἔχουσα χρήσιμον, ὑπόδειγ-μα τοῖς πεπαιδευμένοις ἀπ’ ἀρχῆς γέγρα-πται.[8] Δοκεῖ δέ μοι καὶ τὸ φιλιατρεῖν Ἀλεξάν-δρῳ προστρίψασθαι μᾶλλον ἑτέρων Ἀρι-στοτέλης. οὐ γὰρ μόνον τὴν θεωρίανἠγάπησεν, ἀλλὰ καὶ νοσοῦσιν ἐβοήθει τοῖςφίλοις, καὶ συνέταττε θεραπείας τινὰς καὶ

17

θρώπων ἐξῆλθε καὶ τὸ Κοσσαίων ἔθνος κα-τεστρέφετο, πάντας ἡβηδὸν ἀποσφάττων.τοῦτο δ’ Ἡφαιστίωνος ἐναγισμὸς ἐκαλε-ῖτο. τύμβον δὲ καὶ ταφὴν αὐτοῦ καὶ τὸνπερὶ ταῦτα κόσμον ἀπὸ μυρίων ταλάντωνἐπιτελέσαι διανοούμενος, ὑπερβαλέσθαι δὲτῷ φιλοτέχνῳ καὶ περιττῷ τῆς κατασκευ-ῆς τὴν δαπάνην, ἐπόθησε μάλιστα τῶν τε-χνιτῶν Στασικράτην, μεγαλουργίαν τινὰκαὶ τόλμαν καὶ κόμπον ἐν ταῖς καινοτομί-αις ἐπαγγελλόμενον. οὗτος γὰρ αὐτῷπρότερον ἐντυχὼν ἔφη τῶν ὀρῶν μάλιστατὸν Θρᾴκιον Ἄθων διατύπωσιν ἀνδρείκε-λον δέχεσθαι καὶ διαμόρφωσιν· ἂν οὖν κε-λεύῃ, μονιμώτατον ἀγαλμάτων αὐτῷ καὶπεριφανέστατον ἐξεργάσεσθαι τὸν Ἄθων,τῇ μὲν ἀριστερᾷ χειρὶ περιλαμβάνοντα μυ-ρίανδρον πόλιν οἰκουμένην, τῇ δὲ δεξιᾷσπένδοντα ποταμοῦ ῥεῦμα δαψιλὲς εἰς τὴνθάλασσαν ἀποῤῥέοντος. ταῦτα μὲν οὖν πα-ρῃτήσατο, πολλῷ δ’ ἀτοπώτερα καὶ δαπα-

162

νομένης καὶ βαδιζούσης ἄντικρυς ἐπὶ τὴντῶν ὅλων μεταβολήν, ὡς οὐδεμίαν ἀρχὴνπράγματος <οὕτως> ἡγητέον μικράν, ἣνοὐ ταχὺ ποιεῖ μεγάλην τὸ ἐνδελεχές, ἐκτοῦ καταφρονηθῆναι τὸ μὴ κωλυθῆναι λα-βοῦσαν. ὁ γοῦν πρῶτος ὑπιδέσθαι δοκῶναὐτοῦ καὶ φοβηθῆναι τῆς πολιτείας ὥσπερθαλάττης τὰ διαγελῶντα καὶ τὴν ἐν τῷ φι-λανθρώπῳ καὶ ἱλαρῷ κεκρυμμένην δει-νότητα τοῦ ἤθους καταμαθὼν Κικέρωνἔλεγε τοῖς ἄλλοις ἅπασιν ἐπιβουλεύμασιναὐτοῦ καὶ πολιτεύμασι τυραννικὴν ἐνορᾶνδιάνοιαν· „ἀλλ’ ὅταν“ ἔφη „τὴν κόμηνοὕτω διακειμένην περιττῶς ἴδω, κἀκεῖνονἑνὶ δακτύλῳ κνώμενον, οὔ μοι δοκεῖ πάλινοὗτος ἅνθρωπος εἰς νοῦν ἂν ἐμβαλέσθαι τη-λικοῦτον κακόν, ἀναίρεσιν τῆς Ῥωμαίωνπολιτείας“. ταῦτα μὲν οὖν ὕστερον.[5] Τοῦ δὲ δήμου πρώτην μὲν ἀπόδειξιντῆς πρὸς αὐτὸν εὐνοίας ἔλαβεν, ὅτε πρὸςΓάϊον Ποπίλιον ἐρίσας ὑπὲρ χιλιαρχίας

179

μετεπέμψατο τῶν φιλοσόφων τὸν ἐνδο-ξότατον καὶ λογιώτατον Ἀριστοτέλην,καλὰ καὶ πρέποντα διδασκάλια τελέσαςαὐτῷ. τὴν γὰρ Σταγειριτῶν πόλιν, ἐξ ἧς ἦνἈριστοτέλης, ἀνάστατον ὑπ’ αὐτοῦ γεγε-νημένην συνῴκισε πάλιν, καὶ τοὺς διαφυ-γόντας ἢ δουλεύοντας τῶν πολιτῶν ἀποκα-τέστησε. σχολὴν μὲν οὖν αὐτοῖς καὶ διατρι-βὴν τὸ περὶ Μίεζαν Νυμφαῖον ἀπέδειξεν,ὅπου μέχρι νῦν Ἀριστοτέλους ἕδρας τε λι-θίνας καὶ ὑποσκίους περιπάτους δεικνύου-σιν. ἔοικε δ’ Ἀλέξανδρος οὐ μόνον τὸν ἠθι-κὸν καὶ πολιτικὸν παραλαβεῖν λόγον, ἀλλὰκαὶ τῶν ἀποῤῥήτων καὶ βαθυτέρων διδα-σκαλιῶν, ἃς οἱ ἄνδρες ἰδίως ἀκροατικὰςκαὶ ἐποπτικὰς προσαγορεύοντες οὐκἐξέφερον εἰς πολλούς, μετασχεῖν. ἤδη γὰρεἰς Ἀσίαν διαβεβηκώς, καὶ πυθόμενοςλόγους τινὰς ἐν βιβλίοις περὶ τούτων ὑπ’Ἀριστοτέλους ἐκδεδόσθαι, γράφει πρὸςαὐτὸν ὑπὲρ φιλοσοφίας παῤῥησιαζόμενος

16

πρὸ τῆς νυκτός, ᾗ συνείρχθησαν εἰς τὸνθάλαμον, ἔδοξε βροντῆς γενομένης ἐμπεσε-ῖν αὐτῆς τῇ γαστρὶ κεραυνόν, ἐκ δὲ τῆςπληγῆς πολὺ πῦρ ἀναφθέν, εἶτα ῥηγνύμε-νον εἰς φλόγας πάντῃ φερομένας διαλυ-θῆναι. ὁ δὲ Φίλιππος ὑστέρῳ χρόνῳ μετὰτὸν γάμον εἶδεν ὄναρ αὑτὸν ἐπιβάλλοντασφραγῖδα τῇ γαστρὶ τῆς γυναικός· ἡ δὲγλυφὴ τῆς σφραγῖδος ὡς ᾤετο λέοντοςεἶχεν εἰκόνα. τῶν δ’ ἄλλων μάντεων ὑφο-ρωμένων τὴν ὄψιν, ὡς ἀκριβεστέρας φυλα-κῆς δεομένων τῷ Φιλίππῳ τῶν περὶ τὸνγάμον, Ἀρίστανδρος ὁ Τελμησσεὺς κύεινἔφη τὴν ἄνθρωπον· οὐθὲν γὰρ ἀποσφραγί-ζεσθαι τῶν κενῶν· καὶ κύειν παῖδα θυμοει-δῆ καὶ λεοντώδη τὴν φύσιν. ὤφθη δέ ποτεκαὶ δράκων κοιμωμένης τῆς Ὀλυμπιάδοςπαρεκτεταμένος τῷ σώματι, καὶ τοῦτομάλιστα τοῦ Φιλίππου τὸν ἔρωτα καὶ τὰςφιλοφροσύνας ἀμαυρῶσαι λέγουσιν, ὡςμηδὲ φοιτᾶν ἔτι πολλάκις παρ’ αὐτὴν ἀνα-

5

ἀπέφυγε τὴν δίκην, ὁ δὲ Καῖσαρ, ἀμει-βόμενος τὴν Ἑλλάδα τῆς προθυμίας, συνη-γόρευσεν αὐτῇ Πόπλιον Ἀντώνιον διωκού-σῃ δωροδοκίας ἐπὶ Λευκούλλου Μάρκουτοῦ Μακεδονίας στρατηγοῦ. καὶ τοσοῦτονἴσχυσεν, ὥστε τὸν Ἀντώνιον ἐπικαλέσα-σθαι τοὺς δημάρχους, σκηψάμενον οὐκἔχειν τὸ ἴσον ἐν τῇ Ἑλλάδι πρὸς Ἕλληνας.Ἐν δὲ Ῥώμῃ πολλὴ μὲν ἐπὶ τῷ λόγῳ περὶτὰς συνηγορίας αὐτοῦ χάρις ἐξέλαμπε,πολλὴ δὲ τῆς περὶ τὰς δεξιώσεις καὶ ὁμιλί-ας φιλοφροσύνης εὔνοια παρὰ τῶν δημο-τῶν ἀπήντα, θεραπευτικοῦ παρ’ ἡλικίανὄντος. ἦν δέ τις καὶ ἀπὸ δείπνων καὶ τρα-πέζης καὶ ὅλως τῆς περὶ τὴν δίαιταν λα-μπρότητος αὐξανομένη κατὰ μικρὸν αὐτῷδύναμις εἰς τὴν πολιτείαν. ἣν τὸ πρῶτον οἱφθονοῦντες οἰόμενοι ταχὺ τῶν ἀναλω-μάτων ἐπιλιπόντων ἐξίτηλον ἔσεσθαι, πε-ριεώρων ἀνθοῦσαν ἐν τοῖς πολλοῖς· ὀψὲ δ’ᾔσθοντο, μεγάλης καὶ δυσανατρέπτου γε-

178

νηρότερα τούτων σοφιζόμενος τότε καὶσυμμηχανώμενος τοῖς τεχνίταις διέτριβεν.[73] Εἰς δὲ Βαβυλῶνα προάγοντος αὐτοῦ,Νέαρχος (ἀφίκετο γὰρ αὖθις εἰσπλεύσαςεἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης θαλάσ-σης) ἔφη τινὰς ἐντυχεῖν αὐτῷ Χαλδαίους,παραινοῦντας ἀπέχεσθαι Βαβυλῶνος τὸνἈλέξανδρον. ὁ δ’ οὐκ ἐφρόντισεν, ἀλλ’ ἐπο-ρεύετο, καὶ πρὸς τοῖς τείχεσι γενόμενος,ὁρᾷ κόρακας πολλοὺς διαφερομένους καὶτύπτοντας ἀλλήλους, ὧν ἔνιοι κατέπεσονπαρ’ αὐτόν. ἔπειτα μηνύσεως γενομένηςκατ’ Ἀπολλοδώρου τοῦ στρατηγοῦ τῆς Βα-βυλῶνος, ὡς εἴη περὶ αὐτοῦ τεθυμένος,ἐκάλει Πυθαγόραν τὸν μάντιν. οὐκ ἀρνου-μένου δὲ τὴν πρᾶξιν, ἠρώτησε τῶν ἱερῶντὸν τρόπον· φήσαντος δ’ ὅτι τὸ ἧπαρ ἦνἄλοβον, "παπαὶ" εἶπεν, "ἰσχυρὸν τὸ σημε-ῖον". καὶ τὸν Πυθαγόραν οὐδὲν ἠδίκησεν,ἤχθετο δὲ μὴ πεισθεὶς τῷ Νεάρχῳ, καὶ τὰπολλὰ τῆς Βαβυλῶνος ἔξω κατασκηνῶν

163

παυσόμενον, εἴτε δείσαντά τινας μαγείαςἐπ’ αὐτῷ καὶ φάρμακα τῆς γυναικός, εἴτετὴν ὁμιλίαν ὡς κρείττονι συνούσης ἀφο-σιούμενον. ἕτερος δὲ περὶ τούτων ἐστὶλόγος, ὡς πᾶσαι μὲν αἱ τῇδε γυναῖκες ἔνο-χοι τοῖς Ὀρφικοῖς οὖσαι καὶ τοῖς περὶ τὸνΔιόνυσον ὀργιασμοῖς ἐκ τοῦ πάνυ παλαιοῦ,Κλώδωνές τε καὶ Μιμαλλόνες ἐπωνυμίανἔχουσαι, πολλὰ ταῖς Ἠδωνίσι καὶ ταῖςπερὶ τὸν Αἷμον Θρῄσσαις ὅμοια δρῶσιν·ἀφ’ ὧν δοκεῖ καὶ τὸ θρησκεύειν ὄνομα ταῖςκατακόροις γενέσθαι καὶ περιέργοις ἱε-ρουργίαις· ἡ δ’ Ὀλυμπιὰς μᾶλλον ἑτέρωνζηλώσασα τὰς κατοχάς, καὶ τοὺς ἐνθουσια-σμοὺς ἐξάγουσα βαρβαρικώτερον, ὄφειςμεγάλους χειροήθεις ἐφείλκετο τοῖςθιάσοις, οἳ πολλάκις ἐκ τοῦ κιττοῦ καὶ τῶνμυστικῶν λίκνων παραναδυόμενοι καὶ πε-ριελιττόμενοι τοῖς θύρσοις τῶν γυναικῶνκαὶ τοῖς στεφάνοις, ἐξέπληττον τοὺς ἄν-δρας.

6

ἑώρα τὸν ἵππον ἀφεικότα τὴν ἀπειλήν, ὀρ-γῶντα δὲ πρὸς τὸν δρόμον, ἀφεὶς ἐδίωκεν,ἤδη φωνῇ θρασυτέρᾳ καὶ ποδὸς κρούσειχρώμενος. τῶν δὲ περὶ τὸν Φίλιππον ἦνἀγωνία καὶ σιγὴ τὸ πρῶτον· ὡς δὲ κάμψαςὑπέστρεψεν ὀρθῶς σοβαρὸς καὶ γεγηθώς,οἱ μὲν ἄλλοι πάντες ἀνηλάλαξαν, ὁ δὲ πα-τὴρ καὶ δακρῦσαί τι λέγεται πρὸς τὴν χα-ράν, καὶ καταβάντος αὐτοῦ τὴν κεφαλὴνφιλήσας "ὦ παῖ" φάναι, "ζήτει σεαυτῷ βα-σιλείαν ἴσην· Μακεδονία γάρ ς’ οὐ χωρεῖ".[7] Καθορῶν δὲ τὴν φύσιν αὐτοῦ δυσνίκη-τον μὲν οὖσαν, ἐρίσαντος μὴ βιασθῆναι,ῥᾳδίως δ’ ἀγομένην ὑπὸ λόγου πρὸς τὸδέον, αὐτός τε πείθειν ἐπειρᾶτο μᾶλλον ἢπροστάττειν, καὶ τοῖς περὶ μουσικὴν καὶτὰ ἐγκύκλια παιδευταῖς οὐ πάνυ τι πιστεύ-ων τὴν ἐπιστασίαν αὐτοῦ καὶ κατάρτισιν,ὡς μείζονος οὖσαν πραγματείας καὶ κατὰτὸν Σοφοκλέαπολλῶν χαλινῶν ἔργον οἰάκων θ’ ἅμα,

15

καὶ περιπλέων τὸν Εὐφράτην διέτριβεν.ἠνώχλει δ’ αὐτὸν καὶ ἄλλα σημεῖα πολλά.καὶ γὰρ λέοντα τῶν τρεφομένων μέγιστονκαὶ κάλλιστον ἥμερος ὄνος ἐπελθὼν καὶλακτίσας ἀνεῖλεν. ἀποδυσαμένου δ’ αὐτοῦπρὸς ἄλειμμα καὶ σφαῖραν {αὐτοῦ} παίζο-ντος, τῶν νεανίσκων οἱ συσφαιρίζοντες, ὡςἔδει πάλιν λαβεῖν τὰ ἱμάτια, καθορῶσιν ἄν-θρωπον ἐν τῷ θρόνῳ καθεζόμενον σιωπῇ,τὸ διάδημα καὶ τὴν στολὴν τὴν βασιλικὴνπερικείμενον. οὗτος ἀνακρινόμενος ὅστιςεἴη, πολὺν χρόνον ἄναυδος ἦν· μόλις δὲσυμφρονήσας, Διονύσιος μὲν ἔφη καλε-ῖσθαι, Μεσσήνιος δ’ εἶναι τὸ γένος, ἐκ δέτινος αἰτίας καὶ κατηγορίας ἐνταῦθα κομι-σθεὶς ἀπὸ θαλάσσης, πολὺν γεγονέναιχρόνον ἐν δεσμοῖς· ἄρτι δ’ αὐτῷ τὸν Σάρα-πιν ἐπιστάντα τοὺς δεσμοὺς ἀνεῖναι καὶπροαγαγεῖν δεῦρο, καὶ κελεῦσαι λαβόντατὴν στολὴν καὶ τὸ διάδημα καθίσαι καὶσιωπᾶν.

164

πρὸς Ἀπολλώνιον τὸν τοῦ Μόλωνος, οὗκαὶ Κικέρων ἠκρόατο, σοφιστεύοντος ἐπι-φανῶς καὶ τὸν τρόπον ἐπιεικοῦς εἶναι δο-κοῦντος. λέγεται δὲ καὶ φῦναι πρὸς λόγουςπολιτικοὺς ὁ Καῖσαρ ἄριστα καὶ διαπο-νῆσαι φιλοτιμότατα τὴν φύσιν, ὡς τὰ δευ-τερεῖα μὲν ἀδηρίτως ἔχειν, τὸ δὲ πρωτεῖον,ὅπως τῇ δυνάμει καὶ τοῖς ὅπλοις πρῶτοςεἴη μᾶλλον, ἀσχοληθείς ἀφεῖναι, πρὸς ὅπερἡ φύσις ὑφηγεῖτο τῆς ἐν τῷ λέγειν δεινότη-τος, ὑπὸ στρατειῶν καὶ πολιτείας, ᾗ κατε-κτήσατο τὴν ἡγεμονίαν, οὐκ ἐξικόμενος.αὐτὸς δ’ οὖν ὕστερον ἐν τῇ πρὸς Κικέρωναπερὶ Κάτωνος ἀντιγραφῇ παραιτεῖται, μὴστρατιωτικοῦ λόγον ἀνδρὸς ἀντεξετάζεινπρὸς δεινότητα ῥήτορος εὐφυοῦς καὶ σχο-λὴν ἐπὶ τοῦτο πολλὴν ἄγοντος.[4] Ἐπανελθὼν δ’ ἀπὸ τῆς Ἑλλάδος εἰςῬώμην, Δολοβέλλαν ἔκρινε κακώσεωςἐπαρχίας, καὶ πολλαὶ τῶν πόλεων μαρτυρί-ας αὐτῷ παρέσχον. ὁ μὲν οὖν Δολοβέλλας

177

πρῶτον ὁ Φίλιππος ἐσιώπησε· πολλάκις δ’αὐτοῦ παραφθεγγομένου καὶ περιπαθο-ῦντος, "ἐπιτιμᾷς σὺ" ἔφη "πρεσβυτέροις ὥςτι πλέον αὐτὸς εἰδὼς ἢ μᾶλλον ἵππῳ χρή-σασθαι δυνάμενος;" "τούτῳ γοῦν" ἔφη"χρησαίμην ἂν ἑτέρου βέλτιον". "ἂν δὲ μὴχρήσῃ, τίνα δίκην τῆς προπετείαςὑφέξεις;" "ἐγὼ νὴ Δί’" εἶπεν "ἀποτείσω τοῦἵππου τὴν τιμήν". γενομένου δὲ γέλωτος,εἶθ’ ὁρισμοῦ πρὸς ἀλλήλους εἰς τὸ ἀργύ-ριον, εὐθὺς προσδραμὼν τῷ ἵππῳ καὶ πα-ραλαβὼν τὴν ἡνίαν, ἐπέστρεψε πρὸς τὸνἥλιον, ὡς ἔοικεν ἐννοήσας ὅτι τὴν σκιὰνπροπίπτουσαν καὶ σαλευομένην ὁρῶν πρὸαὑτοῦ διαταράττοιτο. μικρὰ δ’ αὐτῷ παρα-καλπάσας καὶ καταψήσας, ὡς ἑώρα πλη-ρούμενον θυμοῦ καὶ πνεύματος, ἀποῤῥίψαςἡσυχῇ τὴν χλαμύδα καὶ μετεωρίσας αὑτόν,ἀσφαλῶς περιέβη. καὶ μικρὰ μὲν περιλα-βὼν ταῖς ἡνίαις τὸν χαλινόν, ἄνευ πληγῆςκαὶ σπαραγμοῦ προσανέστειλεν· ὡς δ’

14

[3] Οὐ μὴν ἀλλὰ Φιλίππῳ μὲν μετὰ τὸφάσμα πέμψαντι Χαίρωνα τὸν Μεγαλοπο-λίτην εἰς Δελφοὺς χρησμὸν κομισθῆναιλέγουσι παρὰ τοῦ θεοῦ, κελεύοντος Ἄμμω-νι θύειν καὶ σέβεσθαι μάλιστα τοῦτον τὸνθεόν· ἀποβαλεῖν δὲ τῶν ὄψεων αὐτὸν τὴνἑτέραν, ἣν τῷ τῆς θύρας ἁρμῷ προσβαλών,κατώπτευσεν ἐν μορφῇ δράκοντος συνευνα-ζόμενον τῇ γυναικὶ τὸν θεόν. ἡ δ’ Ὀλυ-μπιάς, ὡς Ἐρατοσθένης φησί , προπέμπου-σα τὸν Ἀλέξανδρον ἐπὶ τὴν στρατείαν, καὶφράσασα μόνῳ τὸ περὶ τὴν τέκνωσινἀπόῤῥητον, ἐκέλευεν ἄξια φρονεῖν τῆς γε-νέσεως· ἕτεροι δέ φασιν αὐτὴν ἀφοσιο-ῦσθαι καὶ λέγειν· "οὐ παύσεταί με διαβάλ-λων Ἀλέξανδρος πρὸς τὴν Ἥραν;"Ἐγεννήθη δ’ οὖν Ἀλέξανδρος ἱσταμένουμηνὸς Ἑκατομβαιῶνος, ὃν ΜακεδόνεςΛῷον καλοῦσιν, ἕκτῃ, καθ’ ἣν ἡμέραν ὁτῆς Ἐφεσίας Ἀρτέμιδος ἐνεπρήσθη νεώς·ᾧ γ’ Ἡγησίας ὁ Μάγνης ἐπιπεφώνηκεν

7

ντες. ὡς δ’ ἧκον ἐκ Μιλήτου τὰ λύτρα καὶδοὺς ἀφείθη, πλοῖα πληρώσας εὐθὺς ἐκ τοῦΜιλησίων λιμένος ἐπὶ τοὺς λῃστὰς ἀνήγε-το, καὶ καταλαβὼν ἔτι πρὸς τῇ νήσῳ ναυ-λοχοῦντας, ἐκράτησε τῶν πλείστων. καὶ τὰμὲν χρήματα λείαν ἐποιήσατο, τοὺς δ’ ἄν-δρας ἐν Περγάμῳ καταθέμενος εἰς τὸ δε-σμωτήριον, αὐτὸς ἐπορεύθη πρὸς τὸνδιέποντα τὴν Ἀσίαν Ἴουγκον, ὡς ἐκείνῳπροσῆκον ὄντι στρατηγῷ κολάσαι τοὺς ἑα-λωκότας. ἐκείνου δὲ καὶ τοῖς χρήμασινἐποφθαλμιῶντος (ἦν γὰρ οὐκ ὀλίγα), καὶπερὶ τῶν αἰχμαλώτων σκέψεσθαι φάσκο-ντος ἐπὶ σχολῆς, χαίρειν ἐάσας αὐτὸν ὁΚαῖσαρ εἰς Πέργαμον ᾤχετο, καὶ προαγα-γὼν τοὺς λῃστὰς ἅπαντας ἀνεσταύρωσεν,ὥσπερ αὐτοῖς δοκῶν παίζειν ἐν τῇ νήσῳπροειρήκει πολλάκις.[3] Ἐκ δὲ τούτου τῆς Σύλλα δυνάμεως ἤδημαραινομένης καὶ τῶν οἴκοι καλούντωναὐτόν, ἔπλευσεν εἰς Ῥόδον ἐπὶ σχολὴν

176

[74] Ταῦτ’ ἀκούσας ὁ Ἀλέξανδρος, τὸν μὲνἄνθρωπον, ὥσπερ ἐκέλευον οἱ μάντεις,ἠφάνισεν· αὐτὸς δ’ ἠθύμει καὶ δύσελπις ἦνπρὸς τὸ θεῖον ἤδη καὶ πρὸς τοὺς φίλουςὕποπτος.Μάλιστα δ’ Ἀντίπατρον ἐφοβεῖτο καὶ τοὺςπαῖδας, ὧν Ἰόλας μὲν ἀρχιοινοχόος ἦν, ὁδὲ Κάσανδρος ἀφῖκτο μὲν νεωστί, θεα-σάμενος δὲ βαρβάρους τινὰς προσκυνο-ῦντας, ἅτε δὴ τεθραμμένος Ἑλληνικῶς καὶτοιοῦτο πρότερον μηδὲν ἑωρακώς, ἐγέλασεπροπετέστερον. ὁ δ’ Ἀλέξανδρος ὠργίσθη,καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδραταῖς χερσὶν ἀμφοτέραις, ἔπαισε τὴν κεφα-λὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ πρὸς τοὺςκατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βου-λόμενον τὸν Κάσανδρον ἐκκρούων, "τίλέγεις;" ἔφη· "τοσαύτην ὁδὸν ἀνθρώπουςμηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦνταςἐλθεῖν;" φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτ’αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι

165

ἐπιφώνημα κατασβέσαι τὴν πυρκαϊὰν ἐκεί-νην ὑπὸ ψυχρίας δυνάμενον· εἰκότως γὰρἔφη καταφλεχθῆναι τὸν νεών, τῆς Ἀρτέμι-δος ἀσχολουμένης περὶ τὴν Ἀλεξάνδρουμαίωσιν. ὅσοι δὲ τῶν μάγων ἐν Ἐφέσῳδιατρίβοντες ἔτυχον, τὸ περὶ τὸν νεὼνπάθος ἡγούμενοι πάθους ἑτέρου σημεῖονεἶναι, διέθεον, τὰ πρόσωπα τυπτόμενοι καὶβοῶντες ἄτην ἅμα καὶ συμφορὰν μεγάληντῇ Ἀσίᾳ τὴν ἡμέραν ἐκείνην τετοκέναι. Φι-λίππῳ δ’ ἄρτι Ποτείδαιαν ᾑρηκότι τρεῖςἧκον ἀγγελίαι κατὰ τὸν αὐτὸν χρόνον, ἡμὲν Ἰλλυριοὺς ἡττῆσθαι μάχῃ μεγάλῃ διὰΠαρμενίωνος, ἡ δ’ Ὀλυμπίασιν ἵππῳκέλητι νενικηκέναι, τρίτη δὲ περὶ τῆς Ἀλε-ξάνδρου γενέσεως. ἐφ’ οἷς ἡδόμενον ὡςεἰκὸς ἔτι μᾶλλον οἱ μάντεις ἐπῆραν, ἀπο-φαινόμενοι τὸν παῖδα τρισὶ νίκαις συγγε-γεννημένον ἀνίκητον ἔσεσθαι.[4] Τὴν μὲν οὖν ἰδέαν τοῦ σώματος οἱ Λυ-σίππειοι μάλιστα τῶν ἀνδριάντων ἐμφαί-

8

οἰκειότητα τροφεὺς Ἀλεξάνδρου καὶ καθη-γητὴς καλούμενος. ὁ δὲ τὸ σχῆμα τοῦ παι-δαγωγοῦ καὶ τὴν προσηγορίαν ὑποποιού-μενος ἦν Λυσίμαχος, τὸ γένος Ἀκαρνάν,ἄλλο μὲν οὐδὲν ἔχων ἀστεῖον, ὅτι δ’ ἑαυτὸνμὲν ὠνόμαζε Φοίνικα, τὸν δ’ ἈλέξανδρονἈχιλλέα, Πηλέα δὲ τὸν Φίλιππον, ἠγα-πᾶτο καὶ δευτέραν εἶχε χώραν.[6] Ἐπεὶ δὲ Φιλονίκου τοῦ Θεσσαλοῦ τὸνΒουκεφάλαν ἀγαγόντος ὤνιον τῷ Φιλίππῳτρισκαίδεκα ταλάντων, κατέβησαν εἰς τὸπεδίον δοκιμάσοντες τὸν ἵππον, ἐδόκει τεχαλεπὸς εἶναι καὶ κομιδῇ δύσχρηστος, οὔτ’ἀναβάτην προσιέμενος οὔτε φωνὴν ὑπο-μένων τινὸς τῶν περὶ τὸν Φίλιππον, ἀλλ’ἁπάντων κατεξανιστάμενος, δυσχεραίνο-ντος δὲ τοῦ Φιλίππου καὶ κελεύοντοςἀπάγειν ὡς παντάπασιν ἄγριον καὶ ἀκόλα-στον, παρὼν ὁ Ἀλέξανδρος εἶπεν· "οἷον ἵπ-πον ἀπολλύουσι, δι’ ἀπειρίαν καὶ μαλακίανχρήσασθαι μὴ δυνάμενοι," τὸ μὲν οὖν

13

μακρὰν ἥκουσι τῶν ἐλέγχων, ἀναγελάσαςὁ Ἀλέξανδρος "ταῦτ’ ἐκεῖνα" ἔφη "σοφί-σματα τῶν Ἀριστοτέλους εἰς ἑκάτερον τὸνλόγον, οἰμωξομένων, ἂν καὶ μικρὸν ἀδικο-ῦντες τοὺς ἀνθρώπους φανῆτε". τὸ δ’ ὅλονοὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ δευσοποιὸνἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸδέος, ὥσθ’ ὕστερον χρόνοις πολλοῖς, ἤδηΜακεδόνων βασιλεύοντα καὶ κρατοῦντατῆς Ἑλλάδος, ἐν Δελφοῖς περιπατοῦντακαὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνοςἈλεξάνδρου φανείσης ἄφνω πληγένταφρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα, καὶμόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸςτὴν ὄψιν.[75] Ὁ δ’ οὖν Ἀλέξανδρος ὡς ἐνέδωκετότε πρὸς τὰ θεῖα, ταραχώδης γενόμενοςκαὶ περίφοβος τὴν διάνοιαν, οὐδὲν ἦν μι-κρὸν οὕτως τῶν ἀήθων καὶ ἀτόπων, ὃ μὴτέρας ἐποιεῖτο καὶ σημεῖον, ἀλλὰ θυο-μένων καὶ καθαιρόντων καὶ μαντευόντων

166

θάλατταν.[2] Πρῶτον μὲν οὖν αἰτηθεὶς ὑπ’ αὐτῶν λύ-τρα εἴκοσι τάλαντα, κατεγέλασεν ὡς οὐκεἰδότων ὃν ᾑρήκοιεν, αὐτὸς δ’ ὡμολόγησεπεντήκοντα δώσειν· ἔπειτα τῶν περὶ αὐτὸνἄλλον εἰς ἄλλην διαπέμψας πόλιν ἐπὶ τὸντῶν χρημάτων πορισμόν, ἐν ἀνθρώποις φο-νικωτάτοις Κίλιξι μεθ’ ἑνὸς φίλου καὶ δυο-ῖν ἀκολούθοιν ἀπολελειμμένος, οὕτω κατα-φρονητικῶς εἶχεν, ὥστε πέμπων ὁσάκιςἀναπαύοιτο προσέταττεν αὐτοῖς σιωπᾶν.ἡμέραις δὲ τεσσαράκοντα δυεῖν δεούσαις,ὥσπερ οὐ φρουρούμενος ἀλλὰ δορυφορού-μενος ὑπ’ αὐτῶν, ἐπὶ πολλῆς ἀδείας συ-νέπαιζε καὶ συνεγυμνάζετο, καὶ ποιήματαγράφων καὶ λόγους τινὰς ἀκροαταῖς ἐκεί-νοις ἐχρῆτο, καὶ τοὺς μὴ θαυμάζονταςἄντικρυς ἀπαιδεύτους καὶ βαρβάρους ἀπε-κάλει, καὶ σὺν γέλωτι πολλάκις ἠπείλησεκρεμᾶν αὐτούς· οἱ δ’ ἔχαιρον, ἀφελείᾳ τινὶκαὶ παιδιᾷ τὴν παῤῥησίαν ταύτην νέμο-

175

βόητον νενικηκώς, οὐ πάνυ φαιδρὸς ἦνἀκούων, ἀλλὰ πρὸς τοὺς ἡλικιώτας ἔλεγεν·"ὦ παῖδες, πάντα προλήψεται ὁ πατήρ,ἐμοὶ δ’ οὐδὲν ἀπολείψει μεθ’ ὑμῶν ἔργονἀποδείξασθαι μέγα καὶ λαμπρόν". οὐ γὰρἡδονὴν ζηλῶν οὐδὲ πλοῦτον, ἀλλ’ ἀρετὴνκαὶ δόξαν, ἐνόμιζεν, ὅσῳ πλείονα λήψεταιπαρὰ τοῦ πατρός, ἐλάττονα κατορθώσεινδι’ αὑτοῦ. διὸ τοῖς πράγμασιν αὐξομένοιςκαταναλίσκεσθαι τὰς πράξεις εἰς ἐκεῖνονἡγούμενος, ἐβούλετο μὴ χρήματα μηδὲτρυφὰς καὶ ἀπολαύσεις, ἀλλ’ ἀγῶνας καὶπολέμους καὶ φιλοτιμίας ἔχουσαν ἀρχὴνπαραλαβεῖν.Πολλοὶ μὲν οὖν περὶ τὴν ἐπι-μέλειαν ὡς εἰκὸς ἦσαν αὐτοῦ τροφεῖς καὶπαιδαγωγοὶ καὶ διδάσκαλοι λεγόμενοι,πᾶσι δ’ ἐφειστήκει Λεωνίδας, ἀνὴρ τό τ’ἦθος αὐστηρὸς καὶ συγγενὴς Ὀλυμπιάδος,αὐτὸς μὲν οὐ φεύγων τὸ τῆς παιδαγωγίαςὄνομα, καλὸν ἔργον ἐχούσης καὶ λαμπρόν,ὑπὸ δὲ τῶν ἄλλων διὰ τὸ ἀξίωμα καὶ τὴν

12

νουσιν, ὑφ’ οὗ μόνου καὶ αὐτὸς ἠξίου πλάτ-τεσθαι. καὶ γὰρ ὃ μάλιστα πολλοὶ τῶν δια-δόχων ὕστερον καὶ τῶν φίλων ἀπεμιμο-ῦντο, τήν τ’ ἀνάτασιν τοῦ αὐχένος εἰςεὐώνυμον ἡσυχῇ κεκλιμένου καὶ τὴνὑγρότητα τῶν ὀμμάτων, διατετήρηκενἀκριβῶς ὁ τεχνίτης. Ἀπελλῆς δὲ γράφωναὐτὸν κεραυνοφόρον, οὐκ ἐμιμήσατο τὴνχρόαν, ἀλλὰ φαιότερον καὶ πεπινωμένονἐποίησεν. ἦν δὲ λευκός, ὥς φασιν· ἡ δὲ λευ-κότης ἐπεφοίνισσεν αὐτοῦ περὶ τὸ στῆθοςμάλιστα καὶ τὸ πρόσωπον. ὅτι δὲ τοῦ χρω-τὸς ἥδιστον ἀπέπνει καὶ τὸ στόμα κατεῖχενεὐωδία καὶ τὴν σάρκα πᾶσαν, ὥστε πληρο-ῦσθαι τοὺς χιτωνίσκους, ἀνέγνωμεν ἐνὑπομνήμασιν Ἀριστοξενείοις· αἰτία δ’ ἴσωςἡ τοῦ σώματος κρᾶσις, πολύθερμος οὖσακαὶ πυρώδης· ἡ γὰρ εὐωδία γίνεται πέψειτῶν ὑγρῶν ὑπὸ θερμότητος, ὡς οἴεται Θε-όφραστος. ὅθεν οἱ ξηροὶ καὶ διάπυροι τόποιτῆς οἰκουμένης τὰ πλεῖστα καὶ κάλλιστα

9

ὤν, ταύτης μὲν ἐκπεσεῖν αὐτὸν ὑπεναντιω-θεὶς Σύλλας παρεσκεύασε· περὶ δ’ ἀναι-ρέσεως βουλευόμενος, ἐνίων λεγόντων ὡςοὐκ ἔχοι λόγον ἀποκτιννύναι παῖδα τηλικο-ῦτον, οὐκ ἔφη νοῦν ἔχειν αὐτούς, εἰ μὴ πολ-λοὺς ἐν τῷ παιδὶ τούτῳ Μαρίους ἐνορῶσι.ταύτης τῆς φωνῆς ἀνενεχθείσης πρὸς Καί-σαρα, συχνὸν μέν τινα χρόνον πλανώμενοςἐν Σαβίνοις ἔκλεπτεν ἑαυτόν· ἔπειτα δι’ἀῤῥωστίαν εἰς οἰκίαν ἑτέραν μετακομι-ζόμενος κατὰ νύκτα, περιπίπτει στρα-τιώταις τοῦ Σύλλα διερευνωμένοις ἐκεῖνατὰ χωρία καὶ τοὺς κεκρυμμένους συλλαμ-βάνουσιν. ὧν τὸν ἡγεμόνα Κορνήλιον πεί-σας δυσὶ ταλάντοις, ἀφείθη, καὶ καταβὰςεὐθὺς ἐπὶ θάλατταν ἐξέπλευσεν εἰς Βιθυνί-αν πρὸς Νικομήδην τὸν βασιλέα. παρ’ ᾧδιατρίψας χρόνον οὐ πολύν, εἶτ’ ἀποπλέων,ἁλίσκεται περὶ τὴν Φαρμακοῦσσαν νῆσονὑπὸ πειρατῶν, ἤδη τότε στόλοις μεγάλοιςκαὶ σκάφεσιν ἀπλέτοις κατεχόντων τὴν

174

μεστὸν ἦν τὸ βασίλειον καὶ ἀναπληρού-ντων ἀβελτερίας καὶ φόβου τὸν Ἀλέξαν-δρον. οὕτως ἄρα δεινὸν μὲν ἡ ἀπιστία πρὸςτὰ θεῖα καὶ περιφρόνησις αὐτῶν, δεινὴ δ’αὖθις ἡ δεισιδαιμονία, δίκην ὕδατος ἀεὶπρὸς τὸ ταπεινούμενον {καὶ ἀναπληροῦνἀβελτερίας καὶ φόβου τὸν Ἀλέξανδρον} γε-νόμενον.Οὐ μὴν ἀλλὰ καὶ χρησμῶν γε τῶν περὶἩφαιστίωνος ἐκ θεοῦ κομισθέντων, ἀπο-θέμενος τὸ πένθος αὖθις ἦν ἐν θυσίαις καὶπότοις. ἑστιάσας δὲ λαμπρῶς τοὺς περὶΝέαρχον, εἶτα λουσάμενος ὥσπερ εἰώθειμέλλων καθεύδειν, Μηδίου δεηθέντος ᾤχε-το κωμασόμενος πρὸς αὐτόν· κἀκεῖ πιὼνὅλην τὴν νύκτα καὶ τὴν ἐπιοῦσαν ἡμέραν,ἤρξατο πυρέττειν, οὔτε σκύφον Ἡρα-κλέους ἐκπιὼν οὔτ’ ἄφνω διαλγὴς γενόμε-νος τὸ μετάφρενον ὥσπερ λόγχῃ πεπλη-γώς, ἀλλὰ ταῦτά τινες ᾤοντο δεῖν γράφειν,ὥσπερ δράματος μεγάλου τραγικὸν

167

τῶν ἀρωμάτων φέρουσιν· ἐξαιρεῖ γὰρ ὁἥλιος τὸ ὑγρόν, ὥσπερ ὕλην σηπεδόνος ἐπι-πολάζον τοῖς σώμασιν. Ἀλέξανδρον δ’ ἡθερμότης τοῦ σώματος ὡς ἔοικε καὶ ποτι-κὸν καὶ θυμοειδῆ παρεῖχεν.Ἔτι δ’ ὄντος αὐτοῦ παιδὸς ἥ τε σωφροσύ-νη διεφαίνετο τῷ πρὸς τἆλλα ῥαγδαῖονὄντα καὶ φερόμενον σφοδρῶς ἐν ταῖς ἡδο-ναῖς ταῖς περὶ τὸ σῶμα δυσκίνητον εἶναικαὶ μετὰ πολλῆς πρᾳότητος ἅπτεσθαι τῶντοιούτων, ἥ τε φιλοτιμία παρ’ ἡλικίαν ἐμ-βριθὲς εἶχε τὸ φρόνημα καὶ μεγαλόψυχον.οὔτε γὰρ ἀπὸ παντὸς οὔτε πᾶσαν ἠγάπαδόξαν, ὡς Φίλιππος λόγου τε δεινότητι σο-φιστικῶς καλλωπιζόμενος, καὶ τὰς ἐνὈλυμπίᾳ νίκας τῶν ἁρμάτων ἐγχαράττωντοῖς νομίσμασιν, ἀλλὰ καὶ τῶν περὶ αὐτὸνἀποπειρωμένων, εἰ βούλοιτ’ ἂν Ὀλυμπία-σιν ἀγωνίσασθαι στάδιον, ἦν γὰρ ποδώκης,"εἴ γε" ἔφη "βασιλεῖς ἔμελλον ἕξειν ἀντα-γωνιστάς". φαίνεται δὲ καὶ καθόλου πρὸς

10

τὸ τῶν ἀθλητῶν γένος ἀλλοτρίως ἔχων·πλείστους γέ τοι θεὶς ἀγῶνας οὐ μόνοντραγῳδῶν καὶ αὐλητῶν καὶ κιθαρῳδῶν,ἀλλὰ καὶ ῥαψῳδῶν θήρας τε παντοδαπῆςκαὶ ῥαβδομαχίας, οὔτε πυγμῆς οὔτε πα-γκρατίου μετά τινος σπουδῆς ἔθηκενἆθλον.[5] Τοὺς δὲ παρὰ τοῦ Περσῶν βασιλέωςπρέσβεις ἥκοντας ἀποδημοῦντος Φιλίππουξενίζων καὶ γενόμενος συνήθης, οὕτωςἐχειρώσατο τῇ φιλοφροσύνῃ καὶ τῷ μηδὲνἐρώτημα παιδικὸν ἐρωτῆσαι μηδὲ μικρόν,ἀλλ’ ὁδῶν τε μήκη καὶ πορείας τῆς ἄνωτρόπον ἐκπυνθάνεσθαι, καὶ περὶ αὐτοῦ βα-σιλέως ὁποῖος εἴη πρὸς τοὺς πολέμους, καὶτίς ἡ Περσῶν ἀλκὴ καὶ δύναμις, ὥστε θαυ-μάζειν ἐκείνους καὶ τὴν λεγομένην Φιλίπ-που δεινότητα μηδὲν ἡγεῖσθαι πρὸς τὴντοῦ παιδὸς ὁρμὴν καὶ μεγαλοπραγμοσύ-νην. ὁσάκις γοῦν ἀπαγγελθείη Φίλιππος ἢπόλιν ἔνδοξον ᾑρηκὼς ἢ μάχην τινὰ περι-

11

ἐξόδιον καὶ περιπαθὲς πλάσαντες. Ἀρι-στόβουλος δέ φησιν αὐτὸν πυρέττοντα νεα-νικῶς, διψήσαντα δὲ σφόδρα, πιεῖν οἶνον·ἐκ τούτου δὲ φρενιτιᾶσαι καὶ τελευτῆσαιτριακάδι Δαισίου μηνός.[76] Ἐν δὲ ταῖς ἐφημερίσιν οὕτως γέγρα-πται τὰ περὶ τὴν νόσον. ὀγδόῃ ἐπὶ δεκάτῃΔαισίου μηνὸς ἐκάθευδεν ἐν τῷ λουτρῶνιδιὰ τὸ πυρέξαι. τῇ δ’ ἑξῆς λουσάμενος εἰςτὸν θάλαμον μετῆλθε, καὶ διημέρευε πρὸςΜήδιον κυβεύων. εἶτ’ ὀψὲ λουσάμενος, καὶτὰ ἱερὰ τοῖς θεοῖς ἐπιθείς, ἐμφαγὼν διὰ νυ-κτὸς ἐπύρεξε. τῇ εἰκάδι λουσάμενος πάλινἔθυσε τὴν εἰθισμένην θυσίαν, καὶ κατακεί-μενος ἐν τῷ λουτρῶνι τοῖς περὶ Νέαρχονἐσχόλαζεν, ἀκροώμενος τὰ περὶ τὸν πλοῦνκαὶ τὴν μεγάλην θάλατταν. τῇ δεκάτῃ φθί-νοντος ταὐτὰ ποιήσας, μᾶλλον ἀνεφλέχθη,καὶ τὴν νύκτα βαρέως ἔσχε, καὶ τὴν ἐπιο-ῦσαν ἡμέραν ἐπύρεττε σφόδρα. καὶ μεταρ-θεὶς κατέκειτο παρὰ τὴν μεγάλην κολυμ-

168

ΚΑΙΣΑΡ

[1] Τὴν Κίννα τοῦ μοναρχήσαντος θυγα-τέρα Κορνηλίαν ὡς ἐπεκράτησε Σύλλαςοὔτ’ ἐλπίσιν οὔτε φόβῳ δυνηθεὶς ἀπο-σπάσαι Καίσαρος, ἐδήμευσε τὴν φερνὴναὐτῆς. αἰτία δὲ Καίσαρι τῆς πρὸς Σύλλανἀπεχθείας ἡ πρὸς Μάριον οἰκειότης ἦν·Ἰουλίᾳ γὰρ πατρὸς ἀδελφῇ Καίσαρος ὁπρεσβύτερος συνῴκει Μάριος, ἐξ ἧς ἐγε-γόνει Μάριος ὁ νεώτερος, ἀνεψιὸς ὢν Καί-σαρος. ὡς δ’ ὑπὸ πλήθους φόνων ἐν ἀρχῇκαὶ δι’ ἀσχολίας ὑπὸ Σύλλα παρορώμενοςοὐκ ἠγάπησεν, ἀλλὰ μετιὼν ἱερωσύνην εἰςτὸν δῆμον προῆλθεν οὔπω πάνυ μειράκιον

173

αὐτὸς δ’ Ἀλέξανδρος ἐν ταῖς ἐπιστολαῖςοὐδὲν τοιοῦτον τερατευσάμενος, ὁδοποι-ῆσαί φησι τὴν λεγομένην Κλίμακα καὶδιελθεῖν ὁρμήσας ἐκ Φασηλίδος. διὸ καὶπλείονας ἡμέρας ἐν τῇ πόλει διέτριψεν· ἐναἷς καὶ Θεοδέκτου τεθνηκότος (ἦν δὲ Φα-σηλίτης) ἰδὼν εἰκόνα {ἀνα}κειμένην ἐν ἀγο-ρᾷ, μετὰ δεῖπνον ἐπεκώμασε μεθύων καὶτῶν στεφάνων ἐπέῤῥιψε πολλούς, οὐκ ἄχα-ριν ἀποδιδοὺς ἐν παιδιᾷ τιμὴν τῇ γενομένῃδι’ Ἀριστοτέλην καὶ φιλοσοφίαν ὁμιλίᾳπρὸς τὸν ἄνδρα.[18] Μετὰ ταῦτα Πισιδῶν τε τοὺς ἀντι-στάντας ᾕρει καὶ Φρυγίαν ἐχειροῦτο· καὶΓόρδιον πόλιν, ἑστίαν Μίδου τοῦ παλαιοῦγενέσθαι λεγομένην, παραλαβών, τὴν θρυ-λουμένην ἅμαξαν εἶδε, φλοιῷ κρανείας ἐν-δεδεμένην, καὶ λόγον ἐπ’ αὐτῇ πιστευόμε-νον ὑπὸ τῶν βαρβάρων ἤκουσεν, ὡς τῷ λύ-σαντι τὸν δεσμὸν εἵμαρται βασιλεῖ γε-νέσθαι τῆς οἰκουμένης. οἱ μὲν οὖν πολλοί

40

ἐπὶ τούτῳ παροξυνθεὶς ὁ Ἀλέξανδρος καὶεἰπών· "ἡμεῖς δέ σοι κακὴ κεφαλὴ νόθοιδοκοῦμεν;" ἔβαλε σκύφον ἐπ’ αὐτόν. ὁ δὲΦίλιππος ἐπ’ ἐκεῖνον ἐξανέστη σπασάμε-νος τὸ ξίφος, εὐτυχίᾳ δ’ ἑκατέρου διὰ τὸνθυμὸν καὶ τὸν οἶνον ἔπεσε σφαλείς. ὁ δ’Ἀλέξανδρος ἐφυβρίζων "οὗτος μέντοι"εἶπεν "ἄνδρες εἰς Ἀσίαν ἐξ Εὐρώπης παρε-σκευάζετο διαβαίνειν, ὃς ἐπὶ κλίνην ἀπὸκλίνης διαβαίνων ἀνατέτραπται". μετὰταύτην τὴν παροινίαν ἀναλαβὼν τὴν Ὀλυ-μπιάδα καὶ καταστήσας εἰς Ἤπειρον,αὐτὸς ἐν Ἰλλυριοῖς διέτριβεν. ἐν τούτῳ δὲΔημάρατος ὁ Κορίνθιος, ξένος ὢν τῆς οἰκί-ας καὶ παῤῥησίας μετέχων, ἀφίκετο πρὸςΦίλιππον. μετὰ δὲ τὰς πρώτας δεξιώσειςκαὶ φιλοφροσύνας ἐπερωτῶντος τοῦ Φιλίπ-που, πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλουςοἱ Ἕλληνες, "πάνυ γοῦν" ἔφη "σοι προσή-κει Φίλιππε κήδεσθαι τῆς Ἑλλάδος, ὃς τὸνοἶκον τὸν σεαυτοῦ στάσεως τοσαύτης καὶ

21

παιδὸς ὄντος αὐτοῦ διαφαίνεσθαι χάριενἦθος καὶ οὐκ ἀγεννές, εἶτα μέντοι φαρ-μάκοις ὑπ’ Ὀλυμπιάδος κακωθέντα δια-φθαρῆναι τὴν διάνοιαν.

172

βήθραν, ὅτε δὴ τοῖς ἡγεμόσι διελέχθη περὶτῶν ἐρήμων ἡγεμονίας τάξεων, ὅπως κα-ταστήσωσι δοκιμάσαντες. ἑβδόμῃ σφόδραπυρέττων, ἔθυσεν ἐξαρθεὶς πρὸς τὰ ἱερά·τῶν δ’ ἡγεμόνων ἐκέλευε τοὺς μεγίστουςδιατρίβειν ἐν τῇ αὐλῇ, ταξιάρχους δὲ καὶπεντακοσιάρχους ἔξω νυκτερεύειν. εἰς δὲτὰ πέραν βασίλεια διακομισθείς, τῇ ἕκτῃμικρὸν ὕπνωσεν, ὁ δὲ πυρετὸς οὐκ ἀνῆκεν·ἐπελθόντων δὲ τῶν ἡγεμόνων ἦν ἄφωνος,ὁμοίως δὲ καὶ τὴν πέμπτην. διὸ καὶ τοῖςΜακεδόσιν ἔδοξε τεθνάναι, καὶ κατεβόωνἐλθόντες ἐπὶ τὰς θύρας, καὶ διηπειλοῦντοτοῖς ἑταίροις, ἕως ἐβιάσαντο, καὶ τῶν θυ-ρῶν αὐτοῖς ἀνοιχθεισῶν, ἐν τοῖς χιτῶσικαθ’ ἕνα πάντες παρὰ τὴν κλίνην παρεξῆλ-θον. ταύτης δὲ τῆς ἡμέρας οἱ περὶ Πύθωνακαὶ Σέλευκον εἰς τὸ Σεραπεῖον ἀποστα-λέντες, ἠρώτων εἰ κομίσωσιν ἐκεῖ τὸνἈλέξανδρον, ὁ δὲ θεὸς κατὰ χώραν ἐᾶνἀνεῖλε. τῇ δὲ τρίτῃ φθίνοντος πρὸς δείλην

169

κακῶν ἐμπέπληκας". οὕτω δὴ συμφρονή-σας ὁ Φίλιππος ἔπεμψε καὶ κατήγαγε πεί-σας διὰ τοῦ Δημαράτου τὸν Ἀλέξανδρον.[10] Ἐπεὶ δὲ Πιξώδαρος ὁ Καρίας σα-τράπης, ὑποδυόμενος δι’ οἰκειότητος εἰςτὴν Φιλίππου συμμαχίαν, ἐβούλετο τὴνπρεσβυτάτην τῶν θυγατέρων Ἀῤῥιδαίῳ τῷΦιλίππου γυναῖκα δοῦναι καὶ περὶ τούτωνἈριστόκριτον εἰς Μακεδονίαν ἀπέστειλεν,αὖθις ἐγίνοντο λόγοι καὶ διαβολαὶ παρὰτῶν φίλων καὶ τῆς μητρὸς πρὸς Ἀλέξαν-δρον, ὡς Ἀῤῥιδαῖον ἐπὶ τῇ βασιλείᾳ Φιλίπ-που γάμοις λαμπροῖς καὶ πράγμασι με-γάλοις εἰσοικειοῦντος. ὑφ’ ὧν διαταραχθε-ὶς πέμπει Θεσσαλὸν εἰς Καρίαν τὸν τῶντραγῳδιῶν ὑποκριτήν, Πιξωδάρῳ διαλε-ξόμενον ὡς χρὴ τὸν νόθον ἐάσαντα καὶ οὐφρενήρη μεθαρμόσασθαι τὸ κῆδος εἰςἈλέξανδρον. καὶ Πιξωδάρῳ μὲν οὐ παρὰμικρὸν ἤρεσκε ταῦτα τῶν προτέρων μᾶλ-λον· ὁ δὲ Φίλιππος αἰσθόμενος† ὄντα τὸν

22

ἀρχαίων γραμμάτων, ἐν οἷς ἐδηλοῦτο παύ-σεσθαι τὴν Περσῶν ἀρχὴν ὑφ’ Ἑλλήνωνκαταλυθεῖσαν. τούτοις ἐπαρθείς, ἠπείγετοτὴν παραλίαν ἀνακαθήρασθαι μέχρι τῆςΦοινίκης καὶ Κιλικίας. ἡ δὲ τῆς Παμφυλί-ας παραδρομὴ πολλοῖς γέγονε τῶν ἱστορι-κῶν ὑπόθεσις γραφικὴ πρὸς ἔκπληξιν καὶὄγκον, ὡς θείᾳ τινὶ τύχῃ παραχωρήσασανἈλεξάνδρῳ τὴν θάλασσαν, ἄλλως ἀεὶ τρα-χεῖαν ἐκ πελάγους προσφερομένην, σπανί-ως δέ ποτε λεπτοὺς καὶ περιηχεῖς ὑπὸ τὰκρημνώδη καὶ παρεῤῥωγότα τῆς ὀρεινῆςπάγους διακαλύπτουσαν. δηλοῖ δὲ καὶΜένανδρος, ἐν κωμῳδίᾳ παίζων πρὸς τὸπαράδοξον·ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο· κἂν ζητῶτινα,αὐτόματος οὗτος παρέσται· κἂν διελθεῖνδηλαδήδιὰ θαλάσσης δέῃ τόπον τιν’, οὗτος ἔσταιμοι βατός.

39

ἀπέθανε.[77] Τούτων τὰ πλεῖστα κατὰ λέξιν ἐν ταῖςἐφημερίσιν οὕτως γέγραπται.Φαρμακείας δ’ ὑποψίαν παραυτίκα μὲνοὐδεὶς ἔσχεν, ἕκτῳ δ’ ἔτει φασὶ μηνύσεωςγενομένης τὴν Ὀλυμπιάδα πολλοὺς μὲνἀνελεῖν, ἐκρῖψαι δὲ τὰ λείψανα τοῦ Ἰόλατεθνηκότος, ὡς τούτου τὸ φάρμακον ἐγ-χέαντος. οἱ δ’ Ἀριστοτέλην φάσκοντεςἈντιπάτρῳ σύμβουλον γεγενῆσθαι τῆςπράξεως καὶ ὅλως δι’ ἐκείνου κομισθῆναιτὸ φάρμακον Ἁγνόθεμίν τινα διηγεῖσθαιλέγουσιν ὡς Ἀντιγόνου τοῦ βασιλέωςἀκούσαντα· τὸ δὲ φάρμακον ὕδωρ εἶναι ψυ-χρὸν καὶ παγετῶδες, ἀπὸ πέτρας τινὸς ἐνΝωνάκριδι † οὔσης ἣν ὥσπερ δρόσον λε-πτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀπο-τίθενται· τῶν γὰρ ἄλλων οὐδὲν ἀγγείωνστέγειν, ἀλλὰ διακόπτειν ὑπὸ ψυχρότητοςκαὶ δριμύτητος. οἱ δὲ πλεῖστοι τὸν λόγονὅλως οἴονται πεπλάσθαι τὸν περὶ τῆς φαρ-

170

μακείας, καὶ τεκμήριον αὐτοῖς ἐστιν οὐ μι-κρόν, ὅτι τῶν ἡγεμόνων στασιασάντων ἐφ’ἡμέρας πολλὰς ἀθεράπευτον τὸ σῶμα κεί-μενον ἐν τόποις θερμοῖς καὶ πνιγώδεσινοὐδὲν ἔσχε τοιαύτης φθορᾶς σημεῖον, ἀλλ’ἔμεινε καθαρὸν καὶ πρόσφατον.Ἡ δὲ Ῥωξάνη κύουσα μὲν ἐτύγχανε καὶδιὰ τοῦτο τιμωμένη παρὰ τοῖς Μακεδόσι·δυσζήλως δ’ ἔχουσα πρὸς τὴν Στάτειραν,ἐξηπάτησεν αὐτὴν ἐπιστολῇ τινι πεπλα-σμένῃ παραγενέσθαι, καὶ προσαγαγοῦσαμετὰ τῆς ἀδελφῆς ἀπέκτεινε καὶ τοὺς νε-κροὺς εἰς τὸ φρέαρ κατέβαλε καὶ συνέχω-σεν, εἰδότος ταῦτα Περδίκκου καὶ συ-μπράττοντος. ἦν γὰρ ἐκεῖνος εὐθὺς ἐν δυ-νάμει μεγίστῃ, τὸν Ἀῤῥιδαῖον ὥσπερ δορυ-φόρημα τῆς βασιλείας ἐφελκόμενος, γεγο-νότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆςΦιλίννης, ἀτελῆ δὲ τὸ φρονεῖν ὄντα διὰσώματος νόσον, οὐ μὴν φύσει προσπεσο-ῦσαν οὐδ’ αὐτομάτως, ἀλλὰ καὶ πάνυ φασὶ

171

τοικούντων". ἐκπώματα δὲ καὶ πορφύραςκαὶ ὅσα τοιαῦτα τῶν Περσικῶν ἔλαβε,πάντα τῇ μητρὶ πλὴν ὀλίγων ἔπεμψεν.[17] Οὗτος ὁ ἀγὼν μεγάλην εὐθὺς ἐποίησετῶν πραγμάτων μεταβολὴν πρὸς Ἀλέξαν-δρον, ὥστε καὶ Σάρδεις, τὸ πρόσχημα τῆςἐπὶ θαλάσσῃ τῶν βαρβάρων ἡγεμονίας, πα-ραλαβεῖν καὶ τἆλλα προστίθεσθαι. μόνη δ’Ἁλικαρνασσὸς ἀντέστη καὶ Μίλητος, ἃςἑλὼν κατὰ κράτος καὶ τὰ περὶ αὐτὰςπάντα χειρωσάμενος, ἀμφίβολος ἦν πρὸςτὰ λοιπὰ τῇ γνώμῃ. καὶ πολλάκις μὲνἔσπευδε Δαρείῳ συμπεσὼν ἀποκινδυνεῦσαιπερὶ τῶν ὅλων, πολλάκις δὲ τοῖς ἐπὶ θα-λάσσῃ πράγμασι καὶ χρήμασι διενοεῖτοπρῶτον οἷον ἐνασκήσας καὶ ῥώσας αὑτόν,οὕτως ἀναβαίνειν ἐπ’ ἐκεῖνον.Ἔστι δὲ τῆς Λυκίας κρήνη παρὰ τὴν Ξαν-θίων πόλιν, ἧς τότε λέγουσιν αὐτομάτωςπεριτραπείσης καὶ ὑπερβαλούσης ἐκ βυθοῦδέλτον ἐκπεσεῖν χαλκῆν, τύπους ἔχουσαν

38

Ἀλέξανδρον εἰς τὸ δωμάτιον, παραλαβὼντῶν φίλων αὐτοῦ καὶ συνήθων ἕνα Φι-λώταν τὸν Παρμενίωνος, ἐπετίμησεν ἰσχυ-ρῶς καὶ πικρῶς ἐλοιδόρησεν ὡς ἀγεννῆ καὶτῶν ὑπαρχόντων περὶ αὐτὸν ἀγαθῶνἀνάξιον, εἰ Καρὸς ἀνθρώπου καὶ βαρβάρῳβασιλεῖ δουλεύοντος ἀγαπᾷ γαμβρὸς γε-νέσθαι. τὸν δὲ Θεσσαλὸν ἔγραψε Κορινθί-οις ὅπως ἀναπέμψωσιν ἐν πέδαις δεδε-μένον, τῶν δ’ ἄλλων ἑταίρων Ἅρπαλον καὶΝέαρχον, ἔτι δ’ Ἐρίγυιον καὶ Πτολεμαῖονἐκ Μακεδονίας μετέστησεν, οὓς ὕστερονἈλέξανδρος καταγαγὼν ἐν ταῖς μεγίσταιςἔσχε τιμαῖς.Ἐπεὶ δὲ Παυσανίας Ἀττάλου γνώμῃ καὶΚλεοπάτρας ὑβρισθεὶς καὶ μὴ τυχὼν δίκηςἀνεῖλε Φίλιππον, τὸ μὲν πλεῖστον εἰςὈλυμπιάδα τῆς αἰτίας περιῆλθεν, ὡς θυ-μουμένῳ τῷ νεανίσκῳ προσεγκελευσα-μένην καὶ παροξύνασαν, ἔθιγε δέ τις καὶἈλεξάνδρου διαβολή. λέγεται γὰρ ἐντυ-

23

ας ἑπόμενον, αὐτὸς ἐδεήθη κρύφα τῶν δη-μάρχων ἑνὸς ἀφελέσθαι τὸν Κάτωνα. τῶνδ’ ἄλλων συγκλητικῶν ὀλίγοι παντάπασιναὐτῷ συνῄεσαν εἰς βουλήν, οἱ δὲ λοιποὶ δυ-σχεραίνοντες ἐκποδὼν ἦσαν. εἰπόντος δὲΚωνσιδίου τινὸς τῶν σφόδρα γερόντων, ὡςφοβούμενοι τὰ ὅπλα καὶ τοὺς στρατιώταςοὐ συνέρχοιντο, „τί οὖν“ ἔφη [ὁ] Καῖσαρ„οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς;“ καὶ ὁΚωνσίδιος εἶπεν· „ὅτι με ποιεῖ μὴ φοβε-ῖσθαι τὸ γῆρας· ὁ γὰρ ἔτι λειπόμενος βίοςοὐ πολλῆς ὀλίγος ὢν δεῖται προνοίας“.Αἴσχιστον δὲ τῶν τότε πολιτευμάτων ἔδο-ξεν ἐν τῇ Καίσαρος ὑπατείᾳ δήμαρχοναἱρεθῆναι Κλώδιον ἐκεῖνον, ὑφ’ οὗ τὰ περὶτὸν γάμον καὶ τὰς ἀποῤῥήτους παρενομή-θη παννυχίδας. ᾑρέθη δ’ ἐπὶ τῇ Κικέρωνοςκαταλύσει, καὶ Καῖσαρ οὐ πρότερον ἐξῆλ-θεν ἐπὶ τὴν στρατιάν, ἢ καταστασιάσαι Κι-κέρωνα μετὰ Κλωδίου καὶ συνεκβαλεῖν ἐκτῆς Ἰταλίας.

200

ἑνὶ τῶν στρατηγῶν Βέτερι συνεξῆλθεν, ὃναὐτόν τε τιμῶν ἀεὶ διετέλεσε, καὶ τὸν υἱὸναὐτοῦ πάλιν αὐτὸς ἄρχων ταμίαν ἐποίησε.γενόμενος δ’ ἀπὸ τῆς ἀρχῆς ἐκείνης, τρί-την ἠγάγετο γυναῖκα Πομπηΐαν, ἔχων ἐκΚορνηλίας θυγατέρα τὴν ὕστερον Πομπη-ΐῳ Μάγνῳ γαμηθεῖσαν.Χρώμενος δὲ ταῖς δαπάναις ἀφειδῶς, καὶδοκῶν μὲν ἐφήμερον καὶ βραχεῖαν ἀντικα-ταλλάττεσθαι μεγάλων ἀναλωμάτωνδόξαν, ὠνούμενος δὲ ταῖς ἀληθείαις τὰμέγιστα μικρῶν, λέγεται πρὶν εἰς ἀρχήντινα καθίστασθαι χιλίων καὶ τριακοσίωνγενέσθαι χρεωφειλέτης ταλάντων. ἐπεὶ δὲτοῦτο μὲν ὁδοῦ τῆς Ἀππίας ἀποδειχθεὶςἐπιμελητὴς πάμπολλα χρήματα προσα-νάλωσε τῶν ἑαυτοῦ, τοῦτο δ’ ἀγορανομῶνζεύγη μονομάχων τριακόσια καὶ εἴκοσι πα-ρέσχε, καὶ ταῖς ἄλλαις περί τε θέατρα καὶπομπὰς καὶ δεῖπνα χορηγίαις καὶ πολυτε-λείαις τὰς πρὸ αὐτοῦ κατέκλυσε φιλοτιμί-

181

χόντος αὐτῷ τοῦ Παυσανίου μετὰ τὴνὕβριν ἐκείνην καὶ ἀποδυρομένου προε-νέγκασθαι τὸ τῆς Μηδείας ἰαμβεῖον?τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην.οὐ μὴν ἀλλὰ καὶ τοὺς συναιτίους τῆς ἐπι-βουλῆς ἀναζητήσας ἐκόλασε, καὶ τὴν Κλε-οπάτραν ἀποδημοῦντος αὐτοῦ τῆς Ὀλυ-μπιάδος ὠμῶς μεταχειρισαμένης ἠγα-νάκτησε.[11] Παρέλαβε μὲν οὖν ἔτη γεγονὼς εἴκοσιτὴν βασιλείαν, φθόνους μεγάλους καὶ δεινὰμίση καὶ κινδύνους πανταχόθεν ἔχουσαν.οὔτε γὰρ τὰ βάρβαρα καὶ πρόσοικα γένητὴν δούλωσιν ἔφερε, ποθοῦντα τὰς πατρί-ους βασιλείας, οὔτε τὴν Ἑλλάδα κρατήσαςτοῖς ὅπλοις ὁ Φίλιππος οἷον καταζεῦξαικαὶ τιθασεῦσαι χρόνον ἔσχεν, ἀλλὰ μόνονμεταβαλὼν καὶ ταράξας τὰ πράγματα πο-λὺν σάλον ἔχοντα καὶ κίνησιν ὑπ’ ἀηθείαςἀπέλιπε. φοβουμένων δὲ τῶν Μακεδόνωντὸν καιρόν, καὶ τὰ μὲν Ἑλληνικὰ πάντως

24

πρῶτος ἐμβαλών, τόν θ’ ἵππον ἀποβάλλειξίφει πληγέντα διὰ τῶν πλευρῶν (ἦν δ’ἕτερος, οὐχ ὁ Βουκεφάλας), καὶ τοὺς πλεί-στους τῶν ἀποθανόντων καὶ τραυματι-σθέντων ἐκεῖ συνέβη κινδυνεῦσαι καὶ πεσε-ῖν, πρὸς ἀνθρώπους ἀπεγνωκότας καὶ μα-χίμους συμπλεκομένους. λέγονται δὲ πεζοὶμὲν δισμύριοι τῶν βαρβάρων, ἱππεῖς δὲ δι-σχίλιοι πεντακόσιοι πεσεῖν. τῶν δὲ περὶτὸν Ἀλέξανδρον Ἀριστόβουλός φησι τέσ-σαρας καὶ τριάκοντα νεκροὺς γενέσθαιτοὺς πάντας, ὧν ἐννέα πεζοὺς εἶναι. τού-των μὲν οὖν ἐκέλευσεν εἰκόνας ἀναστα-θῆναι χαλκᾶς, ἃς Λύσιππος εἰργάσατο.κοινούμενος δὲ τὴν νίκην τοῖς Ἕλλησιν,ἰδίᾳ μὲν τοῖς Ἀθηναίοις ἔπεμψε τῶν αἰχμα-λώτων τριακοσίας ἀσπίδας, κοινῇ δὲ τοῖςἄλλοις λαφύροις ἐκέλευσεν ἐπιγράψαι φιλο-τιμοτάτην ἐπιγραφήν· "Ἀλέξανδρος ὁ Φι-λίππου καὶ οἱ Ἕλληνες πλὴν Λακεδαιμονί-ων ἀπὸ τῶν βαρβάρων τῶν τὴν Ἀσίαν κα-

37

ας, οὕτω διέθηκε τὸν δῆμον, ὡς καινὰς μὲνἀρχάς, καινὰς δὲ τιμὰς ζητεῖν ἕκαστον αἷςαὐτὸν ἀμείψαιντο.[6] Δυεῖν δ’ οὐσῶν ἐν τῇ πόλει στάσεων,τῆς μὲν ἀπὸ Σύλλα μέγα δυναμένης, τῆς δὲΜαριανῆς, ἣ τότε κατεπτήχει καὶ διέσπα-στο κομιδῇ ταπεινὰ πράττουσα, ταύτηνἀναῤῥῶσαι καὶ προσαγαγέσθαι βουλόμε-νος, ἐν ταῖς ἀγορανομικαῖς φιλοτιμίαις ἀκ-μὴν ἐχούσαις εἰκόνας ἐποιήσατο Μαρίουκρύφα καὶ Νίκας τροπαιοφόρους, ἃςφέρων νυκτὸς εἰς τὸ Καπιτώλιον ἀνέστη-σεν. ἅμα δ’ ἡμέρᾳ τοὺς θεασαμένους μαρ-μαίροντα πάντα χρυσῷ καὶ τέχνῃ κατε-σκευασμένα περιττῶς (διεδήλου δὲ γράμ-μασι τὰ Κιμβρικὰ κατορθώματα) θάμβοςἔσχε τῆς τόλμης τοῦ ἀναθέντος (οὐ γὰρ ἦνἄδηλος), ταχὺ δὲ περιϊὼν ὁ λόγος ἤθροιζεπάντας ἀνθρώπους πρὸς τὴν ὄψιν. Ἀλλ’ οἱμὲν ἐβόων τυραννίδα πολιτεύεσθαι Καίσα-ρα, νόμοις καὶ δόγμασι κατορωρυγμένας

182

στροπευομένης τῆς ἡγεμονίας, καὶ διὰ γυ-ναίων εἰς ἐπαρχίας καὶ στρατεύματα καὶδυνάμεις ἀλλήλους ἀντεισαγόντων.Ὁ μὲν οὖν συνάρχων τοῦ Καίσαρος Βύ-βλος, ἐπεὶ κωλύων τοὺς νόμους οὐδὲνἐπέραινεν, ἀλλὰ πολλάκις ἐκινδύνευε μετὰΚάτωνος ἐπὶ τῆς ἀγορᾶς ἀποθανεῖν,ἐγκλεισάμενος οἴκοι τὸν τῆς ἀρχῆς χρόνονδιετέλεσε. Πομπήϊος δὲ γήμας εὐθὺςἐνέπλησε τὴν ἀγορὰν ὅπλων καὶ συνεπεκύ-ρου τῷ δήμῳ τοὺς νόμους, Καίσαρι δὲ τὴνἐντὸς Ἄλπεων καὶ τὴν ἐκτὸς ἅπασαν Κελ-τικήν, προσθεὶς τὸ Ἰλλυρικόν, μετὰ ταγ-μάτων τεσσάρων εἰς πενταετίαν. Κάτωναμὲν οὖν ἐπιχειρήσαντα τούτοις ἀντιλέγεινἀπῆγεν εἰς φυλακὴν ὁ Καῖσαρ, οἰόμενοςαὐτὸν ἐπικαλέσεσθαι τοὺς δημάρχους·ἐκείνου δ’ ἀφώνου βαδίζοντος, ὁρῶν ὁ Κα-ῖσαρ οὐ μόνον τοὺς κρατίστους δυσφορο-ῦντας, ἀλλὰ καὶ τὸ δημοτικὸν αἰδοῖ τῆςΚάτωνος ἀρετῆς σιωπῇ καὶ μετὰ κατηφεί-

199

κατακλάσας, οὕτως ἐπὶ τὸ ἐγχειρίδιον ὥρ-μησε. συμπεπτωκότων δ’ αὐτῶν, ὁ Σπιθρι-δάτης ὑποστήσας ἐκ πλαγίων τὸν ἵππονκαὶ μετὰ σπουδῆς συνεξαναστάς, κοπίδιβαρβαρικῇ κατήνεγκε, καὶ τὸν μὲν λόφονἀπέῤῥαξε μετὰ θατέρου πτεροῦ, τὸ δὲκράνος πρὸς τὴν πληγὴν ἀκριβῶς καὶμόλις ἀντέσχεν, ὥστε τῶν πρώτων ψαῦσαιτριχῶν τὴν πτέρυγα τῆς κοπίδος. ἑτέρανδὲ τὸν Σπιθριδάτην πάλιν ἐπαιρόμενονἔφθασε Κλεῖτος ὁ μέλας τῷ ξυστῷ διε-λάσας μέσον· ὁμοῦ δὲ καὶ Ῥοισάκης ἔπε-σεν, ὑπ’ Ἀλεξάνδρου ξίφει πληγείς. ἐν τού-τῳ δὲ κινδύνου καὶ ἀγῶνος οὔσης τῆς ἱπ-πομαχίας, ἥ τε φάλαγξ διέβαινε τῶν Μα-κεδόνων, καὶ συνῆγον αἱ πεζαὶ δυνάμεις.οὐ μὴν ὑπέστησαν εὐρώστως οὐδὲ πολὺνχρόνον, ἀλλ’ ἔφυγον τραπόμενοι πλὴν τῶνμισθοφόρων Ἑλλήνων· οὗτοι δὲ πρός τινιλόφῳ συστάντες, ᾔτουν τὰ πιστὰ τὸνἈλέξανδρον. ὁ δὲ θυμῷ μᾶλλον ἢ λογισμῷ

36

ἀφεῖναι καὶ μὴ προσβιάζεσθαι τὸν Ἀλέξαν-δρον οἰομένων δεῖν, τοὺς δ’ ἀφισταμένουςτῶν βαρβάρων ἀνακαλεῖσθαι πρᾴως καὶ θε-ραπεύειν τὰς ἀρχὰς τῶν νεωτερισμῶν,αὐτὸς ἀπ’ ἐναντίων λογισμῶν ὥρμησε τόλ-μῃ καὶ μεγαλοφροσύνῃ κτᾶσθαι τὴνἀσφάλειαν καὶ σωτηρίαν τοῖς πράγμασιν,ὡς κἂν ὁτιοῦν ὑφιέμενος ὀφθῇ τοῦ φρονή-ματος, ἐπιβησομένων ἁπάντων. τὰ μὲν οὖνβαρβαρικὰ κινήματα καὶ τοὺς ἐκεῖ πο-λέμους κατέπαυσεν, ὀξέως ἐπιδραμὼνστρατῷ μέχρι πρὸς τὸν Ἴστρον, ᾗ καὶ Σύρ-μον ἐνίκησε μάχῃ μεγάλῃ τὸν βασιλέα τῶνΤριβαλλῶν· Θηβαίους δ’ ἀφεστάναι πυ-θόμενος καὶ συμφρονεῖν αὐτοῖς Ἀθηναίους,εὐθὺς ἦγε διὰ Πυλῶν τὴν δύναμιν, εἰπὼνὅτι Δημοσθένει, παῖδα μὲν αὐτὸν ἕως ἦν ἐνἸλλυριοῖς καὶ Τριβαλλοῖς ἀποκαλοῦντι,μειράκιον δὲ περὶ Θετταλίαν γενόμενον,βούλεται πρὸς τοῖς Ἀθηναίων τείχεσινἀνὴρ φανῆναι. προσμείξας δὲ ταῖς Θήβαις

25

μετὰ ξιφῶν ἀπειλοῦντας. ἐκεῖνοι δ’ ὑπι-σχνοῦντο· Πομπήϊος δὲ καὶ προσεπεῖπεν,ὡς ἀφίξοιτο πρὸς τὰ ξίφη μετὰ τοῦ ξίφουςκαὶ θυρεὸν κομίζων. ἐπὶ τούτῳ τοὺς μὲνἀριστοκρατικοὺς ἠνίασεν, οὐκ ἀξίαν τῆςπερὶ αὐτὸν αἰδοῦς οὐδὲ τῇ πρὸς τὴν σύ-γκλητον εὐλαβείᾳ πρέπουσαν, ἀλλὰ μανι-κὴν καὶ μειρακιώδη φωνὴν ἀκούσαντας, ὁδὲ δῆμος ἥσθη.Καῖσαρ δὲ μειζόνως ἔτι τῆς Πομπηΐου δυ-νάμεως ἐπιδραττόμενος, ἦν γὰρ αὐτῷ Ἰου-λία θυγάτηρ ἐγγεγυημένη Σερουϊλίῳ Και-πίωνι, ταύτην ἐνεγγύησε Πομπηΐῳ, τὴν δὲΠομπηΐου τῷ Σερουϊλίῳ δώσειν ἔφησεν,οὐδ’ αὐτὴν ἀνέγγυον οὖσαν, ἀλλὰ Φαύστῳτῷ Σύλλα παιδὶ καθωμολογημένην. ὀλίγῳδ’ ὕστερον Καῖσαρ ἠγάγετο Καλπουρνίανθυγατέρα Πείσωνος, τὸν δὲ Πείσωνα κα-τέστησεν ὕπατον εἰς τὸ μέλλον, ἐνταῦθα δὴκαὶ σφόδρα μαρτυρομένου Κάτωνος καὶβοῶντος οὐκ ἀνεκτὸν εἶναι γάμοις διαμα-

198

ἐπανιστάντα τιμάς, καὶ τοῦτο πεῖραν ἐπὶτὸν δῆμον εἶναι, προμαλαττόμενον εἰ τετι-θάσσευται ταῖς φιλοτιμίαις ὑπ’ αὐτοῦ καὶδίδωσι παίζειν τοιαῦτα καὶ καινοτομεῖν· οἱδὲ Μαριανοὶ παραθαῤῥύναντες ἀλλήλους,πλήθει τε θαυμαστὸν ὅσοι διεφάνησανἐξαίφνης, καὶ κρότῳ κατεῖχον τὸ Καπι-τώλιον· πολλοῖς δὲ καὶ δάκρυα τὴν Μαρίουθεωμένοις ὄψιν ὑφ’ ἡδονῆς ἐχώρει, καὶμέγας ἦν ὁ Καῖσαρ ἐγκωμίοις αἰρόμενος,ὡς ἀντὶ πάντων ἄξιος εἷς ὁ ἀνὴρ τῆς Μαρί-ου συγγενείας. συναχθείσης δὲ περὶ τού-των τῆς βουλῆς, Κάτλος Λουτάτιος, ἀνὴρεὐδοκιμῶν τότε μάλιστα Ῥωμαίων, ἀνα-στὰς καὶ κατηγορήσας Καίσαρος ἐπεφθέγ-ξατο τὸ μνημονευόμενον· „οὐκέτι“ γὰρ„ὑπονόμοις“ ἔφη „Καῖσαρ, ἀλλ’ ἤδη μηχα-ναῖς αἱρεῖ τὴν πολιτείαν“. ἐπεὶ δ’ ἀπολογη-σάμενος πρὸς ταῦτα Καῖσαρ ἔπεισε τὴν σύ-γκλητον, ἔτι μᾶλλον οἱ θαυμάζοντες αὐτὸνἐπήρθησαν, καὶ παρεκελεύοντο μηδενὶ τοῦ

183

καὶ διδοὺς ἔτι τῶν πεπραγμένων με-τάνοιαν, ἐξῄτει Φοίνικα καὶ Προθύτην καὶτοῖς μεταβαλλομένοις πρὸς αὐτὸν ἄδειανἐκήρυττε. τῶν δὲ Θηβαίων ἀντεξαιτού-ντων μὲν παρ’ αὐτοῦ Φιλώταν καὶ Ἀντίπα-τρον, κηρυττόντων δὲ τοὺς τὴν Ἑλλάδαβουλομένους συνελευθεροῦν τάττεσθαι μετ’αὐτῶν, οὕτως ἔτρεψε τοὺς Μακεδόναςπρὸς πόλεμον. ἠγωνίσθη μὲν οὖν ὑπὲρ δύ-ναμιν ἀρετῇ καὶ προθυμίᾳ τὰ παρὰ τῶνΘηβαίων, πολλαπλασίοις οὖσι τοῖς πολεμί-οις ἀντιταχθέντων· ἐπεὶ δὲ καὶ τὴν Κα-δμείαν ἀφέντες οἱ φρουροὶ τῶν Μακεδόνωνἐπέπιπτον αὐτοῖς ἐξόπισθεν, κυκλωθέντεςοἱ πλεῖστοι κατὰ τὴν μάχην αὐτὴν ἔπεσον,ἡ δὲ πόλις ἥλω καὶ διαρπασθεῖσα κατε-σκάφη, τὸ μὲν ὅλον προσδοκήσαντος αὐτοῦτοὺς Ἕλληνας ἐκπλαγέντας πάθει τηλικού-τῳ καὶ πτήξαντας ἀτρεμήσειν, ἄλλως δὲκαὶ καλλωπισαμένου χαρίζεσθαι τοῖς τῶνσυμμάχων ἐγκλήμασι· καὶ γὰρ Φωκεῖς καὶ

26

ῥεύματος παραφέροντος καὶ περικλύζο-ντος, ἔδοξε μανικῶς καὶ πρὸς ἀπόνοιανμᾶλλον ἢ γνώμῃ στρατηγεῖν. οὐ μὴν ἀλλ’ἐμφὺς τῇ διαβάσει καὶ κρατήσας τῶντόπων χαλεπῶς καὶ μόλις, ὑγρῶν καὶ περι-σφαλῶν γενομένων διὰ τὸν πηλόν, εὐθὺςἠναγκάζετο φύρδην μάχεσθαι καὶ κατ’ ἄν-δρα συμπλέκεσθαι τοῖς ἐπιφερομένοις,πρὶν εἰς τάξιν τινὰ καταστῆναι τοὺς δια-βαίνοντας. ἐνέκειντο γὰρ κραυγῇ, καὶ τοὺςἵππους παραβάλλοντες τοῖς ἵπποιςἐχρῶντο δόρασι καὶ ξίφεσι τῶν δοράτωνσυντριβέντων. ὠσαμένων δὲ πολλῶν ἐπ’αὐτὸν (ἦν δὲ τῇ πέλτῃ καὶ τοῦ κράνους τῇχαίτῃ διαπρεπής, ἧς ἑκατέρωθεν εἱστήκειπτερὸν λευκότητι καὶ μεγέθει θαυμαστόν),ἀκοντισθεὶς μὲν ὑπὸ τὴν ὑποπτυχίδα τοῦθώρακος οὐκ ἐτρώθη, Ῥοισάκου δὲ καὶΣπιθριδάτου τῶν στρατηγῶν προσφερο-μένων ἅμα, τὸν μὲν ἐκκλίνας, Ῥοισάκῃ δὲπροεμβαλὼν τεθωρακισμένῳ τὸ δόρυ καὶ

35

φρονήματος ὑφίεσθαι· πάντων γὰρ ἑκόντιτῷ δήμῳ περιέσεσθαι καὶ πρωτεύσειν.[7] Ἐν δὲ τούτῳ καὶ Μετέλλου τοῦ ἀρχιε-ρέως τελευτήσαντος, καὶ τὴν ἱερωσύνηνπεριμάχητον οὖσαν Ἰσαυρικοῦ καὶ Κάτλουμετιόντων, ἐπιφανεστάτων ἀνδρῶν καὶμέγιστον ἐν <τῇ> βουλῇ δυναμένων, οὐχὑπεῖξεν αὐτοῖς ὁ Καῖσαρ, ἀλλὰ καταβὰς εἰςτὸν δῆμον ἀντιπαρήγγελλεν. ἀγχωμάλουδὲ τῆς σπουδῆς φαινομένης, ὁ Κάτλος, ἀπὸμείζονος ἀξίας μᾶλλον ὀῤῥωδῶν τὴν ἀδη-λότητα, προσέπεμψε πείθων ἀποστῆναιτὸν Καίσαρα τῆς φιλοτιμίας ἐπὶ πολλοῖςχρήμασιν· ὁ δὲ καὶ πλείω προσδανεισάμε-νος ἔφη διαγωνιεῖσθαι. τῆς δ’ ἡμέρας ἐν-στάσης, καὶ τῆς μητρὸς ἐπὶ τὰς θύραςαὐτὸν οὐκ ἀδακρυτὶ προπεμπούσης, ἀσπα-σάμενος αὐτήν, „ὦ μῆτερ“ εἶπε, „τήμερονἢ ἀρχιερέα τὸν υἱὸν ἢ φυγάδα ὄψει“. διενε-χθείσης δὲ τῆς ψήφου καὶ γενομένης ἁμίλ-λης, ἐκράτησε καὶ παρέσχε τῇ βουλῇ καὶ

184

ὕστερον δὲ φρονίμου μέν, οὐκ εὐτυχοῦς δὲσυμβούλου λαβεῖν δόξαν.[14] Οὐ μὴν ἀλλ’ ὁ Καῖσαρ ἐν μέσῳ τῆςΚράσσου καὶ Πομπηΐου φιλίας <ὥσπερ>δορυφορούμενος ἐπὶ τὴν ὑπατείαν προή-χθη· καὶ λαμπρῶς ἀναγορευθεὶς μετὰ Καλ-πουρνίου Βύβλου καὶ καταστὰς εἰς τὴν ἀρ-χήν, εὐθὺς εἰσέφερε νόμους οὐχ ὑπάτῳπροσήκοντας, ἀλλὰ δημάρχῳ τινὶ θρασυ-τάτῳ, πρὸς ἡδονὴν τῶν πολλῶν κληρουχί-ας τινὰς καὶ διανομὰς χώρας εἰσηγούμε-νος. ἐν δὲ τῇ βουλῇ τῶν καλῶν τε καὶ ἀγα-θῶν ἀντικρουσάντων, πάλαι δεόμενος προ-φάσεως ἀνακραγὼν καὶ μαρτυράμενος, ὡςεἰς τὸν δῆμον ἄκων ἐξελαύνοιτο, θεραπεύ-σων ἐκεῖνον ἐξ ἀνάγκης ὕβρει καὶ χαλε-πότητι τῆς βουλῆς, πρὸς αὐτὸν ἐξεπήδησε.καὶ περιστησάμενος ἔνθεν μὲν Κράσσον,ἔνθεν δὲ Πομπήϊον, ἠρώτησεν εἰ τοὺςνόμους ἐπαινοῖεν· ἐπαινεῖν δὲ φασκόντων,παρεκάλει βοηθεῖν ἐπὶ τοὺς ἐνίστασθαι

197

μεγάλην δύναμιν ἡθροικότων καὶ παρατε-ταγμένων ἐπὶ τῇ διαβάσει τοῦ Γρανικοῦ,μάχεσθαι μὲν ἴσως ἀναγκαῖον ἦν, ὥσπερ ἐνπύλαις τῆς Ἀσίας, περὶ τῆς εἰσόδου καὶ ἀρ-χῆς· τοῦ δὲ ποταμοῦ τὸ βάθος καὶ τὴνἀνωμαλίαν καὶ τραχύτητα τῶν πέρανὄχθων, πρὸς οὓς ἔδει γίνεσθαι τὴν ἀπόβα-σιν μετὰ μάχης, τῶν πλείστων δεδιότων,ἐνίων δὲ καὶ τὸ περὶ τὸν μῆνα νενομι-σμένον οἰομένων δεῖν φυλάξασθαι, (Δαισί-ου γὰρ οὐκ εἰώθεισαν οἱ βασιλεῖς τῶν Μα-κεδόνων ἐξάγειν τὴν στρατιάν), τοῦτο μὲνἐπηνωρθώσατο, κελεύσας δεύτερον Ἀρτε-μίσιον ἄγειν· τοῦ δὲ Παρμενίωνος, ὡς ὀψὲτῆς ὥρας οὔσης, οὐκ ἐῶντος ἀποκινδυνεύ-ειν, εἰπὼν αἰσχύνεσθαι τὸν Ἑλλήσποντον,εἰ φοβήσεται τὸν Γρανικὸν διαβεβηκὼςἐκεῖνον, ἐμβάλλει τῷ ῥεύματι σὺν ἴλαις ἱπ-πέων τρισκαίδεκα· καὶ πρὸς ἐναντία βέληκαὶ τόπους ἀποῤῥῶγας ὅπλοις καταπε-φραγμένους καὶ ἵπποις ἐλαύνων, καὶ διὰ

34

Πλαταιεῖς τῶν Θηβαίων κατηγόρησαν.ὑπεξελόμενος δὲ τοὺς ἱερεῖς καὶ τοὺςξένους τῶν Μακεδόνων ἅπαντας καὶ τοὺςἀπὸ Πινδάρου γεγονότας καὶ τοὺς ὑπενα-ντιωθέντας τοῖς ψηφισαμένοις τὴν ἀπόστα-σιν, ἀπέδοτο τοὺς ἄλλους, περὶ τρισμυρί-ους γενομένους· οἱ δ’ ἀποθανόντες ὑπὲρἑξακισχιλίους ἦσαν.[12] Ἐν δὲ τοῖς πολλοῖς πάθεσι καὶ χαλε-ποῖς ἐκείνοις ἃ τὴν πόλιν κατεῖχε Θρᾷκέςτινες ἐκκόψαντες οἰκίαν Τιμοκλείας, γυ-ναικὸς ἐνδόξου καὶ σώφρονος, αὐτοὶ μὲν τὰχρήματα διήρπαζον, ὁ δ’ ἡγεμὼν τῇ γυναι-κὶ πρὸς βίαν συγγενόμενος καὶ καταισχύ-νας, ἀνέκρινεν εἴ που χρυσίον ἔχοι κεκρυμ-μένον ἢ ἀργύριον. ἡ δ’ ἔχειν ὡμολόγησε,καὶ μόνον εἰς τὸν κῆπον ἀγαγοῦσα καὶ δεί-ξασα φρέαρ, ἐνταῦθ’ ἔφη τῆς πόλεως ἁλι-σκομένης καταβαλεῖν αὐτὴ τὰ τιμιώτατατῶν χρημάτων. ἐγκύπτοντος δὲ τοῦΘρᾳκὸς καὶ κατασκεπτομένου τὸν τόπον,

27

τεθεραπευμένους ὑπὸ τοῦ Καίσαρος ἐκ-κρούσαντος τῷ χρόνῳ τὸ πρᾶγμα καὶ τὴνἡμέραν ἐν τῷ λέγειν κατατρίψαντος, ἔγνωτὸν θρίαμβον ἀφεὶς ὁ Καῖσαρ ἔχεσθαι τῆςὑπατείας· καὶ παρελθὼν εὐθὺς ὑποδύεταιπολίτευμά τι πάντας ἀνθρώπους ἐξαπα-τῆσαν πλὴν Κάτωνος· ἦν δὲ τοῦτο διαλλα-γὴ Πομπηΐου καὶ Κράσσου, τῶν μέγιστονἐν τῇ πόλει δυναμένων· οὓς συναγαγὼν ὁΚαῖσαρ εἰς φιλίαν ἐκ διαφορᾶς καὶ τὴν ἀπ’ἀμφοῖν συνενεγκάμενος ἰσχὺν εἰς ἑαυτόν,ἔργῳ φιλάνθρωπον ἔχοντι προσηγορίανἔλαθε μεταστήσας τὴν πολιτείαν. οὐ γάρ,ὡς οἱ πλεῖστοι νομίζουσιν, ἡ Καίσαρος καὶΠομπηΐου διαφορὰ τοὺς ἐμφυλίους ἀπειρ-γάσατο πολέμους, ἀλλὰ μᾶλλον ἡ φιλία,συστάντων ἐπὶ καταλύσει τῆς ἀριστοκρατί-ας τὸ πρῶτον, εἶθ’ οὕτως καὶ πρὸς ἀλλή-λους διαστάντων. Κάτωνι δὲ πολλάκις τὰμέλλοντα προθεσπίζοντι περιῆν δυσκόλουμὲν ἀνθρώπου τότε καὶ πολυπράγμονος,

196

τοῖς ἀρίστοις φόβον ὡς ἐπὶ πᾶν θρασύτη-τος προάξων τὸν δῆμον.Ὅθεν οἱ περὶ Πίσωνα καὶ Κάτλον ᾐτιῶντοΚικέρωνα, φεισάμενον Καίσαρος ἐν τοῖςπερὶ Κατιλίναν λαβὴν παρασχόντος. ὁ γὰρδὴ Κατιλίνας οὐ μόνον τὴν πολιτείαν μετα-βαλεῖν, ἀλλ’ ὅλην ἀνελεῖν τὴν ἡγεμονίανκαὶ πάντα τὰ πράγματα συγχέαι διανοη-θείς, αὐτὸς μὲν ἐξέπεσε, περιπταίσας ἐλάτ-τοσιν ἐλέγχοις πρὸ τοῦ τὰς ἐσχάτας αὐτοῦβουλὰς ἀποκαλυφθῆναι, Λέντλον δὲ καὶΚέθηγον ἐν τῇ πόλει διαδόχους ἀπέλιπετῆς συνωμοσίας· οἷς εἰ μὲν κρύφα παρεῖχέτι θάρσους καὶ δυνάμεως ὁ Καῖσαρ, ἄδηλόνἐστιν, ἐν δὲ τῇ βουλῇ κατὰ κράτος ἐξελεγ-χθέντων, καὶ Κικέρωνος τοῦ ὑπάτουγνώμας ἐρωτῶντος περὶ κολάσεως ἕκα-στον, οἱ μὲν ἄλλοι μέχρι Καίσαρος θανατο-ῦν ἐκέλευον, ὁ δὲ Καῖσαρ ἀναστὰς λόγονδιῆλθε πεφροντισμένον, ὡς ἀποκτεῖναι μὲνἀκρίτους ἄνδρας ἀξιώματι καὶ γένει λα-

185

ἔωσεν αὐτὸν ἐξόπισθεν γενομένη, καὶ τῶνλίθων ἐπεμβαλοῦσα πολλοὺς ἀπέκτεινεν.ὡς δ’ ἀνήχθη πρὸς Ἀλέξανδρον ὑπὸ τῶνΘρᾳκῶν δεδεμένη, πρῶτον μὲν ἀπὸ τῆςὄψεως καὶ τῆς βαδίσεως ἐφάνη τις ἀξιωμα-τικὴ καὶ μεγαλόφρων, ἀνεκπλήκτως καὶἀδεῶς ἑπομένη τοῖς ἄγουσιν· ἔπειτα τοῦβασιλέως ἐρωτήσαντος ἥτις εἴη γυναικῶν,ἀπεκρίνατο Θεαγένους ἀδελφὴ γεγονέναιτοῦ παραταξαμένου πρὸς Φίλιππον ὑπὲρτῆς τῶν Ἑλλήνων ἐλευθερίας καὶ πεσόντοςἐν Χαιρωνείᾳ στρατηγοῦντος. θαυμάσαςοὖν ὁ Ἀλέξανδρος αὐτῆς καὶ τὴν ἀπόκρισινκαὶ τὴν πρᾶξιν, ἐκέλευσεν ἐλευθέρανἀπιέναι μετὰ τῶν τέκνων.[13]Ἀθηναίοις δὲ διηλλάγη, καίπερ οὐ με-τρίως ἐνεγκοῦσι τὸ περὶ Θήβας δυστύχη-μα· καὶ γὰρ τὴν τῶν μυστηρίων ἑορτὴν ἐνχερσὶν ἔχοντες ὑπὸ πένθους ἀφῆκαν, καὶτοῖς καταφυγοῦσιν ἐπὶ τὴν πόλιν ἁπάντωνμετεδίδοσαν τῶν φιλανθρώπων. ἀλλ’ εἴτε

28

τησαμένου δὲ τοῦ Περδίκκου τὴν διαγε-γραμμένην κτῆσιν αὐτῷ, καὶ τῶν ἄλλωνφίλων ἔνιοι τὸ αὐτὸ ἐποίησαν. τοῖς δὲ λαμ-βάνουσι καὶ δεομένοις προθύμως ἐχαρίζε-το, καὶ τὰ πλεῖστα τῶν ἐν Μακεδονίᾳ δια-νέμων οὕτως κατηνάλωσε.Τοιαύτῃ μὲν οὖν ὁρμῇ καὶ παρασκευῇ δια-νοίας τὸν Ἑλλήσποντον διεπέρασεν. ἀνα-βὰς δ’ εἰς Ἴλιον, ἔθυσε τῇ Ἀθηνᾷ καὶ τοῖςἥρωσιν ἔσπεισε. τὴν δ’ Ἀχιλλέως στήληνἀλειψάμενος λίπα, καὶ μετὰ τῶν ἑταίρωνσυναναδραμὼν γυμνὸς ὥσπερ ἔθος ἐστίν,ἐστεφάνωσε, μακαρίσας αὐτὸν ὅτι καὶ ζῶνφίλου πιστοῦ καὶ τελευτήσας μεγάλου κή-ρυκος ἔτυχεν. ἐν δὲ τῷ περιϊέναι καὶ θε-ᾶσθαι τὰ κατὰ τὴν πόλιν ἐρομένου τινὸςαὐτόν, εἰ βούλεται τὴν Ἀλεξάνδρου λύρανἰδεῖν, ἐλάχιστα φροντίζειν ἐκείνης ἔφη, τὴνδ’ Ἀχιλλέως ζητεῖν, ᾗ τὰ κλέα καὶ τὰςπράξεις ὕμνει τῶν ἀγαθῶν ἀνδρῶν ἐκεῖνος.[16]Ἐν δὲ τούτῳ τῶν Δαρείου στρατηγῶν

33

μπροὺς οὐ δοκεῖ πάτριον οὐδὲ δίκαιον εἶναιμὴ μετὰ τῆς ἐσχάτης ἀνάγκης· εἰ δὲ φρου-ροῖντο δεθέντες ἐν πόλεσι τῆς Ἰταλίας, ἃςἂν αὐτὸς ἕληται Κικέρων, μέχρι <ἂν> οὗκαταπολεμηθῇ Κατιλίνας, ὕστερον ἐν εἰρή-νῃ καὶ καθ’ ἡσυχίαν περὶ ἑκάστου τῇ βου-λῇ γνῶναι παρέξειν.[8] Οὕτω δὲ τῆς γνώμης φιλανθρώπου φα-νείσης καὶ τοῦ λόγου δυνατῶς ἐπ’ αὐτῇ ῥη-θέντος, οὐ μόνον οἱ μετὰ τοῦτον ἀνιστάμε-νοι προσετίθεντο, πολλοὶ δὲ καὶ τῶν πρὸαὐτοῦ τὰς εἰρημένας γνώμας ἀπειπάμενοιπρὸς τὴν ἐκείνου μετέστησαν, ἕως ἐπὶΚάτωνα τὸ πρᾶγμα καὶ Κάτλον περιῆλθε.τούτων δὲ νεανικῶς ἐναντιωθέντων, Κάτω-νος δὲ καὶ τὴν ὑπόνοιαν ἅμα τῷ λόγῳ συνε-περείσαντος αὐτῷ καὶ συγκατεξανα-στάντος ἐῤῥωμένως, οἱ μὲν ἄνδρες ἀποθα-νούμενοι παρεδόθησαν, Καίσαρι δὲ τῆςβουλῆς ἐξιόντι πολλοὶ τῶν Κικέρωνα φρου-ρούντων τότε νέων γυμνὰ τὰ ξίφη συνδρα-

186

ταῖς πόλεσι καθιστὰς καὶ μάλιστα τὰς τῶνχρεωφειλετῶν καὶ δανειστῶν ἰώμενος δια-φοράς. ἔταξε γὰρ τῶν προσιόντων τοῖςὀφείλουσι καθ’ ἕκαστον ἐνιαυτὸν δύο μὲνμέρη τὸν δανειστὴν ἀναιρεῖσθαι, τῷ δὲ λοι-πῷ χρῆσθαι τὸν δεσπότην, ἄχρι ἂν οὕτωςἐκλυθῇ τὸ δάνειον. ἐπὶ τούτοις εὐδοκιμῶν,ἀπηλλάγη τῆς ἐπαρχίας, αὐτός τε πλού-σιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφελη-κὼς ἀπὸ τῶν στρατειῶν, καὶ προσηγορευ-μένος αὐτοκράτωρ ὑπ’ αὐτῶν.[13] Ἐπεὶ δὲ τοὺς μὲν μνωμένους θρίαμβονἔξω διατρίβειν ἔδει, τοὺς δὲ μετιόνταςὑπατείαν παρόντας ἐν τῇ πόλει τοῦτοπράττειν, ἐν τοιαύτῃ γεγονὼς ἀντινομίᾳ,καὶ πρὸς αὐτὰς τὰς ὑπατικὰς ἀφιγμένοςἀρχαιρεσίας, ἔπεμψε πρὸς τὴν σύγκλητοναἰτούμενος αὐτῷ δοθῆναι παραγγέλλειν εἰςὑπατείαν ἀπόντι διὰ τῶν φίλων. Κάτωνοςδὲ πρῶτον μὲν ἰσχυριζομένου τῷ νόμῳπρὸς τὴν ἀξίωσιν, εἶθ’ ὡς ἑώρα πολλοὺς

195

[15] Τῆς δὲ στρατιᾶς τὸ πλῆθος οἱ μὲνἐλάχιστον λέγοντες τρισμυρίους πεζοὺςκαὶ τετρακισχιλίους ἱππεῖς, οἱ δὲ πλεῖστονπεζοὺς μὲν τετρακισμυρίους καὶ τρισχιλί-ους, ἱππέας δὲ πεντακισχιλίους ἀνα-γράφουσιν. ἐφόδιον δὲ τούτοις οὐ πλέονἑβδομήκοντα ταλάντων ἔχειν αὐτὸν Ἀρι-στόβουλος ἱστορεῖ, Δοῦρις δὲ τριάκονταμόνον ἡμερῶν διατροφήν, Ὀνησίκριτος δὲκαὶ διακόσια τάλαντα προσοφείλειν. ἀλλὰκαίπερ ἀπὸ μικρῶν καὶ στενῶν οὕτως ὁρ-μώμενος, οὐ πρότερον ἐπέβη τῆς νεώς, ἢτὰ τῶν ἑταίρων πράγματα σκεψάμενοςἀπονεῖμαι τῷ μὲν ἀγρόν, τῷ δὲ κώμην, τῷδὲ συνοικίας πρόσοδον ἢ λιμένος. ἤδη δὲκατανηλωμένων καὶ διαγεγραμμένων σχε-δὸν ἁπάντων τῶν βασιλικῶν, ὁ Περδίκκας"σεαυτῷ δ’" εἶπεν "ὦ βασιλεῦ τί καταλεί-πεις;" τοῦ δὲ φήσαντος ὅτι τὰς ἐλπίδας,"οὐκοῦν" ἔφη "καὶ ἡμεῖς τούτων κοινωνή-σομεν οἱ μετὰ σοῦ στρατευόμενοι". παραι-

32

μεστὸς ὢν ἤδη τὸν θυμὸν ὥσπερ οἱ λέο-ντες, εἴτ’ ἐπιεικὲς ἔργον ὠμοτάτῳ καὶ σκυ-θρωποτάτῳ παραβαλεῖν βουλόμενος, οὐμόνον ἀφῆκεν αἰτίας πάσης, ἀλλὰ καὶ προ-σέχειν ἐκέλευσε τοῖς πράγμασι τὸν νοῦντὴν πόλιν, ὡς εἴ τι συμβαίη περὶ αὐτὸν, ἄρ-ξουσαν τῆς Ἑλλάδος. ὕστερον μέντοι πολ-λάκις αὐτὸν ἡ Θηβαίων ἀνιᾶσαι συμφορὰλέγεται καὶ πρᾳότερον οὐκ ὀλίγοις παρα-σχεῖν. ὅλως δὲ καὶ τὸ περὶ Κλεῖτον ἔργονἐν οἴνῳ γενόμενον, καὶ τὴν πρὸς Ἰνδοὺςτῶν Μακεδόνων ἀποδειλίασιν, ὥσπερ ἀτε-λῆ τὴν στρατείαν καὶ τὴν δόξαν αὐτοῦ προ-εμένων, εἰς μῆνιν ἀνῆγε Διονύσου καὶ νέμε-σιν. ἦν δὲ Θηβαίων οὐδεὶς τῶν περιγενο-μένων, ὃς ἐντυχών τι καὶ δεηθεὶς ὕστερονοὐ διεπράξατο παρ’ αὐτοῦ. ταῦτα μὲν τὰπερὶ Θήβας.[14] Εἰς δὲ τὸν Ἰσθμὸν τῶν Ἑλλήνων συλ-λεγέντων καὶ ψηφισαμένων ἐπὶ Πέρσαςμετ’ Ἀλεξάνδρου στρατεύειν, ἡγεμὼν ἀνη-

29

δὲ Καίσαρα σπουδάσαντα πρὸς αὐτοὺςεἰπεῖν· „ἐγὼ μὲν <μᾶλλον ἂν> ἐβουλόμηνπαρὰ τούτοις εἶναι μᾶλλον πρῶτος ἢ παρὰῬωμαίοις δεύτερος“. ὁμοίως δὲ πάλιν ἐνἸβηρίᾳ σχολῆς οὔσης ἀναγινώσκοντά τιτῶν περὶ Ἀλεξάνδρου γεγραμμένωνσφόδρα γενέσθαι πρὸς ἑαυτῷ πολὺνχρόνον, εἶτα καὶ δακρῦσαι· τῶν δὲ φίλωνθαυμασάντων τὴν αἰτίαν εἰπεῖν· „οὐ δοκεῖὑμῖν ἄξιον εἶναι λύπης, εἰ τηλικοῦτος μὲνὢν Ἀλέξανδρος ἤδη τοσούτων ἐβασίλευεν,ἐμοὶ δὲ λαμπρὸν οὐδὲν οὔπω πέπρακται;“[12] Τῆς δ’ οῦν Ἰβηρίας ἐπιβὰς εὐθὺς ἦνἐνεργός, ὥσθ’ ἡμέραις ὀλίγαις δέκα σπεί-ρας συναγαγεῖν πρὸς ταῖς πρότερον οὔσαιςεἴκοσι, καὶ στρατεύσας ἐπὶ Καλαϊκοὺς καὶΛυσιτανοὺς κρατῆσαι καὶ προελθεῖν ἄχριτῆς ἔξω θαλάσσης, τὰ μὴ πρότερον ὑπα-κούοντα Ῥωμαίοις ἔθνη καταστρεφόμενος.θέμενος δὲ τὰ τοῦ πολέμου καλῶς, οὐ χε-ῖρον ἐβράβευε τὰ τῆς εἰρήνης, ὁμόνοιάν τε

194

μόντες ἐπέσχον. ἀλλὰ Κουρίων τε λέγεταιτῇ τηβέννῳ περιβαλὼν ὑπεξαγαγεῖν, αὐτόςθ’ ὁ Κικέρων ὡς οἱ νεανίσκοι προσέβλεψανἀνανεῦσαι, φοβηθεὶς τὸν δῆμον, ἢ τὸνφόνον ὅλως ἄδικον καὶ παράνομον ἡγούμε-νος. τοῦτο μὲν οὖν οὐκ οἶδ’ ὅπως ὁ Κι-κέρων, εἴπερ ἦν ἀληθές, ἐν τῷ περὶ τῆςὑπατείας οὐκ ἔγραψεν· αἰτίαν δ’ εἶχενὕστερον ὡς ἄριστα τῷ καιρῷ τότε παρα-σχόντι κατὰ τοῦ Καίσαρος μὴ χρησάμενος,ἀλλ’ ἀποδειλιάσας πρὸς τὸν δῆμον, ὑπερ-φυῶς περιεχόμενον τοῦ Καίσαρος· ὅς γεκαὶ μετ’ ὀλίγας ἡμέρας, εἰς τὴν βουλὴνεἰσελθόντος αὐτοῦ καὶ περὶ ὧν ἐν ὑποψίαιςἦν ἀπολογουμένου καὶ περιπίπτοντος θορύ-βοις πονηροῖς, ἐπειδὴ πλείων τοῦ συνήθουςἐγίγνετο τῇ βουλῇ καθεζομένῃ χρόνος,ἐπῆλθε μετὰ κραυγῆς καὶ περιέστη τὴν σύ-γκλητον, ἀπαιτῶν τὸν ἄνδρα καὶ κελεύωνἀφεῖναι.Διὸ καὶ Κάτων φοβηθεὶς μάλιστα τὸν ἐκ

187

γορεύθη. πολλῶν δὲ καὶ πολιτικῶν ἀνδρῶνκαὶ φιλοσόφων ἀπηντηκότων αὐτῷ καὶ συ-νηδομένων, ἤλπιζε καὶ Διογένην τὸν Σινω-πέα ταὐτὸ ποιήσειν, διατρίβοντα περὶΚόρινθον. ὡς δ’ ἐκεῖνος ἐλάχιστον Ἀλεξάν-δρου λόγον ἔχων ἐν τῷ Κρανείῳ σχολὴνἦγεν, αὐτὸς ἐπορεύετο πρὸς αὐτόν· ἔτυχεδὲ κατακείμενος ἐν ἡλίῳ. καὶ μικρὸν μὲνἀνεκάθισεν, ἀνθρώπων τοσούτων ἐπερχο-μένων, καὶ διέβλεψεν εἰς τὸν Ἀλέξανδρον.ὡς δ’ ἐκεῖνος ἀσπασάμενος καὶ προσειπὼναὐτὸν ἠρώτησεν, εἴ τινος τυγχάνει δεόμε-νος, "μικρὸν" εἶπεν· "ἀπὸ τοῦ ἡλίου με-τάστηθι". πρὸς τοῦτο λέγεται τὸν Ἀλέξαν-δρον οὕτω διατεθῆναι καὶ θαυμάσαι κατα-φρονηθέντα τὴν ὑπεροψίαν καὶ τὸ μέγεθοςτοῦ ἀνδρός, ὥστε τῶν περὶ αὐτὸν ὡς ἀπῄε-σαν διαγελώντων καὶ σκωπτόντων, "ἀλλὰμὴν ἐγὼ" εἶπεν "εἰ μὴ Ἀλέξανδρος ἤμην,Διογένης ἂν ἤμην".Βουλόμενος δὲ τῷ θεῷ χρήσασθαι περὶ τῆς

30

στρατείας, ἦλθεν εἰς Δελφούς, καὶ κατὰ τύ-χην ἡμερῶν ἀποφράδων οὐσῶν, ἐν αἷς οὐνενόμισται θεμιστεύειν, πρῶτον μὲν ἔπε-μπε παρακαλῶν τὴν πρόμαντιν. ὡς δ’ ἀρ-νουμένης καὶ προϊσχομένης τὸν νόμοναὐτὸς ἀναβὰς βίᾳ πρὸς τὸν ναὸν εἷλκεναὐτήν, ἡ δ’ ὥσπερ ἐξηττημένη τῆς σπου-δῆς εἶπεν· "ἀνίκητος εἶ ὦ παῖ," τοῦτ’ ἀκού-σας ὁ Ἀλέξανδρος οὐκέτ’ ἔφη χρῄζεινἑτέρου μαντεύματος, ἀλλ’ ἔχειν ὃν ἐβούλε-το παρ’ αὐτῆς χρησμόν.Ἐπεὶ δ’ ὥρμησε πρὸς τὴν στρατείαν, ἄλλατ’ ἐδόκει σημεῖα παρὰ τοῦ δαιμονίου γε-νέσθαι, καὶ τὸ περὶ Λείβηθρα τοῦ Ὀρφέωςξόανον (ἦν δὲ κυπαρίττινον) ἱδρῶτα πολὺνὑπὸ τὰς ἡμέρας ἐκείνας ἀφῆκε. φοβου-μένων δὲ πάντων τὸ σημεῖον, Ἀρίστανδροςἐκέλευε θαῤῥεῖν, ὡς ἀοιδίμους καὶ περιβο-ήτους κατεργασόμενον πράξεις, αἳ πολὺνἱδρῶτα καὶ πόνον ὑμνοῦσι ποιηταῖς καὶμουσικοῖς παρέξουσι.

31

τῶν ἀπόρων νεωτερισμόν, οἳ τοῦ παντὸςὑπέκκαυμα πλήθους ἦσαν ἐν τῷ Καίσαριτὰς ἐλπίδας ἔχοντες, ἔπεισε τὴν σύγκλητονἀπονεῖμαι σιτηρέσιον αὐτοῖς ἔμμηνον, ἐξοὗ δαπάνης μὲν ἑπτακόσιαι πεντήκονταμυριάδες ἐνιαύσιοι προσεγένοντο τοῖς ἄλ-λοις ἀναλώμασι, τὸν μέντοι μέγαν ἐν τῷπαρόντι φόβον ἔσβεσε περιφανῶς τὸ πολί-τευμα τοῦτο καὶ [τὸ] πλεῖστον ἀπέῤῥηξετῆς Καίσαρος δυνάμεως καὶ διεσκέδασενἐν καιρῷ, στρατηγεῖν μέλλοντος καὶ φοβε-ρωτέρου διὰ τὴν ἀρχὴν ὄντος.[9] Οὐ μὴν ἀπέβη τι ταραχῶδες ἀπ’αὐτῆς, ἀλλὰ καὶ τύχη τις ἄχαρις τῷ Καί-σαρι συνηνέχθη περὶ τὸν οἶκον. ΠόπλιοςΚλώδιος ἦν ἀνὴρ γένει μὲν εὐπατρίδης καὶπλούτῳ καὶ λόγῳ λαμπρός, ὕβρει δὲ καὶθρασύτητι τῶν ἐπὶ βδελυρίᾳ περιβοήτωνοὐδενὸς δεύτερος. οὗτος ἤρα Πομπηΐας τῆςΚαίσαρος γυναικός, οὐδ’ αὐτῆς ἀκούσης,ἀλλὰ φυλακαί τε τῆς γυναικωνίτιδος ἀκρι-

188

λύσαντες ἀδοξήσωσι παρὰ τοῖς ἀρίστοις.[11] Ὁ δὲ Καῖσαρ εὐθὺς ἀπὸ τῆς στρατη-γίας τῶν ἐπαρχιῶν τὴν Ἰβηρίαν λαβών, ὡςἦν δυσδιάθετον αὐτῷ τὸ περὶ τοὺς δανει-στάς, ἐνοχλοῦντας ἐξιόντι καὶ καταβο-ῶντας, ἐπὶ Κράσσον κατέφυγε, πλουσιώτα-τον ὄντα Ῥωμαίων, δεόμενον δὲ τῆς Καί-σαρος ἀκμῆς καὶ θερμότητος ἐπὶ τὴν πρὸςΠομπήϊον ἀντιπολιτείαν. ἀναδεξαμένου δὲτοῦ Κράσσου τοὺς μάλιστα χαλεποὺς καὶἀπαραιτήτους τῶν δανειστῶν, καὶ διεγγυή-σαντος ὀκτακοσίων καὶ τριάκοντα τα-λάντων οὕτως ἐξῆλθεν ἐπὶ τὴν ἐπαρχίαν.λέγεται δὲ τὰς Ἄλπεις ὑπερβάλλοντοςαὐτοῦ καὶ πολίχνιόν τι βαρβαρικόν, οἰκού-μενον ὑπ’ ἀνθρώπων παντάπασιν ὀλίγωνκαὶ λυπρόν, παρερχομένου, τοὺς ἑταίρουςἅμα γέλωτι καὶ μετὰ παιδιᾶς „ἦ που“φάναι „κἀνταῦθά τινές εἰσιν ὑπὲρ ἀρχῶνφιλοτιμίαι καὶ περὶ πρωτείων ἅμιλλαι καὶφθόνοι τῶν δυνατῶν πρὸς ἀλλήλους;“ τὸν

193

τῆς Συρίας μεγίστην πόλιν, ἐμπίπτειβῶλος εἰς τὸν ὦμον, ἀφεθεὶς ἄνωθεν ὑπ’ὄρνιθος· ὁ δ’ ὄρνις ὑφ’ ἓν τῶν μηχανη-μάτων καθίσας, ἔλαθεν ἐνσχεθεὶς τοῖς νευ-ρίνοις κεκρυφάλοις, οἷς πρὸς τὰς ἐπιστρο-φὰς τῶν σχοινίων ἐχρῶντο. καὶ τὸ σημεῖονἀπέβη κατὰ τὴν Ἀριστάνδρου πρόῤῥησιν·ἐτρώθη μὲν γὰρ Ἀλέξανδρος εἰς τὸν ὦμον,ἔλαβε δὲ τὴν πόλιν.Ἀποστέλλων δὲ πολλὰ τῶν λαφύρων Ὀλυ-μπιάδι καὶ Κλεοπάτρᾳ καὶ τοῖς φίλοις, κα-τέπεμψε καὶ Λεωνίδῃ τῷ παιδαγωγῷτάλαντα λιβανωτοῦ πεντακόσια καὶ σμύρ-νης ἑκατόν, ἀναμνησθεὶς παιδικῆς ἐλπίδος.ὁ γὰρ Λεωνίδης ὡς ἔοικεν ἐν θυσίᾳ ποτὲπρὸς τὸν Ἀλέξανδρον ἐπιδραξάμενον ἀμφο-τέραις ταῖς χερσὶ καὶ καθαγίσαντα τοῦ θυ-μιάματος, "ὅταν" ἔφη "τῆς ἀρωματοφόρουκρατήσῃς Ἀλέξανδρε, πλουσίως οὕτως ἐπι-θυμιάσεις· νῦν δὲ φειδομένως χρῶ τοῖς πα-ροῦσι". τότ’ οὖν Ἀλέξανδρος ἔγραψε πρὸς

60

φασι, τῶν δεσμῶν τυφλὰς ἐχόντων τὰς ἀρ-χὰς καὶ δι’ ἀλλήλων πολλάκις σκολιοῖςἑλιγμοῖς ὑποφερομένων, τὸν Ἀλέξανδρονἀμηχανοῦντα λῦσαι, διατεμεῖν τῇ μαχαίρᾳτὸ σύναμμα, καὶ πολλὰς ἐξ αὐτοῦ κοπέντοςἀρχὰς φανῆναι. Ἀριστόβουλος δὲ καὶ πάνυλέγει ῥᾳδίαν αὐτῷ γενέσθαι τὴν λύσιν, ἐξε-λόντι τοῦ ῥυμοῦ τὸν ἕστορα καλούμενον, ᾧσυνείχετο τὸ ζυγόδεσμον, εἶθ’ οὕτως ὑφελ-κύσαντι τὸν ζυγόν.Ἐντεῦθεν Παφλαγόνας τε καὶ Καππα-δόκας προσαγαγόμενος, καὶ τὴν Μέμνονοςἀκούσας τελευτήν, ὃς τῶν ἐπὶ θαλάττῃ Δα-ρείου στρατηγῶν ἐπίδοξος ἦν Ἀλεξάνδρῳπολλὰ πράγματα καὶ μυρίας ἀντιλήψειςκαὶ ἀσχολίας παρέξειν, ἐπεῤῥώσθη πρὸςτὴν ἄνω στρατείαν μᾶλλον.Ἤδη δὲ καὶ Δαρεῖος ἐκ Σούσων κατέβαι-νεν, ἐπαιρόμενός τε τῷ πλήθει τῆς δυνάμε-ως (ἑξήκοντα γὰρ ἦγε μυριάδας στρατοῦ),καί τινος ὀνείρου θαῤῥύνοντος αὐτόν, ὃν οἱ

41

ἄλλας τε δεινὰς ἀσελγείας καταμαρτυρο-ῦντες, καὶ μοιχείαν ἀδελφῆς ἣ Λευκούλλῳσυνῳκήκει. πρὸς δὲ τὰς τούτων σπουδὰς ὁδῆμος ἀντιτάξας ἑαυτὸν ἤμυνε τῷ Κλωδίῳκαὶ μέγα πρὸς τοὺς δικαστὰς ὄφελος ἦν,ἐκπεπληγμένους καὶ δεδοικότας τὸπλῆθος. ὁ δὲ Καῖσαρ ἀπεπέμψατο μὲνεὐθὺς τὴν Πομπηΐαν, μάρτυς δὲ πρὸς τὴνδίκην κληθείς, οὐδὲν ἔφη τῶν λεγομένωνκατὰ τοῦ Κλωδίου γιγνώσκειν. ὡς δὲ τοῦλόγου παραδόξου φανέντος ὁ κατήγοροςἠρώτησε „πῶς οὖν ἀπεπέμψω τὴν γυνα-ῖκα;“ „ὅτι“ ἔφη „τὴν ἐμὴν ἠξίουν μηδ’ὑπονοηθῆναι“. ταῦθ’ οἱ μὲν οὕτω φρονο-ῦντα τὸν Καίσαρα λέγουσιν εἰπεῖν, οἱ δὲτῷ δήμῳ χαριζόμενον, ὡρμημένῳ σῴζειντὸν Κλώδιον. ἀποφεύγει δ’ οὖν τὸ ἔγκλη-μα, τῶν πλείστων δικαστῶν συγκεχυ-μένοις τοῖς γράμμασι τὰς γνώμας ἀπο-δόντων, ὅπως μήτε παρακινδυνεύσωσιν ἐντοῖς πολλοῖς καταψηφισάμενοι, μήτ’ ἀπο-

192

βεῖς ἦσαν, ἥ τε μήτηρ τοῦ Καίσαρος Αὐρη-λία γυνὴ σώφρων περιέπουσα τὴν νύμφηνἀεὶ χαλεπὴν καὶ παρακεκινδυνευμένηναὐτοῖς ἐποίει τὴν ἔντευξιν.Ἔστι δὲ Ῥωμαίοις θεὸς ἣν Ἀγαθὴν ὀνο-μάζουσιν, ὥσπερ Ἕλληνες Γυναικείαν, καὶΦρύγες μὲν οἰκειούμενοι Μίδα μητέρα τοῦβασιλέως γενέσθαι φασί, Ῥωμαῖοι δὲ νύμ-φην δρυάδα Φαύνῳ συνοικήσασαν, Ἕλλη-νες δὲ τῶν Διονύσου μητέρων τὴν ἄῤῥητον.ὅθεν ἀμπελίνοις τε τὰς σκηνὰς κλήμασινἑορτάζουσαι κατερέφουσι, καὶ δράκων ἱε-ρὸς παρακαθίδρυται τῇ θεῷ κατὰ τὸνμῦθον. ἄνδρα δὲ προσελθεῖν οὐ θέμις οὐδ’ἐπὶ τῆς οἰκίας γενέσθαι τῶν ἱερῶν ὀργιαζο-μένων, αὐταὶ δὲ καθ’ ἑαυτὰς αἱ γυναῖκεςπολλὰ τοῖς Ὀρφικοῖς ὁμολογοῦντα δρᾶνλέγονται περὶ τὴν ἱερουργίαν. ὅταν οὖν ὁτῆς ἑορτῆς καθήκῃ χρόνος, ***** ὑπατεύ-οντος ἢ στρατηγοῦντος ἀνδρός, αὐτὸς μὲνἐξίσταται καὶ πᾶν τὸ ἄῤῥεν, ἡ δὲ γυνὴ τὴν

189

μάγοι πρὸς χάριν ἐξηγοῦντο μᾶλλον ἢκατὰ τὸ εἰκός. ἔδοξε γὰρ πυρὶ νέμεσθαιπολλῷ τὴν Μακεδόνων φάλαγγα, τὸν δ’Ἀλέξανδρον ἔχοντα στολήν, ἣν αὐτὸςἐφόρει πρότερον ἀστάνδης ὢν βασιλέως,ὑπηρετεῖν αὐτῷ· παρελθόντα δ’ εἰς τὸ τοῦΒήλου τέμενος, ἀφανῆ γενέσθαι. διὰ τού-των ὡς ἔοικεν ὑπεδηλοῦτο παρὰ τοῦ θεοῦλαμπρὰ μὲν γενήσεσθαι καὶ περιφανῆ τὰτῶν Μακεδόνων, Ἀλέξανδρον δὲ τῆς μὲνἈσίας κρατήσειν, ὥσπερ ἐκράτησε Δαρε-ῖος, ἐξ ἀστάνδου βασιλεὺς γενόμενος, ταχὺδὲ σὺν δόξῃ τὸν βίον ἀπολείψειν.[19] Ἔτι δὲ μᾶλλον ἐθάῤῥησε καταγνοὺςδειλίαν Ἀλεξάνδρου, πολὺν χρόνον ἐν Κιλι-κίᾳ διατρίψαντος. ἦν δ’ ἡ διατριβὴ διὰνόσον, ἣν οἱ μὲν ἐκ κόπων, οἱ δ’ ἐν τῷ τοῦΚύδνου ῥεύματι λουσαμένῳ καὶ καταπα-γέντι προσπεσεῖν λέγουσι. τῶν μὲν οὖν ἄλ-λων ἰατρῶν οὐδεὶς ἐθάῤῥει βοηθεῖν, ἀλλὰτὸν κίνδυνον οἰόμενοι πάσης ἰσχυρότερον

42

ἀναπαύοντος ἀπὸ πολλῶν ἀγώνων τῶνἔμπροσθεν, ὀλίγους δέ τινας, ὡς μὴ σχο-λάζοιεν οἱ πολέμιοι, τοῖς τείχεσι προσάγο-ντος, Ἀρίστανδρος ὁ μάντις ἐσφαγιάζετο,καὶ τὰ σημεῖα κατιδὼν θρασύτερον διωρί-σατο πρὸς τοὺς παρόντας ἐν ἐκείνῳ τῷμηνὶ πάντως ἁλώσεσθαι τὴν πόλιν. γενο-μένου δὲ χλευασμοῦ καὶ γέλωτος (ἦν γὰρ ἡτελευταία τοῦ μηνὸς ἡμέρα), διηπορημένοναὐτὸν ἰδὼν ὁ βασιλεύς, καὶ συμφιλοτιμού-μενος ἀεὶ τοῖς μαντεύμασιν, ἐκέλευε μη-κέτι τριακάδα τὴν ἡμέραν ἐκείνην, ἀλλὰτρίτην φθίνοντος ἀριθμεῖν, καὶ τῇ σάλπιγγισημήνας ἀπεπειρᾶτο τῶν τειχῶν ἐῤῥωμε-νέστερον ἤπερ ἐξ ἀρχῆς διενοήθη. γενο-μένης δὲ λαμπρᾶς ἐπιβολῆς, καὶ μηδὲ τῶνἐπὶ στρατοπέδου καρτερούντων, ἀλλὰ συ-ντρεχόντων καὶ προσβοηθούντων, ἀπεῖπονοἱ Τύριοι, καὶ τὴν πόλιν εἷλε κατ’ ἐκείνηντὴν ἡμέραν.Μετὰ δὲ ταῦτα πολιορκοῦντι Γάζαν αὐτῷ,

59

οἰκίαν παραλαβοῦσα διακοσμεῖ. καὶ τὰμέγιστα νύκτωρ τελεῖται, παιδιᾶς ἀναμε-μειγμένης ταῖς παννυχίσι, καὶ μουσικῆςἅμα πολλῆς παρούσης.[10] Ταύτην τότε τὴν ἑορτὴν τῆς Πομπη-ΐας ἐπιτελούσης, ὁ Κλώδιος οὔπω γενειῶν,καὶ διὰ τοῦτο λήσειν οἰόμενος, ἐσθῆτα καὶσκευὴν ψαλτρίας ἀναλαβὼν ἐχώρει, νέᾳ γυ-ναικὶ τὴν ὄψιν ἐοικώς· καὶ ταῖς θύραις ἐπι-τυχὼν ἀνεῳγμέναις, εἰσήχθη μὲν ἀδεῶςὑπὸ τῆς συνειδυίας θεραπαινίδος, ἐκείνηςδὲ προδραμούσης, ὡς τῇ Πομπηΐᾳφράσειε, καὶ γενομένης διατριβῆς, περι-μένειν μὲν ὅπου κατελείφθη τῷ Κλωδίῳμὴ καρτεροῦντι, πλανωμένῳ δ’ ἐν οἰκίᾳ με-γάλῃ καὶ περιφεύγοντι τὰ φῶτα προσπεσο-ῦσα τῆς Αὐρηλίας ἀκόλουθος, ὡς δὴ γυνὴγυναῖκα παίζειν προὐκαλεῖτο, καὶ μὴ βου-λόμενον εἰς τὸ μέσον εἷλκε, καὶ τίς ἐστικαὶ πόθεν ἐπυνθάνετο. τοῦ δὲ Κλωδίου φή-σαντος Ἅβραν περιμένειν Πομπηΐας, αὐτὸ

190

τοῦτο καλουμένην, καὶ τῇ φωνῇ γενομένουκαταφανοῦς, ἡ μὲν ἀκόλουθος εὐθὺς ἀπε-πήδησε κραυγῇ πρὸς τὰ φῶτα καὶ τὸνὄχλον, ἄνδρα πεφωρακέναι βοῶσα, τῶν δὲγυναικῶν διαπτοηθεισῶν, ἡ Αὐρηλία τὰμὲν ὄργια τῆς θεοῦ κατέπαυσε καὶ συνε-κάλυψεν, αὐτὴ δὲ τὰς θύρας ἀποκλεῖσαι κε-λεύσασα περιῄει τὴν οἰκίαν ὑπὸ λαμπάδων,ζητοῦσα τὸν Κλώδιον. εὑρίσκεται δ’ εἰςοἴκημα παιδίσκης ᾗ συνεισῆλθε καταπε-φευγώς, καὶ γενόμενος φανερὸς ὑπὸ τῶνγυναικῶν ἐξελαύνεται διὰ τῶν θυρῶν. τὸδὲ πρᾶγμα καὶ νυκτὸς εὐθὺς αἱ γυναῖκεςἀπιοῦσαι τοῖς αὑτῶν ἔφραζον ἀνδράσι, καὶμεθ’ ἡμέραν ἐχώρει διὰ τῆς πόλεως λόγος,ὡς ἀθέσμοις ἐπικεχειρηκότος τοῦ Κλωδίουκαὶ δίκην οὐ τοῖς ὑβρισμένοις μόνον, ἀλλὰκαὶ τῇ πόλει καὶ τοῖς θεοῖς ὀφείλοντος.Ἐγράψατο μὲν οὖν τὸν Κλώδιον εἷς τῶνδημάρχων ἀσεβείας, καὶ συνέστησαν ἐπ’αὐτὸν οἱ δυνατώτατοι τῶν ἀπὸ τῆς βουλῆς,

191

ταλαμβανούσης καὶ τῶν πολεμίων ἐγγὺςὄντων, ἀπαγορεύοντα καὶ βαρυνόμενον οὐχὑπομένων ἀπολιπεῖν, ἀλλ’ ἀνακαλούμενοςκαὶ παρακομίζων, ἔλαθε τοῦ στρατεύματοςἀποσπασθεὶς μετ’ ὀλίγων, καὶ σκότουςἅμα καὶ ῥίγους σφοδροῦ νυκτερεύων ἐν χω-ρίοις χαλεποῖς, εἶδεν οὐ πόῤῥω πυρὰ πολλὰκαιόμενα σποράδην τῶν πολεμίων. θαῤῥῶνδὲ τοῦ σώματος τῇ κουφότητι, καὶ τῷ πο-νεῖν αὐτὸς ἀεὶ παραμυθούμενος τὴν ἀπορί-αν τῶν Μακεδόνων, προσέδραμε τοῖς ἔγγι-στα πῦρ καίουσι, καὶ περικαθημένους τῇπυρᾷ δύο βαρβάρους πατάξας τῷ ἐγχειρι-δίῳ καὶ δαλὸν ἁρπάσας ἧκε πρὸς τοὺς ἑαυ-τοῦ κομίζων. ἐναύσαντες δὲ πῦρ πολύ,τοὺς μὲν εὐθὺς ἐφόβησαν ὥστε φυγεῖν,τοὺς δ’ ἐπιόντας ἐτρέψαντο, καὶ κατηυλί-σθησαν ἀκινδύνως. ταῦτα μὲν οὖν Χάρηςἱστόρηκεν.[25] Ἡ δὲ πολιορκία τοιοῦτον ἔσχε πέρας.Ἀλεξάνδρου τὴν μὲν πολλὴν τῆς δυνάμεως

58

εἶναι βοηθείας, ἐφοβοῦντο τὴν ἐκ τοῦ σφα-λῆναι διαβολὴν πρὸς τοὺς Μακεδόνας· Φί-λιππος δ’ ὁ Ἀκαρνὰν μοχθηρὰ μὲν ἑώρα τὰπερὶ αὐτὸν ὄντα, τῇ δὲ φιλίᾳ πιστεύων, καὶδεινὸν ἡγούμενος εἰ κινδυνεύοντι μὴ συ-γκινδυνεύσει, μέχρι τῆς ἐσχάτης πείραςβοηθῶν καὶ παραβαλλόμενος, ἐπεχείρησεφαρμακείᾳ καὶ συνέπεισεν αὐτὸν ὑπομεῖναικαὶ πιεῖν, σπεύδοντα ῥωσθῆναι πρὸς τὸνπόλεμον. ἐν τούτῳ δὲ Παρμενίων ἔπεμψενἐπιστολὴν ἀπὸ στρατοπέδου, διακελευόμε-νος αὐτῷ φυλάξασθαι τὸν Φίλιππον, ὡςὑπὸ Δαρείου πεπεισμένον ἐπὶ δωρεαῖς με-γάλαις καὶ γάμῳ θυγατρὸς ἀνελεῖνἈλέξανδρον. ὁ δὲ τὴν ἐπιστολὴν ἀναγνοὺςκαὶ μηδενὶ δείξας τῶν φίλων ὑπὸ τὸ προ-σκεφάλαιον ὑπέθηκεν. ὡς δὲ τοῦ καιροῦπαρόντος εἰσῆλθε μετὰ τῶν ἑταίρων ὁ Φί-λιππος, τὸ φάρμακον ἐν κύλικι κομίζων,ἐκείνῳ μὲν ἐπέδωκε τὴν ἐπιστολήν, αὐτὸςδὲ τὸ φάρμακον ἐδέξατο προθύμως καὶ

43

Καὶ καταλαμβάνει γράμματα μέλλονταδιαπλεῖν πρὸς αὐτὸν ἀπὸ τῶν ἐν Ῥώμῃ φί-λων, δηλοῦντα τὴν τῆς θυγατρὸς αὐτοῦ τε-λευτήν· τελευτᾷ δὲ τίκτουσα παρὰ Πομπη-ΐῳ. καὶ μέγα μὲν αὐτὸν ἔσχε Πομπήϊον,μέγα δὲ Καίσαρα πένθος, οἱ δὲ φίλοι συνε-ταράχθησαν, ὡς τῆς ἐν εἰρήνῃ καὶ ὁμονοίᾳτἆλλα νοσοῦσαν τὴν πολιτείαν φυλαττού-σης οἰκειότητος λελυμένης· καὶ γὰρ <καὶ>τὸ βρέφος εὐθὺς οὐ πολλὰς ἡμέρας μετὰτὴν μητέρα διαζῆσαν ἐτελεύτησε. τὴν μὲνοὖν Ἰουλίαν βίᾳ τῶν δημάρχων ἀράμενοντὸ πλῆθος εἰς τὸ Ἄρειον ἤνεγκε πεδίον,κἀκεῖ κηδευθεῖσα κεῖται.[24] Τοῦ δὲ Καίσαρος μεγάλην ἤδη τὴν δύ-ναμιν οὖσαν εἰς πολλὰ κατ’ ἀνάγκην χει-μάδια διελόντος, αὐτοῦ δὲ πρὸς τὴν Ἰταλί-αν ὥσπερ εἰώθει τραπομένου, πάντα μὲναὖθις ἀνεῤῥήγνυτο τὰ τῶν Γαλατῶν, καὶστρατοὶ μεγάλοι περιϊόντες ἐξέκοπτον τὰχειμάδια καὶ προσεμάχοντο τοῖς χαρα-

220

[15] Τοιαῦτα μὲν οὖν λέγεται γενέσθαι τὰπρὸ τῶν Γαλατικῶν. ὁ δὲ τῶν πολέμων οὓςἐπολέμησε μετὰ ταῦτα καὶ τῶν στρατειῶναἷς ἡμερώσατο τὴν Κελτικὴν χρόνος,ὥσπερ ἄλλην ἀρχὴν λαβόντος αὐτοῦ καὶκαταστάντος εἰς ἑτέραν τινὰ βίου καὶπραγμάτων καινῶν ὁδόν, οὐκ ἔστιν ὅτουτῶν μάλιστα τεθαυμασμένων ἐφ’ ἡγεμονίᾳκαὶ μεγίστων γεγονότων ἀπολείποντα πο-λεμιστὴν καὶ στρατηλάτην ἀπέδειξεναὐτόν· ἀλλ’ εἴτε Φαβίους καὶ Σκιπίωναςκαὶ Μετέλλους καὶ τοὺς κατ’ αὐτὸν ἢ μι-κρὸν ἔμπροσθεν αὐτοῦ, Σύλλαν καὶ Μάριονἀμφοτέρους τε Λευκούλλους, ἢ καὶ Πο-μπήϊον αὐτόν, οὗ κλέος ὑπουράνιον ἤνθειτότε παντοίας περὶ πόλεμον ἀρετῆς, παρα-βάλοι τις, αἱ Καίσαρος ὑπερβάλλουσιπράξεις, τὸν μὲν χαλεπότητι τόπων ἐν οἷςἐπολέμησε, τὸν δὲ μεγέθει χώρας ἣν προ-σεκτήσατο, τὸν δὲ πλήθει καὶ βίᾳ πολεμί-ων οὓς ἐνίκησε, τὸν δ’ ἀτοπίαις καὶ ἀπιστί-

201

ἀνυπόπτως, ὥστε θαυμαστὴν καὶ θεατρι-κὴν τὴν ὄψιν εἶναι, τοῦ μὲν ἀναγινώσκο-ντος, τοῦ δὲ πίνοντος, εἶθ’ ἅμα πρὸς ἀλλή-λους ἀποβλεπόντων οὐχ ὁμοίως, ἀλλὰ τοῦμὲν Ἀλεξάνδρου φαιδρῷ τῷ προσώπῳ καὶδιακεχυμένῳ τὴν πρὸς τὸν Φίλιππονεὐμένειαν καὶ πίστιν ἀποφαίνοντος, ἐκεί-νου δὲ πρὸς τὴν διαβολὴν ἐξισταμένου, καὶποτὲ μὲν θεοκλυτοῦντος καὶ πρὸς τὸνοὐρανὸν ἀνατείνοντος τὰς χεῖρας, ποτὲ δὲτῇ κλίνῃ περιπίπτοντος καὶ παρακαλο-ῦντος τὸν Ἀλέξανδρον εὐθυμεῖν καὶ προ-σέχειν αὐτῷ. τὸ γὰρ φάρμακον ἐν ἀρχῇκρατῆσαν τοῦ σώματος οἷον ἀπέωσε καὶκατέδυσεν εἰς βάθος τὴν δύναμιν, ὥστε καὶφωνὴν ἐπιλιπεῖν καὶ τὰ περὶ τὴν αἴσθησινἀσαφῆ καὶ μικρὰ κομιδῇ γενέσθαι, λιποθυ-μίας ἐπιπεσούσης. οὐ μὴν ἀλλὰ ταχέωςἀναληφθεὶς ὑπὸ τοῦ Φιλίππου καὶ ῥαΐσας,αὑτὸν ἐπέδειξε τοῖς Μακεδόσιν· οὐ γὰρἐπαύοντο πρὶν ἰδεῖν τὸν Ἀλέξανδρον ἀθυ-

44

ράς τε τῷ κολοσσῷ περιέβαλλον αὐτοῦ,καὶ καθήλουν πρὸς τὴν βάσιν, Ἀλεξανδρι-στὴν καλοῦντες. ἑτέραν δ’ ὄψιν Ἀλέξαν-δρος εἶδε κατὰ τοὺς ὕπνους· σάτυρος αὐτῷφανεὶς ἐδόκει προσπαίζειν πόῤῥωθεν, εἶταβουλομένου λαβεῖν ὑπεξέφευγε· τέλος δὲπολλὰ λιπαρήσαντος καὶ περιδραμόντος,ἦλθεν εἰς χεῖρας. οἱ δὲ μάντεις τοὔνομαδιαιροῦντες οὐκ ἀπιθάνως ἔφασαν αὐτῷ·"σὰ γενήσεται Τύρος". καὶ κρήνην δέ τιναδεικνύουσι, πρὸς ἣν κατὰ τοὺς ὕπνους ἰδεῖνἔδοξε τὸν σάτυρον.Διὰ μέσου δὲ τῆς πολιορκίας ἐπὶ τοὺςἌραβας τοὺς προσοικοῦντας τῷ Ἀντιλι-βάνῳ στρατεύσας, ἐκινδύνευσε διὰ τὸν παι-δαγωγὸν Λυσίμαχον· ἐξηκολούθησε γὰραὐτῷ, λέγων τοῦ Φοίνικος οὐκ εἶναι χεί-ρων οὐδὲ πρεσβύτερος. ἐπεὶ δὲ πλησιάσαςτοῖς ὀρεινοῖς καὶ τοὺς ἵππους ἀπολιπὼν πε-ζὸς ἐβάδιζεν, οἱ μὲν ἄλλοι πολὺ προῆλθον,αὐτὸς δὲ τὸν Λυσίμαχον, ἑσπέρας ἤδη κα-

57

αις ἠθῶν ἃ καθωμίλησε, τὸν δ’ ἐπιεικείᾳκαὶ πρᾳότητι πρὸς τοὺς ἁλισκομένους, τὸνδὲ δώροις καὶ χάρισι πρὸς τοὺς συστρα-τευομένους· πάντας δὲ τῷ πλείστας μεμα-χῆσθαι μάχας καὶ πλείστους ἀνῃρηκέναιτῶν ἀντιταχθέντων. ἔτη γὰρ οὐδὲ δέκα πο-λεμήσας περὶ Γαλατίαν, πόλεις μὲν ὑπὲρὀκτακοσίας κατὰ κράτος εἷλεν, ἔθνη δ’ἐχειρώσατο τριακόσια, μυριάσι δὲ παρατα-ξάμενος κατὰ μέρος τριακοσίαις, ἑκατὸνμὲν ἐν χερσὶ διέφθειρεν, ἄλλας δὲ τοσαύταςἐζώγρησεν.[16] Εὐνοίᾳ δὲ καὶ προθυμίᾳ στρατιωτῶνἐχρήσατο τοσαύτῃ περὶ αὑτόν, ὥστε τοὺςἑτέρων μηδὲν ἐν ταῖς ἄλλαις στρατείαιςδιαφέροντας ἀμάχους καὶ ἀνυποστάτουςφέρεσθαι πρὸς πᾶν δεινὸν ὑπὲρ τῆς Καίσα-ρος δόξης. οἷος ἦν τοῦτο μὲν Ἀκίλιος, ὃς ἐντῇ περὶ Μασσαλίαν ναυμαχίᾳ νεὼς πολεμί-ας ἐπιβεβηκώς, τὴν μὲν δεξιὰν ἀπεκόπηχεῖρα μαχαίρᾳ, τῇ δ’ ἀριστερᾷ τὸν θυρεὸν

202

Γαλατίαν, εἴκοσι δυεῖν δεούσας ἡμέρας ἐντῇ Γερμανικῇ διατετριφώς.Ἡ δ’ ἐπὶ τοὺς Βρεττανοὺς στρατεία τὴνμὲν τόλμαν εἶχεν ὀνομαστήν· πρῶτος γὰρεἰς τὸν ἑσπέριον Ὠκεανὸν ἐπέβη στόλῳ,καὶ διὰ τῆς Ἀτλαντικῆς θαλάττης στρατὸνἐπὶ πόλεμον κομίζων ἔπλευσε· καὶ νῆσονἀπιστουμένην ὑπὸ μεγέθους, καὶ πολλὴνἔριν παμπόλλοις συγγραφεῦσι παρασχο-ῦσαν, ὡς ὄνομα καὶ λόγος οὐ γενομένηςοὐδ’ οὔσης πέπλασται, κατασχεῖν ἐπιθέμε-νος, προήγαγεν ἔξω τῆς οἰκουμένης τὴνῬωμαίων ἡγεμονίαν. δὶς δὲ διαπλεύσας εἰςτὴν νῆσον ἐκ τῆς ἀντιπέρας Γαλατίας, καὶμάχαις πολλαῖς κακώσας τοὺς πολεμίουςμᾶλλον ἢ τοὺς ἰδίους ὠφελήσας (οὐδὲν γὰρὅ τι καὶ λαβεῖν ἦν ἄξιον ἀπ’ ἀνθρώπων κα-κοβίων καὶ πενήτων), οὐχ οἷον ἐβούλετοτῷ πολέμῳ τέλος ἐπέθηκεν, ἀλλ’ ὁμήρουςλαβὼν παρὰ τοῦ βασιλέως καὶ ταξάμενοςφόρους, ἀπῆρεν ἐκ τῆς νήσου.

219

ληθῆναι βουλόμενος· ἐνεπλήσθη δὲ καὶ τὸλοιπὸν εὐπορίας στρατόπεδον, καὶ γευ-σάμενοι τότε πρῶτον οἱ Μακεδόνες χρυσοῦκαὶ ἀργύρου καὶ γυναικῶν καὶ διαίτης βαρ-βαρικῆς, ὥσπερ κύνες ἔσπευδον ἁψάμενοιστίβου διώκειν καὶ ἀνιχνεύειν τὸν τῶνΠερσῶν πλοῦτον.Οὐ μὴν ἀλλ’ Ἀλεξάνδρῳ πρῶτον ἐδόκεικρατύνεσθαι τὰ πρὸς θαλάσσῃ. Κύπρον μὲνοὖν εὐθὺς οἱ βασιλεῖς ἧκον ἐγχειρίζοντεςαὐτῷ καὶ Φοινίκην πλὴν Τύρου. Τύρον δὲπολιορκῶν ἑπτὰ μῆνας χώμασι καὶ μηχα-ναῖς καὶ τριήρεσι διακοσίαις ἐκ θαλάττης,ὄναρ εἶδε τὸν Ἡρακλέα δεξιούμενον αὐτὸνἀπὸ τοῦ τείχους καὶ καλοῦντα. τῶν δὲ Τυ-ρίων πολλοῖς κατὰ τοὺς ὕπνους ἔδοξεν ὁἈπόλλων λέγειν, ὡς ἄπεισι πρὸς Ἀλέξαν-δρον· οὐ γὰρ ἀρέσκειν αὐτῷ τὰ πρασσόμε-να κατὰ τὴν πόλιν. ἀλλ’ οὗτοι μὲν ὥσπερἄνθρωπον αὐτομολοῦντα πρὸς τοὺς πολεμί-ους ἐπ’ αὐτοφώρῳ τὸν θεὸν εἰληφότες, σει-

56

μοῦντες.[20] Ἦν δέ τις ἐν τῷ Δαρείου στρατῷ πε-φευγὼς ἐκ Μακεδονίας ἀνὴρ Μακεδών,Ἀμύντας, οὐκ ἄπειρος τῆς Ἀλεξάνδρου φύ-σεως. οὗτος ὡρμημένον ἰδὼν Δαρεῖον εἴσωτῶν στενῶν βαδίζειν ἐπ’ Ἀλέξανδρον, ἐδε-ῖτο κατὰ χώραν ὑπομένειν ἐν πλάτος ἔχου-σι πεδίοις καὶ ἀναπεπταμένοις, πρὸς ἐλάτ-τονας πλήθει τοσούτῳ διαμαχούμενον.ἀποκριναμένου δὲ Δαρείου δεδιέναι μὴφθάσωσιν αὐτὸν ἀποδράντες οἱ πολέμιοικαὶ διαφυγὼν Ἀλέξανδρος, "ἀλλὰ τούτουγ’" εἶπεν "ὦ βασιλεῦ χάριν θάῤῥει· βαδιε-ῖται γὰρ ἐκεῖνος ἐπὶ σέ, καὶ σχεδὸν ἤδη βα-δίζει". ταῦτα λέγων Ἀμύντας οὐκ ἔπειθεν,ἀλλ’ ἀναστὰς ἐπορεύετο Δαρεῖος εἰς Κιλι-κίαν, ἅμα δ’ Ἀλέξανδρος εἰς Συρίαν ἐπ’ἐκεῖνον. ἐν δὲ τῇ νυκτὶ διαμαρτόντες ἀλλή-λων, αὖθις ἀνέστρεφον, Ἀλέξανδρος μὲνἡδόμενός τε τῇ συντυχίᾳ καὶ σπεύδων ἀπα-ντῆσαι περὶ τὰ στενά, Δαρεῖος δὲ τὴν προ-

45

Καὶ ταύτην λαβὼν αἰτίαν ἐπ’ αὐτοὺς ὁ Κα-ῖσαρ, ἄλλως δὲ δόξης ἐφιέμενος καὶ τοῦπρῶτος ἀνθρώπων στρατῷ διαβῆναι, τὸνῬῆνον ἐγεφύρου, πλάτος τε πολὺν ὄντακαὶ κατ’ ἐκεῖνο τοῦ χρόνου μάλιστα πλημ-μυροῦντα καὶ τραχὺν καὶ ῥοώδη, καὶ τοῖςκαταφερομένοις στελέχεσι καὶ ξύλοις πλη-γὰς καὶ σπαραγμοὺς ἐνδιδόντα κατὰ τῶνἐρειδόντων τὴν γέφυραν. ἀλλὰ ταῦτα προ-βόλοις ξύλων μεγάλων διὰ τοῦ πόρου κα-ταπεπηγότων ἀναδεχόμενος, καὶ χαλι-νώσας τὸ προσπῖττον ῥεῦμα τῷ ζεύγματι,πίστεως πάσης θέαμα κρεῖττον ἐπεδείξατοτὴν γέφυραν ἡμέραις δέκα συντελεσθεῖσαν.[23] Περαιώσας δὲ τὴν δύναμιν, οὐδενὸςὑπαντῆσαι τολμήσαντος, ἀλλὰ καὶ τῶνἡγεμονικωτάτων τοῦ Γερμανικοῦ Σουήβωνεἰς βαθεῖς καὶ ὑλώδεις αὐλῶνας ἀνασκευα-σαμένων, πυρπολήσας μὲν τὴν τῶν πολεμί-ων, θαῤῥύνας δὲ τοὺς ἀεὶ τὰ Ῥωμαίωνἀσπαζομένους, ἀνεχώρησεν αὖθις εἰς τὴν

218

οὐκ ἀφῆκεν, ἀλλὰ τύπτων εἰς τὰ πρόσωπατοὺς πολεμίους ἀπέστρεψε πάντας καὶ τοῦσκάφους ἐπεκράτησε· τοῦτο δὲ ΚάσσιοςΣκεύας, ὃς ἐν τῇ περὶ Δυῤῥάχιον μάχῃ τὸνὀφθαλμὸν ἐκκοπεὶς τοξεύματι, τὸν δ’ ὦμονὑσσῷ καὶ τὸν μηρὸν ἑτέρῳ διεληλαμένος,τῷ δὲ θυρεῷ βελῶν ἑκατὸν καὶ τριάκονταπληγὰς ἀναδεδεγμένος, ἐκάλει τοὺς πολε-μίους ὡς παραδώσων ἑαυτόν. δυεῖν δὲ προ-σιόντων τοῦ μὲν ἀπέκοψε τὸν ὦμον τῇ μα-χαίρᾳ, τὸν δὲ κατὰ τοῦ προσώπου πατάξαςἀπέστρεψεν, αὐτὸς δὲ διεσώθη, τῶν οἰκεί-ων περισχόντων. ἐν δὲ Βρεττανίᾳ τῶν πο-λεμίων εἰς τόπον ἑλώδη καὶ μεστὸνὑδάτων ἐμπεσοῦσι τοῖς πρώτοις ταξιάρ-χοις ἐπιθεμένων, στρατιώτης, Καίσαροςαὐτοῦ τὴν μάχην ἐφορῶντος, ὠσάμενος εἰςμέσους καὶ πολλὰ καὶ περίοπτα τόλμηςἀποδειξάμενος ἔργα, τοὺς μὲν ταξιάρχουςἔσωσε τῶν βαρβάρων φυγόντων, αὐτὸς δὲχαλεπῶς ἐπὶ πᾶσι διαβαίνων ἔῤῥιψεν ἑαυ-

203

τέραν ἀναλαβεῖν στρατοπεδείαν καὶ τῶνστενῶν ἐξελίξαι τὴν δύναμιν. ἤδη γὰρἐγνώκει παρὰ τὸ συμφέρον ἐμβεβληκὼςἑαυτὸν εἰς χωρία θαλάττῃ καὶ ὄρεσι καὶποταμῷ διὰ μέσου ῥέοντι τῷ Πινάρῳ δύ-σιππα καὶ διεσπασμένα πολλαχοῦ καὶ πρὸςτῆς ὀλιγότητος τῶν πολεμίων ἔχοντα τὴνθέσιν. Ἀλεξάνδρῳ δὲ τὸν μὲν τόπον ἡ τύχηπαρέσχεν, ἐστρατήγησε δὲ τῶν ἀπὸ τῆςτύχης ὑπαρχόντων πρὸς τὸ νικῆσαι βέλ-τιον, ὅς γε τοσούτῳ πλήθει τῶν βαρβάρωνλειπόμενος, ἐκείνοις μὲν οὐ παρέσχε κύ-κλωσιν, αὐτὸς δὲ τῷ δεξιῷ τὸ εὐώνυμονὑπερβαλὼν καὶ γενόμενος κατὰ κέρας, φυ-γὴν ἐποίησε τῶν καθ’ αὑτὸν βαρβάρων, ἐνπρώτοις ἀγωνιζόμενος, ὥστε τρωθῆναι ξί-φει τὸν μηρόν, ὡς μὲν Χάρης φησίν ὑπὸΔαρείου (συμπεσεῖν γὰρ αὐτοὺς εἰςχεῖρας)· Ἀλέξανδρος δὲ περὶ τῆς μάχηςἐπιστέλλων τοῖς περὶ τὸν Ἀντίπατρον οὐκεἴρηκεν ὅστις ἦν ὁ τρώσας, ὅτι δὲ τρωθείη

46

ἐδόκει, τὸ δὲ κίνδυνον ἔφερε. μετὰ δὲ τὸνπότον λουσάμενος, ἐκάθευδε πολλάκιςμέχρι μέσης ἡμέρας· ἔστι δ’ ὅτε καὶ διη-μέρευεν ἐν τῷ καθεύδειν. αὐτὸς μὲν οὖν καὶὄψων ἐγκρατὴς ἦν, ὥστε καὶ τὰ σπανιώτα-τα {πολλάκις} τῶν ἀπὸ θαλάττης αὐτῷ κο-μιζομένων ἀκροδρύων καὶ ἰχθύων ἑκάστῳδιαπεμπόμενος τῶν ἑταίρων, πολλάκιςἑαυτῷ μόνῳ μηδὲν καταλείπειν. τὸ μέντοιδεῖπνον ἦν ἀεὶ μεγαλοπρεπές, καὶ τοῖςεὐτυχήμασι τῆς δαπάνης ἅμα συναυξο-μένης, τέλος εἰς μυρίας δραχμὰς προῆλθεν·ἐνταῦθα δ’ ἔστη, καὶ τοσοῦτον ὡρίσθη τε-λεῖν τοῖς ὑποδεχομένοις Ἀλέξανδρον.[24] Μετὰ δὲ τὴν μάχην τὴν ἐν Ἰσσῷ πέμ-ψας εἰς Δαμασκόν, ἔλαβε τὰ χρήματα καὶτὰς ἀποσκευὰς καὶ τὰ τέκνα καὶ τὰς γυνα-ῖκας τῶν Περσῶν. καὶ πλεῖστα μὲν ὠφελή-θησαν οἱ τῶν Θεσσαλῶν ἱππεῖς· τούτουςγὰρ ἄνδρας ἀγαθοὺς διαφερόντως ἐν τῇμάχῃ γενομένους ἔπεμψεν ἐπίτηδες, ὠφε-

55

τὸν εἰς ῥεύματα τελματώδη, καὶ μόλιςἄνευ τοῦ θυρεοῦ, τὰ μὲν νηχόμενος τὰ δὲβαδίζων, διεπέρασε. θαυμαζόντων δὲ τῶνπερὶ τὸν Καίσαρα καὶ μετὰ χαρᾶς καὶκραυγῆς ἀπαντώντων, αὐτὸς εὖ μάλα κα-τηφὴς καὶ δεδακρυμένος προσέπεσε τῷΚαίσαρι, συγγνώμην αἰτούμενος ἐπὶ τῷπροέσθαι τὸν θυρεόν. ἐν δὲ Λιβύῃ ναῦνἑλόντες οἱ περὶ Σκιπίωνα Καίσαρος, ἐν ᾗΓράνιος Πέτρων ἐπέπλει ταμίας ἀποδε-δειγμένος, τοὺς μὲν ἄλλους ἐποιοῦντο λεί-αν, τῷ δὲ ταμίᾳ διδόναι τὴν σωτηρίαν ἔφα-σαν, ὁ δ’ εἰπών, ὅτι τοῖς Καίσαρος στρα-τιώταις οὐ λαμβάνειν, ἀλλὰ διδόναι σωτη-ρίαν ἔθος ἐστίν, ἑαυτὸν τῷ ξίφει πατάξαςἀνεῖλεν.[17] Τὰ δὲ τοιαῦτα λήματα καὶ τὰς φιλοτι-μίας αὐτὸς ἀνέθρεψε καὶ κατεσκεύασε Κα-ῖσαρ, πρῶτον μὲν τῷ χαρίζεσθαι καὶ τιμᾶνἀφειδῶς, ἐνδεικνύμενος ὅτι τὸν πλοῦτονοὐκ εἰς τρυφὴν ἰδίαν οὐδ’ ἰδίας ἡδυπαθείας

204

περὶ δὲ τῆς πρὸς τούτους γενομένης μάχηςὁ μὲν Καῖσαρ ἐν ταῖς ἐφημερίσι γέγραφεν,ὡς οἱ βάρβαροι διαπρεσβευόμενοι πρὸςαὐτὸν ἐν σπονδαῖς ἐπιθοῖντο καθ’ ὁδόν, καὶδιὰ τοῦτο τρέψαιντο τοὺς αὐτοῦ πεντακι-σχιλίους ὄντας ἱππεῖς ὀκτακοσίοις τοῖςἐκείνων, μὴ προσδοκῶντας· εἶτα πέμψειανἑτέρους πρὸς αὐτὸν αὖθις ἐξαπατῶντας,οὓς κατασχὼν ἐπαγάγοι τοῖς βαρβάροις τὸστράτευμα, τὴν πρὸς οὕτως ἀπίστους καὶπαρασπόνδους πίστιν εὐήθειαν ἡγούμενος.Τανύσιος δὲ λέγει Κάτωνα, τῆς βουλῆς ἐπὶτῇ νίκῃ ψηφιζομένης ἑορτὰς καὶ θυσίας,ἀποφήνασθαι γνώμην, ὡς ἐκδοτέον ἐστὶτὸν Καίσαρα τοῖς βαρβάροις, ἀφοσιου-μένους τὸ παρασπόνδημα ὑπὲρ τῆς πόλεωςκαὶ τὴν ἀρὰν εἰς τὸν αἴτιον τρέποντας. τῶνδὲ διαβάντων αἱ μὲν κατακοπεῖσαι τεσσα-ράκοντα μυριάδες ἦσαν, ὀλίγους δὲ τοὺςἀποπεράσαντας αὖθις ὑπεδέξαντο Σούγαμ-βροι, Γερμανικὸν ἔθνος.

217

καὶ ἀποβαίνειν. πολλάκις δὲ παίζων καὶἀλώπεκας ἐθήρευε καὶ ὄρνιθας, ὡς ἔστι λα-βεῖν ἐκ τῶν ἐφημερίδων. καταλύσας δὲ καὶτρεπόμενος πρὸς λουτρὸν ἢ ἄλειμμα, τοὺςἐπὶ τῶν σιτοποιῶν καὶ μαγείρων ἀνέκρι-νεν, εἰ τὰ πρὸς τὸ δεῖπνον εὐτρεπῶς ἔχου-σι. καὶ δειπνεῖν μὲν ὀψὲ καὶ σκότους ἤδηκατακλινόμενος ἤρχετο, θαυμαστὴ δ’ ἦν ἡἐπιμέλεια καὶ περίβλεψις ἐπὶ τῆς τρα-πέζης, ὅπως μηδὲν ἀνίσως μηδ’ ὀλιγώρωςδιανέμοιτο· τὸν δὲ πότον ὥσπερ εἴρηταιμακρὸν ὑπ’ ἀδολεσχίας ἐξέτεινε. καὶ τἆλλαπάντων ἥδιστος ὢν βασιλέων συνεῖναι καὶχάριτος οὐδεμιᾶς ἀμοιρῶν, τότε ταῖς μεγα-λαυχίαις ἀηδὴς ἐγίνετο καὶ λίαν στρατιω-τικός, αὐτός τε πρὸς τὸ κομπῶδες ὑποφε-ρόμενος, καὶ τοῖς κόλαξιν ἑαυτὸν ἀνεικὼςἱππάσιμον, ὑφ’ ὧν οἱ χαριέστατοι τῶν πα-ρόντων ἐπετρίβοντο, μήθ’ ἁμιλλᾶσθαι τοῖςκόλαξι μήτε λείπεσθαι βουλόμενοι τῶν{αὐτῶν} ἐπαίνων· τὸ μὲν γὰρ αἰσχρὸν

54

τὸν μηρὸν ἐγχειριδίῳ, δυσχερὲς δ’ οὐδὲνἀπὸ τοῦ τραύματος συμβαίη, γέγραφε. νι-κήσας δὲ λαμπρῶς καὶ καταβαλὼν ὑπὲρἕνδεκα μυριάδας τῶν πολεμίων, Δαρεῖονμὲν οὐχ εἷλε, τέτταρας σταδίους ἢ πέντεπρολαβόντα τῇ φυγῇ, τὸ δ’ ἅρμα καὶ τὸτόξον αὐτοῦ λαβὼν ἐπανῆλθε· καὶ κατέλα-βε τοὺς Μακεδόνας τὸν μὲν ἄλλον πλοῦτονἐκ τοῦ βαρβαρικοῦ στρατοπέδου φέρονταςκαὶ ἄγοντας, ὑπερβάλλοντα πλήθει, καίπερεὐζώνων πρὸς τὴν μάχην παραγενομένωνκαὶ τὰ πλεῖστα τῆς ἀποσκευῆς ἐν Δαμα-σκῷ καταλιπόντων, τὴν δὲ Δαρείου σκηνὴνἐξῃρηκότας ἐκείνῳ, θεραπείας τε λαμπρᾶςκαὶ παρασκευῆς καὶ χρημάτων πολλῶνγέμουσαν. εὐθὺς οὖν ἀποδυσάμενος τὰὅπλα πρὸς τὸ λουτρὸν ἐβάδιζεν εἰπών· "ἴω-μεν ἀπολουσόμενοι τὸν ἀπὸ τῆς μάχηςἱδρῶτα τῷ Δαρείου λουτρῷ". καί τις τῶνἑταίρων "μὰ τὸν Δία" εἶπεν, "ἀλλὰ τῷ Ἀλε-ξάνδρου· τὰ γὰρ τῶν ἡττωμένων εἶναί τε

47

ἐπιμετρηθῆναι τῆς στρατηγίας. ὃ καὶ πα-ραλογώτατον ἐφαίνετο τοῖς νοῦν ἔχουσιν·οἱ γὰρ τοσαῦτα χρήματα παρὰ Καίσαροςλαμβάνοντες ὡς οὐκ ἔχοντι διδόναι τὴνβουλὴν ἔπειθον, μᾶλλον δ’ ἠνάγκαζον, ἐπι-στένουσαν οἷς ἐψηφίζοντο, Κάτωνος μὲν οὐπαρόντος, ἐπίτηδες γὰρ αὐτὸν εἰς Κύπρονἀπεδιοπομπήσαντο, Φαωνίου δ’, ὃς ἦν ζη-λωτὴς Κάτωνος, ὡς οὐδὲν ἐπέραινεν ἀντι-λέγων, ἐξαλλομένου διὰ θυρῶν καὶ βο-ῶντος εἰς τὸ πλῆθος. ἀλλὰ προσεῖχενοὐδείς, τῶν μὲν Πομπήϊον αἰδουμένων καὶΚράσσον, οἱ δὲ πλεῖστοι, Καίσαρι χαρι-ζόμενοι καὶ πρὸς τὰς ἀπ’ ἐκείνου ζῶντεςἐλπίδας ἡσύχαζον.[22] Τραπόμενος δ’ αὖθις ὁ Καῖσαρ ἐπὶ τὰςἐν τῇ Κελτικῇ δυνάμεις, πολὺν καταλαμ-βάνει πόλεμον ἐν τῇ χώρᾳ, δύο Γερμανι-κῶν ἐθνῶν μεγάλων ἐπὶ κατακτήσει γῆςἄρτι τὸν Ῥῆνον διαβεβηκότων· Οὐσίπαςκαλοῦσι τοὺς ἑτέρους, τοὺς δὲ Τεντερίτας.

216

ἐκ τῶν πολέμων ἀθροίζει, κοινὰ δ’ ἆθλατῆς ἀνδραγαθίας παρ’ αὐτῷ φυλασσόμεναἀπόκειται καὶ μέτεστιν ἐκείνῳ τοῦ πλουτε-ῖν ὅσα τοῖς ἀξίοις τῶν στρατιωτῶν δίδω-σιν· ἔπειτα τῷ πάντα μὲν κίνδυνον ἑκὼνὑφίστασθαι, πρὸς μηδένα δὲ τῶν πόνωνἀπαγορεύειν. τὸ μὲν οὖν φιλοκίνδυνον οὐκἐθαύμαζον αὐτοῦ διὰ τὴν φιλοτιμίαν· ἡ δὲτῶν πόνων ὑπομονὴ παρὰ τὴν τοῦ σώμα-τος δύναμιν ἐγκαρτερεῖν δοκοῦντοςἐξέπληττεν, ὅτι καὶ τὴν ἕξιν ὢν ἰσχνός, καὶτὴν σάρκα λευκὸς καὶ ἁπαλός, καὶ τὴν κε-φαλὴν νοσώδης, καὶ τοῖς ἐπιληπτικοῖς ἔνο-χος, ἐν Κορδύβῃ πρῶτον αὐτῷ τοῦ πάθουςὡς λέγεται, τούτου προσπεσόντος, οὐ μα-λακίας ἐποιήσατο τὴν ἀῤῥωστίαν πρόφα-σιν, ἀλλὰ θεραπείαν τῆς ἀῤῥωστίας τὴνστρατείαν, ταῖς ἀτρύτοις ὁδοιπορίαις καὶταῖς εὐτελέσι διαίταις καὶ τῷ θυραυλεῖν ἐν-δελεχῶς καὶ ταλαιπωρεῖν ἀπομαχόμενοςτῷ πάθει καὶ τὸ σῶμα τηρῶν δυσάλωτον.

205

δεῖ καὶ προσαγορεύεσθαι τοῦ κρατοῦντος".ὡς δ’ εἶδε μὲν ὅλκια καὶ κρωσσοὺς καὶ πυ-έλους καὶ ἀλαβάστρους, πάντα χρυσοῦ, δι-ησκημένα περιττῶς, ὠδώδει δὲ θεσπέσιονοἷον ὑπ’ ἀρωμάτων καὶ μύρων ὁ οἶκος, ἐκδὲ τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καὶμεγέθει καὶ τῷ περὶ τὴν στρωμνὴν καὶ τὰςτραπέζας καὶ τὸ δεῖπνον αὐτὸ κόσμῳ θαύ-ματος ἀξίαν, διαβλέψας πρὸς τοὺς ἑταί-ρους, "τοῦτ’ ἦν ὡς ἔοικεν" ἔφη "τὸ βασιλεύ-ειν".[21] Τρεπομένῳ δὲ πρὸς τὸ δεῖπνον αὐτῷφράζει τις ἐν τοῖς αἰχμαλώτοις ἀγομέναςμητέρα καὶ γυναῖκα Δαρείου καὶ θυγα-τέρας δύο παρθένους ἰδούσας τὸ ἅρμα καὶτὰ τόξα κόπτεσθαι καὶ θρηνεῖν, ὡς ἀπολω-λότος ἐκείνου. συχνὸν οὖν ἐπισχὼν χρόνονἈλέξανδρος, καὶ ταῖς ἐκείνων τύχαις μᾶλ-λον ἢ ταῖς ἑαυτοῦ συμπαθὴς γενόμενος,πέμπει Λεοννάτον, ἀπαγγεῖλαι κελεύσαςὡς οὔτε Δαρεῖος τέθνηκεν οὔτ’ Ἀλέξανδρον

48

"ὁ δ’ αὐτὸς οὗτος ἀνὴρ" ἔφη "καὶ τῶνστρωμάτων ἐπιὼν τὰ ἀγγεῖα καὶ τῶν ἱμα-τίων ἔλυεν, ἐπισκοπῶν μή τί μοι τρυφερὸνἢ περισσὸν ἡ μήτηρ ἐντέθεικεν".[23] Ἦν δὲ καὶ πρὸς οἶνον ἧττον ἢ ἐδόκεικαταφερής, ἔδοξε δὲ διὰ τὸν χρόνον, ὃν οὐπίνων μᾶλλον ἢ λαλῶν εἷλκεν, ἐφ’ ἑκάστηςκύλικος ἀεὶ μακρόν τινα λόγον διατιθέμε-νος, καὶ ταῦτα πολλῆς σχολῆς οὔσης. ἐπεὶπρός γε τὰς πράξεις οὐκ οἶνος ἐκεῖνον, οὐχὕπνος, οὐ παιδιά τις, οὐ γάμος, οὐ θέα, κα-θάπερ ἄλλους στρατηγούς, ἐπέσχε· δηλοῖδ’ ὁ βίος, ὃν βιώσας βραχὺν παντάπασιπλείστων καὶ μεγίστων πράξεων ἐνέπλη-σεν. ἐν δὲ ταῖς σχολαῖς πρῶτον μὲν ἀνα-στὰς καὶ θύσας τοῖς θεοῖς, εὐθὺς ἠρίστακαθήμενος· ἔπειτα διημέρευε κυνηγῶν ἢσυντάττων ἢ διδάσκων τι τῶν πολεμικῶνἢ ἀναγινώσκων. εἰ δ’ ὁδὸν βαδίζοι μὴ λίανἐπείγουσαν, ἐμάνθανεν ἅμα πορευόμενος ἢτοξεύειν ἢ ἐπιβαίνειν ἅρματος ἐλαυνομένου

53

ἐκοιμᾶτο μὲν γὰρ τοὺς πλείστους ὕπνουςἐν ὀχήμασιν ἢ φορείοις, εἰς πρᾶξιν τὴνἀνάπαυσιν κατατιθέμενος, ὠχεῖτο δὲ μεθ’ἡμέραν ἐπὶ τὰ φρούρια καὶ τὰς πόλεις καὶτοὺς χάρακας, ἑνὸς αὐτῷ συγκαθημένουπαιδὸς τῶν ὑπογράφειν ἅμα διώκοντοςεἰθισμένων, ἑνὸς δ’ ἐξόπισθεν ἐφεστηκότοςστρατιώτου ξίφος ἔχοντος. συντόνως δ’ἤλαυνεν οὕτως, ὥστε τὴν πρώτην ἔξοδονἀπὸ Ῥώμης ποιησάμενος ὀγδοαῖος ἐπὶ τὸνῬοδανὸν ἐλθεῖν. τὸ μὲν οὖν ἱππεύειν ἐκπαιδὸς ἦν αὐτῷ ῥᾴδιον· εἴθιστο γὰρ εἰς το-ὐπίσω τὰς χεῖρας ἀπάγων καὶ τῷ νώτῳ πε-ριπλέκων ἀνὰ κράτος ἐλαύνειν τὸν ἵππον.ἐν ἐκείνῃ δὲ τῇ στρατείᾳ προσεξήσκησενἱππαζόμενος τὰς ἐπιστολὰς ὑπαγορεύεινκαὶ δυσὶν ὁμοῦ γράφουσιν ἐξαρκεῖν, ὡς δ’Ὄππιός φησι, καὶ πλείοσι. λέγεται δὲ καὶτὸ διὰ γραμμάτων τοῖς φίλοις ὁμιλεῖν Καί-σαρα πρῶτον μηχανήσασθαι, τὴν κατὰπρόσωπον ἔντευξιν ὑπὲρ τῶν ἐπειγόντων

206

γέντων, καὶ τὸ νίκημα λαμπρότερον, ὅτιΚαῖσαρ ἦν ὁ νικῶν, ἡ πρὸς ἐκεῖνον εὔνοιατῶν πολλῶν ἐποίει.Καὶ γὰρ αὐτὸς εὖ θέμενος τὰ κατὰ τὴν Γα-λατίαν, πάλιν ἐν τοῖς περὶ Πάδον χωρίοιςδιεχείμαζε, συσκευαζόμενος τὴν πόλιν. οὐγὰρ μόνον οἱ τὰς ἀρχὰς παραγγέλλοντες,ἐκείνῳ χρώμενοι χορηγῷ καὶ τοῖς παρ’ἐκείνου χρήμασι διαφθείροντες τὸν δῆμον,ἀνηγορεύοντο καὶ πᾶν ἔπραττον ὃ τὴν ἐκεί-νου δύναμιν αὔξειν ἔμελλεν, ἀλλὰ καὶ τῶνἐπιφανεστάτων ἀνδρῶν καὶ μεγίστων οἱπλεῖστοι συνῆλθον πρὸς αὐτὸν εἰς Λοῦκαν,Πομπήϊός τε καὶ Κράσσος, καὶ Ἄππιος ὁτῆς Σαρδόνος ἡγεμών, καὶ Νέπως ὁ τῆςἸβηρίας ἀνθύπατος, ὥστε ῥαβδούχους μὲνἑκατὸν εἴκοσι γενέσθαι, συγκλητικοὺς δὲπλείονας ἢ διακοσίους. βουλὴν δὲ θέμενοιδιεκρίθησαν ἐπὶ τούτοις· ἔδει Πομπήϊονμὲν καὶ Κράσσον ὑπάτους ἀποδειχθῆναι,Καίσαρι δὲ χρήματα καὶ πενταετίαν ἄλλην

215

ἑαυτοῦ κατὰ λέξιν ἐν ταύτῃ τῇ ἐπιστολῇγέγραφεν· "ἐγὼ γὰρ οὐχ ὅτι ἑωρακὼς ἂνεὑρεθείην τὴν Δαρείου γυναῖκα ἢ βεβουλη-μένος ἰδεῖν, ἀλλ’ οὐδὲ τῶν λεγόντων περὶτῆς εὐμορφίας αὐτῆς προσδεδεγμένος τὸνλόγον". ἔλεγε δὲ μάλιστα συνιέναι θνητὸςὢν ἐκ τοῦ καθεύδειν καὶ συνουσιάζειν, ὡςἀπὸ μιᾶς ἐγγινόμενον ἀσθενείας τῇ φύσεικαὶ τὸ πονοῦν καὶ τὸ ἡδόμενον. ἦν δὲ καὶγαστρὸς ἐγκρατέστατος, καὶ τοῦτ’ ἄλλοιςτε πολλοῖς ἐδήλωσε καὶ τοῖς πρὸς Ἄδανλεχθεῖσιν, ἣν ἐποιήσατο μητέρα καὶ Καρί-ας βασίλισσαν ἀπέδειξεν. ὡς γὰρ ἐκείνηφιλοφρονουμένη πολλὰ μὲν ὄψα καθ’ἡμέραν ἀπέστελλεν αὐτῷ καὶ πέμματα,τέλος δὲ τοὺς δοκοῦντας εἶναι δεινοτάτουςὀψοποιοὺς καὶ ἀρτοποιούς, ἔφη τούτων μη-δενὸς δεῖσθαι· βελτίονας γὰρ ὀψοποιοὺςἔχειν ὑπὸ τοῦ παιδαγωγοῦ Λεωνίδου δεδο-μένους αὐτῷ, πρὸς μὲν τὸ ἄριστον νυκτο-πορίαν, πρὸς δὲ τὸ δεῖπνον ὀλιγαριστίαν.

52

δεδιέναι χρή· Δαρείῳ γὰρ ὑπὲρ ἡγεμονίαςπολεμεῖν, ἐκείναις δὲ πάνθ’ ὑπάρξειν ὧνκαὶ Δαρείου βασιλεύοντος ἠξιοῦντο. τοῦ δὲλόγου ταῖς γυναιξὶν ἡμέρου καὶ χρηστοῦφανέντος, ἔτι μᾶλλον τὰ τῶν ἔργων ἀπή-ντα φιλάνθρωπα. θάψαι γὰρ ὅσους ἐβούλο-ντο Περσῶν ἔδωκεν, ἐσθῆτι καὶ κόσμῳχρησαμέναις ἐκ τῶν λαφύρων, θεραπείαςτε καὶ τιμῆς ἣν εἶχον οὐδ’ ὁτιοῦν ἀφεῖλε,συντάξεις δὲ καὶ μείζονας ἐκαρποῦντο τῶνπροτέρων. ἡ δὲ καλλίστη καὶ βασιλικω-τάτη χάρις ἦν παρ’ αὐτοῦ γυναιξὶ γενναί-αις καὶ σώφροσι γενομέναις αἰχμαλώτοιςμήτ’ ἀκοῦσαι τι μήθ’ ὑπονοῆσαι μήτεπροσδοκῆσαι τῶν αἰσχρῶν, ἀλλ’ ὥσπεροὐκ ἐν στρατοπέδῳ πολεμίων, ἀλλ’ ἐν ἱερο-ῖς καὶ ἁγίοις φυλαττομένας παρθενῶσιν,ἀπόῤῥητον ἔχειν καὶ ἀόρατον ἑτέροις δίαι-ταν. καίτοι λέγεταί γε τὴν Δαρείου γυνα-ῖκα πολὺ πασῶν τῶν βασιλίδων εὐπρεπε-στάτην γενέσθαι, καθάπερ καὶ αὐτὸς Δαρε-

49

πλῆθος ὄντες αἰφνιδίως προσέπεσον, καὶτοὺς μὲν ἱππεῖς ἐτρέψαντο, τῶν δὲ ταγ-μάτων τὸ δωδέκατον καὶ τὸ ἕβδομον περι-σχόντες, ἅπαντας ἀπέκτειναν τοὺς ταξιάρ-χους. εἰ δὲ μὴ Καῖσαρ ἁρπάσας τὸν θυρεὸνκαὶ διασχὼν τοὺς πρὸ αὐτοῦ μαχομένους,ἐνέβαλε τοῖς βαρβάροις, καὶ ἀπὸ τῶνἄκρων τὸ δέκατον κινδυνεύοντος αὐτοῦ κα-τέδραμε καὶ διέκοψε τὰς τάξεις τῶν πολε-μίων, οὐδεὶς ἂν δοκεῖ περιγενέσθαι· νῦν δὲτῇ Καίσαρος τόλμῃ τὴν λεγομένην ὑπὲρδύναμιν μάχην ἀγωνισάμενοι, τρέπονταιμὲν οὐδ’ ὣς τοὺς Νερβίους, κατακόπτουσιδ’ ἀμυνομένους· πεντακόσιοι γὰρ ἀπὸ μυ-ριάδων ἓξ σωθῆναι λέγονται, βουλευταὶ δὲτρεῖς ἀπὸ τετρακοσίων.[21] Ταῦτα ἡ σύγκλητος πυθομένη πεντε-καίδεχ’ ἡμέρας ἐψηφίσατο θύειν τοῖς θεοῖςκαὶ σχολάζειν ἑορτάζοντας, ὅσας ἐπ’ οὐδε-μιᾷ νίκῃ πρότερον. καὶ γὰρ ὁ κίνδυνοςἐφάνη μέγας ἐθνῶν ἅμα τοσούτων ἀναῤῥα-

214

τοῦ καιροῦ διά τε πλῆθος ἀσχολιῶν καὶτῆς πόλεως τὸ μέγεθος μὴ περιμένοντος.τῆς δὲ περὶ τὴν δίαιταν εὐκολίας κἀκεῖνοποιοῦνται σημεῖον, ὅτι τοῦ δειπνίζοντοςαὐτὸν ἐν Μεδιολάνῳ ξένου ΟὐαλερίουΛέοντος παραθέντος ἀσπάραγον καὶ μύρονἀντ’ ἐλαίου καταχέαντος, αὐτὸς μὲν ἀφε-λῶς ἔφαγε, τοῖς δὲ φίλοις δυσχεραίνουσινἐπέπληξεν. „ἤρκει γὰρ“ ἔφη „τὸ μὴχρῆσθαι τοῖς ἀπαρέσκουσιν· ὁ δὲ τὴντοιαύτην ἀγροικίαν ἐξελέγχων αὐτός ἐστινἄγροικος“. ἐν ὁδῷ δέ ποτε συνελασθεὶςὑπὸ χειμῶνος εἰς ἔπαυλιν ἀνθρώπου πένη-τος, ὡς οὐδὲν εὗρε πλέον οἰκήματος ἑνὸςγλίσχρως ἕνα δέξασθαι δυναμένου, πρὸςτοὺς φίλους εἰπών, ὡς τῶν μὲν ἐντίμωνπαραχωρητέον εἴη τοῖς κρατίστοις, τῶν δ’ἀναγκαίων τοῖς ἀσθενεστάτοις, Ὄππιονἐκέλευσεν ἀναπαύσασθαι· αὐτὸς δὲ μετὰτῶν ἄλλων ὑπὸ τῷ προστεγίῳ τῆς θύραςἐκάθευδεν.

207

ῖος ἀνδρῶν κάλλιστος καὶ μέγιστος, τὰς δὲπαῖδας ἐοικέναι τοῖς γονεῦσιν. ἀλλ’Ἀλέξανδρος ὡς ἔοικε τοῦ νικᾶν τοὺς πολε-μίους τὸ κρατεῖν ἑαυτοῦ βασιλικώτερονἡγούμενος, οὔτε τούτων ἔθιγεν, οὔτ’ ἄλληνἔγνω γυναῖκα πρὸ γάμου πλὴν Βαρσίνης.αὕτη δὲ μετὰ τὴν Μέμνονος τελευτὴν χήραγενομένη, περὶ Δαμασκὸν ἐλήφθη. πεπαι-δευμένη δὲ παιδείαν Ἑλληνικήν, καὶ τὸντρόπον ἐπιεικὴς οὖσα, καὶ πατρὸς Ἀρτα-βάζου γεγονότος ἐκ βασιλέως θυγατρός,ἐγνώσθη, Παρμενίωνος προτρεψαμένουτὸν Ἀλέξανδρον, ὥς φησιν Ἀριστόβουλος,καλῆς καὶ γενναίας ἅψασθαι γυναικός. τὰςδ’ ἄλλας αἰχμαλώτους ὁρῶν ὁ Ἀλέξανδροςκάλλει καὶ μεγέθει διαφερούσας, ἔλεγεπαίζων ὡς εἰσὶν ἀλγηδόνες ὀμμάτων αἱΠερσίδες. ἀντεπιδεικνύμενος δὲ πρὸς τὴνἰδέαν τὴν ἐκείνων τὸ τῆς ἰδίας ἐγκρατείαςκαὶ σωφροσύνης κάλλος, ὥσπερ ἀψύχουςεἰκόνας ἀγαλμάτων παρέπεμπεν.

50

[22] Ἐπεὶ δὲ Φιλόξενος ὁ τῶν ἐπὶ θαλάτ-της στρατηγὸς ἔγραψεν εἶναι παρ’ αὐτῷΘεόδωρόν τινα Ταραντῖνον, ἔχοντα παῖδαςὠνίους δύο τὴν ὄψιν ὑπερφυεῖς, καὶ πυνθα-νόμενος εἰ πρίηται, χαλεπῶς ἐνεγκὼν ἐβόαπολλάκις πρὸς τοὺς φίλους ἐρωτῶν, τίπώποτε Φιλόξενος αἰσχρὸν αὐτῷ συνεγνω-κώς, τοιαῦτ’ ὀνείδη προξενῶν κάθηται. τὸνδὲ Φιλόξενον αὐτὸν ἐν ἐπιστολῇ πολλὰ λοι-δορήσας ἐκέλευσεν αὐτοῖς φορτίοις τὸνΘεόδωρον εἰς τὸν ὄλεθρον ἀποστέλλειν.ἐπέπληξε δὲ καὶ Ἅγνωνι νεανικῶς γράψα-ντι πρὸς αὐτόν, ὅτι Κρωβύλον νεανίσκονεὐδοκιμοῦντ’ ἐν Κορίνθῳ βούλεται πριάμε-νος ἀγαγεῖν πρὸς αὐτόν. πυνθανόμενος δὲμισθοφόρων τινῶν γύναια διεφθαρκέναιΔάμωνα καὶ Τιμόθεον Μακεδόνας τῶν ὑπὸΠαρμενίωνι στρατευομένων, ἔγραψε Παρ-μενίωνι κελεύων, ἐὰν ἐλεγχθῶσιν, ὡς θη-ρία ἐπὶ καταφθορᾷ τῶν ἀνθρώπων γεγο-νότα τιμωρησάμενον ἀποκτεῖναι. καὶ περὶ

51

[18] Ἀλλὰ γὰρ ὁ μὲν πρῶτος αὐτῷ τῶνΚελτικῶν πολέμων πρὸς Ἐλβηττίους συ-νέστη καὶ Τιγυρίνους, οἳ τὰς αὑτῶν δώδε-κα πόλεις καὶ κώμας τετρακοσίας ἐμπρή-σαντες, ἐχώρουν πρόσω διὰ τῆς ὑπὸ Ῥω-μαίους Γαλατίας, ὥσπερ πάλαι Κίμβροικαὶ Τεύτονες, οὔτε τόλμαν ἐκείνων ὑποδε-έστεροι δοκοῦντες εἶναι, καὶ πλῆθος ὁμαλε-ῖς, τριάκοντα μὲν αἱ πᾶσαι μυριάδες ὄντες,εἴκοσι δ’ αἱ μαχόμεναι μιᾶς δέουσαι. τού-των Τιγυρίνους μὲν οὐκ αὐτός, ἀλλὰ Λαβι-ηνὸς πεμφθεὶς ὑπ’ αὐτοῦ περὶ τὸν Ἄραραποταμὸν συνέτριψεν, Ἐλβηττίων δ’ αὐτῷπρός τινα πόλιν φίλην ἄγοντι τὴν στρατιὰνκαθ’ ὁδὸν ἀπροσδοκήτως ἐπιθεμένων,φθάσας ἐπὶ χωρίον καρτερὸν κατέφυγε.κἀκεῖ συναγαγὼν καὶ παρατάξας τὴν δύνα-μιν, ὡς ἵππος αὐτῷ προσήχθη, „τούτῳμὲν“ ἔφη „νικήσας χρήσομαι πρὸς τὴν δίω-ξιν, νῦν δ’ ἴωμεν ἐπὶ τοὺς πολεμίους,“ καὶπεζὸς ὁρμήσας ἐνέβαλε. χρόνῳ δὲ καὶ χα-

208

ων χρήμασιν αἱρῶν τοὺς πολίτας καὶ χει-ρούμενος.Ἐπεὶ δὲ Βέλγας ἤκουσε, δυνατω-τάτους Κελτῶν καὶ τὴν τρίτην ἁπάσης τῆςΚελτικῆς νεμομένους, ἀφεστάναι, πολλὰςδή τινας μυριάδας ἐνόπλων ἀνδρῶν ἠθροι-κότας, ἐπιστρέψας εὐθὺς ἐχώρει τάχει πολ-λῷ, καὶ πορθοῦσι τοὺς συμμάχους Γαλάταςἐπιπεσὼν τοῖς πολεμίοις, τοὺς μὲν ἀθρου-στάτους καὶ πλείστους αἰσχρῶς ἀγωνισα-μένους τρεψάμενος διέφθειρεν, ὥστε καὶλίμνας καὶ ποταμοὺς βαθεῖς τοῖς Ῥωμαίοιςνεκρῶν πλήθει περατοὺς γενέσθαι· τῶν δ’ἀποστάντων οἱ μὲν παρωκεάνιοι πάντεςἀμαχεὶ προσεχώρησαν, ἐπὶ δὲ τοὺς ἀγριω-τάτους καὶ μαχιμωτάτους τῶν τῇδε, Νερ-βίους, ἐστράτευσεν· οἵπερ εἰς συμμιγεῖςδρυμοὺς κατῳκημένοι, γενεὰς δὲ καὶ κτή-σεις ἔν τινι βυθῷ τῆς ὕλης ἀπωτάτω θέμε-νοι τῶν πολεμίων, αὐτοὶ τῷ Καίσαρι,ποιουμένῳ χάρακα καὶ μὴ προσδεχομένῳτηνικαῦτα τὴν μάχην, ἑξακισμύριοι τὸ

213

κράνος ἦν μὲν σιδηροῦν, ἔστιλβε δ’ ὥσπερἄργυρος καθαρός, ἔργον Θεοφίλου· συνήρ-μοστο δ’ αὐτῷ περιτραχήλιον ὁμοίως σιδη-ροῦν, λιθοκόλλητον· μάχαιραν δὲ θαυμα-στὴν βαφῇ καὶ κουφότητι, δωρησαμένουτοῦ Κιτιέων βασιλέως, {ἣν} εἶχεν, ἠσκη-μένος τὰ πολλὰ χρῆσθαι μαχαίρᾳ παρὰ τὰςμάχας. ἐπιπόρπωμα δ’ ἐφόρει τῇ μὲν ἐργα-σίᾳ σοβαρώτερον ἢ κατὰ τὸν ἄλλον ὁπλι-σμόν· ἦν γὰρ ἔργον Ἑλικῶνος τοῦ πα-λαιοῦ, τιμὴ δὲ τῆς Ῥοδίων πόλεως, ὑφ’ ἧςἐδόθη δῶρον· ἐχρῆτο δὲ καὶ τούτῳ πρὸςτοὺς ἀγῶνας. ἄχρι μὲν οὖν συντάττων τιτῆς φάλαγγος ἢ παρακελευόμενος ἢ δι-δάσκων ἢ ἐφορῶν παρεξήλαυνεν, ἄλλον ἵπ-πον εἶχε, τοῦ Βουκεφάλα φειδόμενος, ἤδηπαρήλικος ὄντος· χωροῦντι δὲ πρὸς ἔργονἐκεῖνος προσήγετο, καὶ μεταβὰς εὐθὺς ἦρ-χεν ἐφόδου.[33] Τότε δὲ τοῖς Θετταλοῖς πλεῖστα δια-λεχθεὶς καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς

80

αὐτόν· "ἀπεστάλκαμέν σοι λιβανωτὸνἄφθονον καὶ σμύρναν, ὅπως παύσῃ πρὸςτοὺς θεοὺς μικρολογούμενος".[26] Κιβωτίου δέ τινος αὐτῷ προσενε-χθέντος, οὗ πολυτελέστερον οὐδὲν ἐφάνητοῖς τὰ Δαρείου χρήματα καὶ τὰς ἀποσκευ-ὰς παραλαμβάνουσιν, ἠρώτα τοὺς φίλους,ὅ τι δοκοίη μάλιστα τῶν ἀξίων σπουδῆςεἰς αὐτὸ καταθέσθαι. πολλὰ δὲ πολλῶν λε-γόντων, αὐτὸς ἔφη τὴν Ἰλιάδα φρουρήσεινἐνταῦθα καταθέμενος· καὶ ταῦτα μὲν οὐκὀλίγοι τῶν ἀξιοπίστων μεμαρτυρήκασιν. εἰδ’, ὅπερ Ἀλεξανδρεῖς λέγουσιν Ἡρακλείδῃπιστεύοντες, ἀληθές ἐστιν, οὔκουν {οὐκ}ἀργὸς οὐδ’ ἀσύμβολος αὐτῷ συστρατεύεινἔοικεν Ὅμηρος. λέγουσι γὰρ ὅτι τῆς Αἰγύ-πτου κρατήσας ἐβούλετο πόλιν μεγάληνκαὶ πολυάνθρωπον Ἑλληνίδα συνοικίσαςἐπώνυμον ἑαυτοῦ καταλιπεῖν, καί τινατόπον γνώμῃ τῶν ἀρχιτεκτόνων ὅσονοὐδέπω διεμετρεῖτο καὶ περιέβαλλεν. εἶτα

61

διώξας, κατέπλησε τοῦτο πᾶν νεκρῶν τὸπεδίον καὶ λαφύρων. Ἀριόβιστος δὲφθάσας μετ’ ὀλίγων διεπέρασε τὸν Ῥῆνον·ἀριθμὸν δὲ νεκρῶν μυριάδας ὀκτὼ γε-νέσθαι λέγουσι.[20] Ταῦτα διαπραξάμενος, τὴν μὲν δύνα-μιν ἐν Σηκουανοῖς ἀπέλιπε διαχειμάσου-σαν, αὐτὸς δὲ τοῖς ἐν Ῥώμῃ προσέχεινβουλόμενος εἰς τὴν περὶ Πάδον Γαλατίανκατέβη, τῆς αὐτῷ δεδομένης ἐπαρχίαςοὖσαν· ὁ γὰρ καλούμενος Ῥουβίκων ποτα-μὸς ἀπὸ τῆς ὑπὸ ταῖς Ἄλπεσι Κελτικῆςὁρίζει τὴν ἄλλην Ἰταλίαν. ἐνταῦθα καθήμε-νος ἐδημαγώγει, πολλῶν πρὸς αὐτὸν ἀφι-κνουμένων, διδοὺς ὧν ἕκαστος δεηθείη καὶπάντας ἀποπέμπων, τὰ μὲν ἔχοντας ἤδηπαρ’ αὐτοῦ, τὰ δ’ ἐλπίζοντας. καὶ παρὰ τὸνἄλλον δὲ πάντα τῆς στρατείας χρόνον ἐλάν-θανε τὸν Πομπήϊον ἐν μέρει νῦν μὲν τοὺςπολεμίους τοῖς τῶν πολιτῶν ὅπλοις κατα-στρεφόμενος, νῦν δὲ τοῖς ἀπὸ τῶν πολεμί-

212

λεπῶς ὠσάμενος τὸ μάχιμον, περὶ ταῖςἁμάξαις καὶ τῷ χάρακι τὸν πλεῖστον ἔσχεπόνον, οὐκ αὐτῶν μόνων ὑφισταμένων ἐκεῖκαὶ μαχομένων, ἀλλὰ καὶ παῖδες αὐτῶνκαὶ γυναῖκες ἀμυνόμενοι μέχρι θανάτουσυγκατεκόπησαν, ὥστε τὴν μάχην μόλιςεἰς μέσας νύκτας τελευτῆσαι. καλῷ δὲ τῷτῆς νίκης ἔργῳ κρεῖττον ἐπέθηκε τὸ συνοι-κίσαι τοὺς διαφυγόντας ἐκ τῆς μάχης τῶν[παρόντων] βαρβάρων καὶ καταναγκάσαιτὴν χώραν ἀναλαβεῖν ἣν ἀπέλιπον καὶ τὰςπόλεις ἃς διέφθειραν, ὄντας ὑπὲρ δέκα μυ-ριάδας. ἔπραξε δὲ τοῦτο δεδιὼς μὴ τὴνχώραν ἔρημον γενομένην οἱ Γερμανοὶ δια-βάντες κατάσχωσι.[19] Δεύτερον δὲ πρὸς Γερμανοὺς ἄντικρυςὑπὲρ Κελτῶν ἐπολέμησε, καίτοι τὸν βασι-λέα πρότερον αὐτῶν Ἀριόβιστον ἐν Ῥώμῃσύμμαχον πεποιημένος· ἀλλ’ ἦσαν ἀφόρη-τοι τοῖς ὑπηκόοις αὐτοῦ γείτονες, καὶ και-ροῦ παραδόντος οὐκ ἂν ἐδόκουν ἐπὶ τοῖς

209

νύκτωρ κοιμώμενος ὄψιν εἶδε θαυμαστήν·ἀνὴρ πολιὸς εὖ μάλα τὴν κόμην καὶ γερα-ρὸς τὸ εἶδος ἔδοξεν αὐτῷ παραστὰς λέγειντὰ ἔπη τάδε·νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶπόντῳ,Αἰγύπτου προπάροιθε· Φάρον δέ ἑ κικλή-σκουσιν.εὐθὺς οὖν ἐξαναστὰς ἐβάδιζεν ἐπὶ τὴνΦάρον, ἣ τότε μὲν ἔτι νῆσος ἦν τοῦ Κανω-βικοῦ μικρὸν ἀνωτέρω στόματος, νῦν δὲδιὰ χώματος ἀνείληπται πρὸς τὴν ἤπειρον.ὡς οὖν εἶδε τόπον εὐφυΐᾳ διαφέροντα (ται-νία γάρ ἐστιν ἰσθμῷ πλάτος ἔχοντι σύμμε-τρον ἐπιεικῶς, διείργουσα λίμνην τε πολ-λὴν καὶ θάλασσαν ἐν λιμένι μεγάλῳ τελευ-τῶσαν), εἰπὼν ὡς Ὅμηρος ἦν ἄρα τά τ’ἄλλα θαυμαστὸς καὶ σοφώτατος ἀρχι-τέκτων, ἐκέλευσε διαγράψαι τὸ σχῆμα τῆςπόλεως τῷ τόπῳ συναρμόττοντας. καὶ γῆμὲν οὐ παρῆν λευκή, τῶν δ’ ἀλφίτων λαμ-

62

φάλαγγος ἱππεῖς τοῖς σκευοφυλακοῦσιπροσβαλοῦντας. διὸ καὶ θορυβούμενος ὑπ’ἀμφοτέρων ὁ Παρμενίων ἀπέστειλε πρὸςἈλέξανδρον ἀγγέλους, φράζοντας οἴχεσθαιτὸν χάρακα καὶ τὰς ἀποσκευάς, εἰ μὴ κατὰτάχος βοήθειαν ἰσχυρὰν ἀπὸ τοῦ στόματοςπέμψειε τοῖς ὄπισθεν. ἔτυχε μὲν οὖν κατ’ἐκεῖνο καιροῦ τοῖς περὶ αὐτὸν ἐφόδου διδο-ὺς σημεῖον· ὡς δ’ ἤκουσε τὰ παρὰ τοῦΠαρμενίωνος, οὐκ ἔφη σωφρονεῖν αὐτὸνοὐδ’ ἐντὸς εἶναι τῶν λογισμῶν, ἀλλ’ ἐπιλε-λῆσθαι ταραττόμενον, ὅτι νικῶντες μὲνπροσκτήσονται καὶ τὰ τῶν πολεμίων, ἡτ-τωμένοις δὲ φροντιστέον οὐ χρημάτωνοὐδ’ ἀνδραπόδων, ἀλλ’ ὅπως ἀποθανοῦνταικαλῶς καὶ λαμπρῶς ἀγωνιζόμενοι.Ταῦτ’ ἐπιστείλας Παρμενίωνι, τὸ κράνοςπεριέθετο, τὸν δ’ ἄλλον ὁπλισμὸν εὐθὺςἀπὸ σκηνῆς εἶχεν, ὑπένδυμα τῶν Σικελι-κῶν ζωστόν, ἐπὶ δὲ τούτῳ θώρακα διπλοῦνλινοῦν ἐκ τῶν ληφθέντων ἐν Ἰσσῷ. τὸ δὲ

79

παροῦσιν ἀτρεμήσειν, ἀλλ’ ἐπινεμήσεσθαικαὶ καθέξειν τὴν Γαλατίαν. ὁρῶν δὲ τοὺςἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλισθ’ ὅσοιτῶν ἐπιφανῶν καὶ νέων αὐτῷ συνεξῆλθον,ὡς δὴ τρυφῇ χρησόμενοι καὶ χρηματισμῷτῇ μετὰ Καίσαρος στρατείᾳ, συναγαγὼνεἰς ἐκκλησίαν ἐκέλευσεν ἀπιέναι καὶ μὴκινδυνεύειν παρὰ γνώμην, οὕτως ἀνάνδρωςκαὶ μαλακῶς ἔχοντας· αὐτὸς δ’ ἔφη τὸδέκατον τάγμα μόνον παραλαβὼν ἐπὶ τοὺςβαρβάρους πορεύσεσθαι, μήτε κρείττοσιμέλλων Κίμβρων μάχεσθαι πολεμίοις,μήτ’ αὐτὸς ὢν Μαρίου χείρων στρατηγός.ἐκ τούτου τὸ μὲν δέκατον τάγμα πρεσβευ-τὰς ἔπεμψε πρὸς αὐτόν, χάριν ἔχειν ὁμολο-γοῦντες, τὰ δ’ ἄλλα τοὺς ἑαυτῶν ἐκάκιζονἡγεμόνας, ὁρμῆς δὲ καὶ προθυμίας γενόμε-νοι πλήρεις ἅπαντες ἠκολούθουν ὁδὸν ἡμε-ρῶν πολλῶν, ἕως ἐν διακοσίοις τῶν πολε-μίων σταδίοις κατεστρατοπέδευσαν. ἦνμὲν οὖν ὅ τι καὶ πρὸς τὴν ἔφοδον αὐτὴν

210

ἐτέθραυστο τῆς τόλμης τοῦ Ἀριοβίστου.Γερμανοῖς γὰρ ἐπιθήσεσθαι Ῥωμαίους, ὧνἐπερχομένων οὐκ ἂν ἐδόκουν ὑποστῆναι,[ὅ] μὴ προσδοκήσας, ἐθαύμαζε τὴν Καίσα-ρος τόλμαν, καὶ τὸν στρατὸν ἑώρα τετα-ραγμένον. ἔτι δὲ μᾶλλον αὐτοὺς ἤμβλυνετὰ μαντεύματα τῶν ἱερῶν γυναικῶν, αἳ πο-ταμῶν δίναις προσβλέπουσαι καὶ ῥευ-μάτων ἑλιγμοῖς καὶ ψόφοις τεκμαιρόμεναιπροεθέσπιζον, οὐκ ἐῶσαι μάχην θέσθαιπρὶν ἐπιλάμψαι νέαν σελήνην. ταῦτα τῷΚαίσαρι πυνθανομένῳ καὶ τοὺς Γερμανοὺςἡσυχάζοντας ὁρῶντι καλῶς ἔχειν ἔδοξενἀπροθύμοις οὖσιν αὐτοῖς συμβαλεῖν μᾶλ-λον, ἢ τὸν ἐκείνων ἀναμένοντα καιρὸν κα-θῆσθαι. καὶ προσβολὰς ποιούμενος τοῖςἐρύμασι καὶ λόφοις ἐφ’ ὧν ἐστρατο-πέδευον, ἐξηγρίαινε καὶ παρώξυνε κατα-βάντας πρὸς ὀργὴν διαγωνίσασθαι. γενο-μένης δὲ λαμπρᾶς τροπῆς αὐτῶν, ἐπὶ στα-δίους τετρακοσίους ἄχρι τοῦ Ῥήνου

211

παράγγελμα πρῶτον ἀριστοποιεῖσθαι τοὺςστρατιώτας· ἔπειτα τοῦ καιροῦ κατεπείγο-ντος, εἰσελθόντα Παρμενίωνα καὶ παρα-στάντα τῇ κλίνῃ δὶς ἢ τρὶς αὐτοῦ φθέγξα-σθαι τοὔνομα, καὶ διεγερθέντος οὕτως ἐρω-τᾶν, ὅ τι δὴ πεπονθὼς ὕπνον καθεύδοι νενι-κηκότος, οὐχὶ μέλλοντος ἀγωνιεῖσθαι τὸνμέγιστον τῶν ἀγώνων. τὸν δ’ οὖν Ἀλέξαν-δρον εἰπεῖν διαμειδιάσαντα· "τί γάρ; οὐκἤδη σοι νενικηκέναι δοκοῦμεν, ἀπηλλαγ-μένοι τοῦ πλανᾶσθαι καὶ διώκειν ἐν πολλῇκαὶ κατεφθαρμένῃ φυγομαχοῦντα χώρᾳΔαρεῖον;" οὐ μόνον δὲ πρὸ τῆς μάχης, ἀλλὰκαὶ παρ’ αὐτὸν τὸν κίνδυνον ἐπεδείξατομέγαν καὶ συνεστηκότα τῷ λογίζεσθαι καὶθαῤῥεῖν ἑαυτόν.Ἔσχε γὰρ ὁ ἀγὼν ὑποτροπὴν καὶ σάλον ἐντῷ εὐωνύμῳ κέρατι κατὰ Παρμενίωνα, τῆςΒακτριανῆς ἵππου ῥόθῳ πολλῷ καὶ μετὰβίας παρεμπεσούσης εἰς τοὺς Μακεδόνας,Μαζαίου δὲ περιπέμψαντος ἔξω τῆς

78

βάνοντες ἐν πεδίῳ μελαγγείῳ κυκλοτερῆκόλπον ἦγον, οὗ τὴν ἐντὸς περιφέρειανεὐθεῖαι βάσεις ὥσπερ ἀπὸ κρασπέδων εἰςσχῆμα χλαμύδος ὑπελάμβανον ἐξ ἴσου συ-νάγουσαι τὸ μέγεθος. ἡσθέντος δὲ τῇ δια-θέσει τοῦ βασιλέως, αἰφνίδιον ὄρνιθες ἀπὸτοῦ ποταμοῦ καὶ τῆς λίμνης, πλήθει τ’ἄπειροι καὶ κατὰ γένος παντοδαποὶ καὶμέγεθος, ἐπὶ τὸν τόπον καταίροντες, νέφε-σιν ἐοικότες, οὐδὲ μικρὸν ὑπέλιπον τῶν ἀλ-φίτων, ὥστε καὶ τὸν Ἀλέξανδρον διαταρα-χθῆναι πρὸς τὸν οἰωνόν. οὐ μὴν ἀλλὰ τῶνμάντεων θαῤῥεῖν παραινούντων (πολυαρκε-στάτην γὰρ οἰκίζεσθαι πόλιν ὑπ’ αὐτοῦ καὶπαντοδαπῶν ἀνθρώπων ἐσομένην τροφόν),ἔργου κελεύσας ἔχεσθαι τοὺς ἐπιμελητάς,αὐτὸς ὥρμησεν εἰς Ἄμμωνος ὁδὸν μακρὰνκαὶ πολλὰ μὲν ἔχουσαν ἐργώδη καὶ ταλαί-πωρα, κινδύνους δὲ δύο, τὸν μὲν ἀνυδρίας,δι’ ἣν ἔρημός ἐστιν οὐκ ὀλίγων ἡμερῶν,τὸν δ’ εἰ λάβρος ἐν ἄμμῳ βαθείᾳ καὶ ἀχα-

63

καὶ πάντα κατέχοντος, εἴξας καὶ συνεκ-κρουσθεὶς τῇ πάντων φορᾷ ψηφίζεται τα-ραχὴν ὁρᾶν καὶ τὴν πόλιν ἐξέλιπε, κελεύ-σας ἕπεσθαι τὴν γερουσίαν καὶ μηδέναμένειν τῶν πρὸ τῆς τυραννίδος ᾑρημένωντὴν πατρίδα καὶ τὴν ἐλευθερίαν.[34] Οἱ μὲν οὖν ὕπατοι μηδ’ ἃ νόμος ἐστὶπρὸ ἐξόδου θύσαντες ἔφυγον, ἔφευγον δὲκαὶ τῶν βουλευτῶν οἱ πλεῖστοι, τρόποντινὰ δι’ ἁρπαγῆς ἀπὸ τῶν ἰδίων ὅ τι τύ-χοιεν ὥσπερ ἀλλοτρίων λαμβάνοντες. εἰσὶδ’ οἳ καὶ σφόδρα τὰ Καίσαρος ᾑρημένοιπρότερον ἐξέπεσον ὑπὸ θάμβους τότε τῶνλογισμῶν, καὶ συμπαρηνέχθησαν οὐδὲν δε-όμενοι τῷ ῥεύματι τῆς φορᾶς ἐκείνης.οἰκτρότατον δὲ τὸ θέαμα τῆς πόλεως ἦν,ἐπιφερομένου τοσούτου χειμῶνος ὥσπερνεὼς ὑπὸ κυβερνητῶν ἀπαγορευόντωνπρὸς τὸ συντυχὸν ἐκπεσεῖν κομιζομένης.ἀλλὰ καίπερ οὕτως τῆς μεταστάσεωςοἰκτρᾶς οὔσης, τὴν μὲν φυγὴν οἱ ἄνθρωποι

240

κώμασι τῶν Ῥωμαίων· οἱ δὲ πλεῖστοι καὶκράτιστοι τῶν ἀποστάντων μετ’ Ἀμβιόρι-γος Κότταν μὲν αὐτῷ στρατοπέδῳ καὶ Τι-τύριον διέφθειραν, τὸ δ’ ὑπὸ Κικέρωνι τάγ-μα μυριάσιν ἓξ περισχόντες ἐπολιόρκουν,καὶ μικρὸν ἀπέλιπον ᾑρηκέναι κατὰκράτος, συντετρωμένων ἁπάντων καὶ παρὰδύναμιν ὑπὸ προθυμίας ἀμυνομένων. ὡς δ’ἠγγέλθη ταῦτα τῷ Καίσαρι μακρὰν ὄντι,ταχέως ἐπιστρέψας καὶ συναγαγὼν ἑπτα-κισχιλίους τοὺς σύμπαντας, ἠπείγετο τὸνΚικέρωνα τῆς πολιορκίας ἐξαιρησόμενος.τοὺς δὲ πολιορκοῦντας οὐκ ἔλαθεν, ἀλλ’ἀπήντων ὡς ἀναρπασόμενοι, τῆς ὀλιγότη-τος καταφρονήσαντες. κἀκεῖνος ἐξαπατῶνὑπέφευγεν ἀεί, καὶ χωρία λαβὼν ἐπιτηδεί-ως ἔχοντα πρὸς πολλοὺς μαχομένῳ μετ’ὀλίγων, φράγνυται στρατόπεδον, καὶ μά-χης ἔσχε τοὺς ἑαυτοῦ πάσης, ἀναγαγεῖν δὲτὸν χάρακα καὶ τὰς πύλας ἀποικοδομεῖνὡς δεδοικότας ἠνάγκαζε, καταφρονηθῆναι

221

νεῖ πορευομένοις ἐπιπέσοι νότος, ὅς πουκαὶ πάλαι λέγεται περὶ τὸν Καμβύσουστρατὸν ἀναστήσας θῖνα μεγάλην καὶ κυ-ματώσας τὸ πεδίον, μυριάδας ἀνθρώπωνπέντε καταχῶσαι καὶ διαφθεῖραι. ταῦταπάντα σχεδὸν πάντες ἐλογίζοντο, χαλεπὸνδ’ ἦν Ἀλέξανδρον ἀποτρέψαι πρὸς ὁτιοῦνὡρμημένον. ἥ τε γὰρ τύχη ταῖς ἐπιβολαῖςὑπείκουσα τὴν γνώμην ἰσχυρὰν ἐποίει, καὶτὸ θυμοειδὲς ἄχρι τῶν **** θαυμάτωνὑπεξέφερε τὴν φιλονικίαν ἀήττητον, οὐμόνον πολεμίους, ἀλλὰ καὶ τόπους καὶ και-ροὺς καταβιαζομένην.[27] Ἐν γοῦν τῇ τότε πορείᾳ τὰ συντυ-χόντα ταῖς ἀπορίαις παρὰ τοῦ θεοῦ βοηθή-ματα τῶν ὑστέρων χρησμῶν ἐπιστεύθημᾶλλον· τρόπον δέ τινα καὶ τοῖς χρησμοῖςἡ πίστις ἐκ τούτων ὑπῆρξε. πρῶτον μὲνγὰρ ἐκ Διὸς ὕδωρ πολὺ καὶ διαρκεῖς ὑετοὶγενόμενοι τόν τε τῆς δίψης φόβον ἔλυσαν,καὶ τὴν ξηρότητα κατασβέσαντες τῆς ἄμ-

64

βερώτατον συγκαλύψαι τοῦ μέλλοντοςἀγῶνος. ὁ δὲ τὸ μνημονευόμενον εἰπὼν "οὐκλέπτω τὴν νίκην," ἐνίοις μὲν ἔδοξε μειρα-κιώδη καὶ κενὴν ἀπόκρισιν πεποιῆσθαι,παίζων πρὸς τοσοῦτον κίνδυνον, ἐνίοις δὲκαὶ τῷ παρόντι θαῤῥεῖν καὶ στοχάζεσθαιτοῦ μέλλοντος ὀρθῶς, μὴ διδοὺς πρόφασινἡττηθέντι Δαρείῳ πρὸς ἄλλην αὖθις ἀναθα-ῤῥῆσαι πεῖραν, αἰτιωμένῳ τούτων νύκτακαὶ σκότος, ὡς ὄρη καὶ στενὰ καὶ θάλασ-σαν τῶν προτέρων. οὐ γὰρ ὅπλων οὐδὲ σω-μάτων ἀπορίᾳ παύσεσθαι πολεμοῦντα Δα-ρεῖον ἀπὸ τηλικαύτης δυνάμεως καὶ χώραςτοσαύτης, ἀλλ’ ὅταν ἀφῇ τὸ φρόνημα καὶτὴν ἐλπίδα, δι’ ἐμφανοῦς ἥττης κατὰκράτος ἐξελεγχθείς.[32] Ἀπελθόντων δὲ τούτων, κατακλιθεὶςὑπὸ σκηνὴν λέγεται τὸ λοιπὸν μέρος τῆςνυκτὸς ὕπνῳ βαθεῖ κρατηθῆναι παρὰ τὸεἰωθός, ὥστε θαυμάζειν ἐπελθόντος ὄρθρουτοὺς ἡγεμόνας, καὶ παρ’ αὑτῶν ἐξενεγκεῖν

77

στρατηγῶν, μέχρι οὗ σποράδην ὑπὸθράσους προσβάλλοντας ἐπεξελθὼνἐτρέψατο, καὶ πολλοὺς αὐτῶν διέφθειρε.[25] Τοῦτο τὰς πολλὰς ἀποστάσεις τῶνἐνταῦθα Γαλατῶν κατεστόρεσε, καὶ τοῦχειμῶνος αὐτὸς ἐπιφοιτῶν τε πανταχόσεκαὶ προσέχων ὀξέως τοῖς νεωτερισμοῖς.καὶ γὰρ ἧκεν ἐξ Ἰταλίας ἀντὶ τῶν ἀπολω-λότων αὐτῷ τρία τάγματα, Πομπηΐου μὲνἐκ τῶν ὑφ’ αὑτὸν δύο χρήσαντος, ἓν δὲ νεο-σύλλεκτον ἐκ τῆς περὶ Πάδον Γαλατίας.Πόῤῥω δὲ τούτων αἱ πάλαι καταβεβλη-μέναι κρύφα καὶ νεμόμεναι διὰ τῶν δυνα-τωτάτων ἀνδρῶν ἐν τοῖς μαχιμωτάτοιςγένεσιν ἀρχαὶ τοῦ μεγίστου καὶ κινδυνωδε-στάτου τῶν ἐκεῖ πολέμων ἀνεφαίνοντο,ῥωσθεῖσαι πολλῇ μὲν ἡλικίᾳ καὶ παντα-χόθεν <ἐν> ὅπλοις ἀθροισθείσῃ, μεγάλοιςδὲ πλούτοις εἰς ταὐτὸ συνενεχθεῖσιν, ἰσχυ-ραῖς δὲ πόλεσι, δυσεμβόλοις δὲ χώραις.τότε δὲ καὶ χειμῶνος ὥρᾳ πάγοι ποταμῶν,

222

καὶ λυπουμένῳ κατὰ πολλὰ συμπῖπτον ἐνμεγάλῃ πόλει καὶ θρασυνόμενον ὑπὲρ τοῦμέλλοντος δι’ ἐρίδων ἦν, αὐτόν τε Πομπή-ϊον ἐκπεπληγμένον ἄλλος ἀλλαχόθενἐτάραττε, τοῖς μὲν ὡς ηὔξησε Καίσαρακαθ’ ἑαυτοῦ καὶ τῆς ἡγεμονίας εὐθύναςὑπέχοντα, τῶν δ’ ὅτι παρείκοντα καὶ προ-τεινόμενον εὐγνώμονας διαλύσεις ἐφῆκετοῖς περὶ Λέντλον ὑβρίσαι κατηγορούντων.Φαώνιος δ’ αὐτὸν ἐκέλευε τῷ ποδὶ κτυπεῖντὴν γῆν, ἐπεὶ μεγαληγορῶν ποτε πρὸς τὴνσύγκλητον οὐδὲν εἴα πολυπραγμονεῖν οὐδὲφροντίζειν ἐκείνους τῆς ἐπὶ τὸν πόλεμονπαρασκευῆς· αὐτὸς γὰρ ὅταν ἐπίῃ κρούσαςτὸ ἔδαφος τῷ ποδὶ στρατευμάτων ἐμπλή-σειν τὴν Ἰταλίαν. οὐ μὴν ἀλλὰ καὶ τότεπλήθει δυνάμεως ὑπερέβαλλεν ὁ Πομπήϊοςτὴν Καίσαρος· εἴασε δ’ οὐδεὶς τὸν ἄνδραχρήσασθαι τοῖς ἑαυτοῦ λογισμοῖς, ἀλλ’ ὑπ’ἀγγελμάτων πολλῶν καὶ ψευδῶν καὶφόβων, ὡς ἐφεστῶτος ἤδη τοῦ πολέμου

239

ὄψει γεγονότων, Δαρεῖος μὲν ἐν ὅπλοις συ-νεῖχε τὴν δύναμιν, ὑπὸ λαμπάδων ἐπιπο-ρευόμενος τὰς τάξεις· Ἀλέξανδρος δὲ τῶνΜακεδόνων ἀναπαυομένων αὐτὸς πρὸ τῆςσκηνῆς μετὰ τοῦ μάντεως Ἀριστάνδρουδιέτριβεν, ἱερουργίας τινὰς ἀποῤῥήτους ἱε-ρουργούμενος καὶ τῷ Φόβῳ σφαγιαζόμε-νος. οἱ δὲ πρεσβύτεροι τῶν ἑταίρων καὶμάλιστα Παρμενίων, ὡς τὸ μὲν πεδίον τὸμεταξὺ τοῦ Νιφάτου καὶ τῶν ὀρῶν τῶνΓορδυαίων ἅπαν ἑωρᾶτο καταλαμπόμενοντοῖς βαρβαρικοῖς φέγγεσιν, ἀτέκμαρτος δέτις φωνὴ συμμεμειγμένη καὶ θόρυβος ἐκτοῦ στρατοπέδου καθάπερ ἐξ ἀχανοῦς προ-σήχει πελάγους, θαυμάσαντες τὸ πλῆθοςκαὶ πρὸς ἀλλήλους διαλεχθέντες, ὡς μέγακαὶ χαλεπὸν ἔργον εἴη συμπεσόντας ἐκπροφανοῦς τοσοῦτον ὤσασθαι πόλεμον,ἀπὸ τῶν ἱερῶν γενομένῳ τῷ βασιλεῖ προ-σελθόντες, ἔπειθον αὐτὸν ἐπιχειρῆσαι νύ-κτωρ τοῖς πολεμίοις καὶ τῷ σκότῳ τὸ φο-

76

μου, νοτερᾶς γενομένης καὶ πρὸς αὑτὴν ξυ-μπεσούσης, εὔπνουν τὸν ἀέρα καὶ καθα-ρώτερον παρέσχον. ἔπειτα τῶν ὅρων οἵπερἦσαν τοῖς ὁδηγοῖς συγχυθέντων, καὶπλάνης οὔσης καὶ διασπασμοῦ τῶν βαδι-ζόντων διὰ τὴν ἄγνοιαν, κόρακες ἐπιφα-νέντες ὑπελάμβανον τὴν ἡγεμονίαν τῆς πο-ρείας, ἑπομένων μὲν ἔμπροσθεν πετόμενοικαὶ σπεύδοντες, ὑστεροῦντας δὲ καὶ βραδύ-νοντας ἀναμένοντες· ὃ δ’ ἦν θαυμασιώτα-τον, ὡς Καλλισθένης φησί, ταῖς φωναῖςἀνακαλούμενοι τοὺς πλανωμένους νύκτωρκαὶ κλάζοντες εἰς ἴχνος καθίστασαν τῆςπορείας. ἐπεὶ δὲ διεξελθὼν τὴν ἔρημονἧκεν εἰς τὸν τόπον, ὁ μὲν προφήτης αὐτὸνὁ Ἄμμωνος ἀπὸ τοῦ θεοῦ χαίρειν ὡς ἀπὸπατρὸς προσεῖπεν· ὁ δ’ ἐπήρετο, μή τιςαὐτὸν εἴη διαπεφευγὼς τῶν τοῦ πατρὸςφονέων. εὐφημεῖν δὲ τοῦ προφήτου κελεύ-σαντος, οὐ γὰρ εἶναι πατέρα θνητὸν αὐτῷ,μεταβαλὼν ἐπυνθάνετο τοὺς Φιλίππου φο-

65

καὶ κατέσχε. λέγεται δὲ τῇ προτέρᾳ νυκτὶτῆς διαβάσεως ὄναρ ἰδεῖν ἔκθεσμον· ἐδόκειγὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μείγνυσθαι τὴνἄῤῥητον μίξιν.[33] Ἐπεὶ δὲ κατελήφθη τὸ Ἀρίμινον,ὥσπερ ἀνεῳγμένου τοῦ πολέμου πλατείαιςπύλαις ἐπὶ πᾶσαν ὁμοῦ τὴν γῆν καὶ θάλασ-σαν, καὶ συγκεχυμένων ἅμα τοῖς ὅροις τῆςἐπαρχίας τῶν νόμων τῆς πόλεως, οὐκ ἄν-δρας ἄν τις ᾠήθη καὶ γυναῖκας ὥσπερ ἄλ-λοτε σὺν ἐκπλήξει διαφοιτᾶν τῆς Ἰταλίας,ἀλλὰ τὰς πόλεις αὐτὰς ἀνισταμένας φυγῇδιαφέρεσθαι δι’ ἀλλήλων, τὴν δὲ Ῥώμηνὥσπερ ὑπὸ ῥευμάτων πιμπλαμένην φυγαῖςτῶν πέριξ δήμων καὶ μεταστάσεσιν, οὔτ’ἄρχοντι πεῖσαι ῥᾳδίαν οὖσαν οὔτε λόγῳκαθεκτήν, ἐν πολλῷ κλύδωνι καὶ σάλῳ μι-κρὸν ἀπολιπεῖν αὐτὴν ὑφ’ αὑτῆς ἀνατε-τράφθαι. πάθη γὰρ ἀντίπαλα καὶ βίαια κα-τεῖχε κινήματα πάντα τόπον· οὔτε γὰρ τὸχαῖρον ἡσυχίαν ἦγεν, ἀλλὰ τῷ δεδοικότι

238

καὶ νιφετοῖς ἀποκεκρυμμένοι δρυμοί, καὶπεδία χειμάῤῥοις ἐπιλελιμνασμένα, καὶ πῇμὲν ἀτέκμαρτοι βάθει χιόνος ἀτραποί, πῇδὲ δι’ ἑλῶν καὶ ῥευμάτων παρατρεπομένωνἀσάφεια πολλὴ τῆς πορείας, παντάπασινἐδόκουν ἀνεπιχείρητα Καίσαρι τὰ τῶν ἀφι-σταμένων ποιεῖν. ἀφειστήκει μὲν οὖν πολ-λὰ φῦλα, πρόσχημα δ’ ἦσαν Ἀρβέρνοι καὶΚαρνουτῖνοι, τὸ δὲ σύμπαν αἱρεθεὶς κράτοςεἶχε τοῦ πολέμου Οὐεργεντόριξ, οὗ τὸνπατέρα Γαλάται τυραννίδα δοκοῦντα πράτ-τειν ἀπέκτειναν.[26] Οὗτος οὖν εἰς πολλὰ διελὼν τὴν δύνα-μιν μέρη, καὶ πολλοὺς ἐπιστήσας ἡγε-μόνας, ᾠκειοῦτο τὴν πέριξ ἅπασαν ἄχριτῶν πρὸς τὸν Ἄραρα κεκλιμένων, διανοού-μενος, ἤδη τῶν ἐν Ῥώμῃ συνισταμένων ἐπὶΚαίσαρα, σύμπασαν ἐγείρειν τῷ πολέμῳΓαλατίαν. ὅπερ εἰ μικρὸν ὕστερον ἔπραξε,Καίσαρος εἰς τὸν ἐμφύλιον ἐμπεσόντοςπόλεμον, οὐκ ἂν ἐλαφρότεροι τῶν Κιμβρι-

223

νεῖς, εἰ πάντας εἴη τετιμωρημένος· εἶταπερὶ τῆς ἀρχῆς, εἰ πάντων αὐτῷ δίδωσινἀνθρώπων κυρίῳ γενέσθαι. χρήσαντος δὲτοῦ θεοῦ καὶ τοῦτο διδόναι καὶ Φίλιππονἀπέχειν ἔκπλεω τὴν δίκην, ἐδωρεῖτο τὸνθεὸν ἀναθήμασι λαμπροῖς καὶ χρήμασιτοὺς ἀνθρώπους. ταῦτα περὶ τῶν χρησμῶνοἱ πλεῖστοι γράφουσιν· αὐτὸς δ’ Ἀλέξαν-δρος ἐν ἐπιστολῇ πρὸς τὴν μητέρα φησὶ γε-γονέναι τινὰς αὐτῷ μαντείας ἀποῤῥήτους,ἃς αὐτὸς ἐπανελθὼν φράσει πρὸς μόνηνἐκείνην. ἔνιοι δέ φασι τὸν μὲν προφήτηνἙλληνιστὶ βουλόμενον προσειπεῖν μετά τι-νος φιλοφροσύνης "ὦ παιδίον", ἐν τῷ τε-λευταίῳ τῶν φθόγγων ὑπὸ βαρβαρισμοῦπρὸς τὸ σίγμ’ ἐξενεχθῆναι καὶ εἰπεῖν "ὦπαιδίος," ἀντὶ τοῦ νῦ τῷ σίγμα χρησάμε-νον, ἀσμένῳ δὲ τῷ Ἀλεξάνδρῳ τὸ σφάλματῆς φωνῆς γενέσθαι, καὶ διαδοθῆναι λόγονὡς παῖδα Διὸς αὐτὸν τοῦ θεοῦ προσει-πόντος. λέγεται δὲ καὶ Ψάμμωνος ἐν Αἰγύ-

66

ἐκέλευσεν αὐτοὺς μονομαχῆσαι τοὺς ἡγε-μόνας, καὶ τὸν μὲν Ἀλέξανδρον αὐτὸςὥπλισε, τὸν δὲ Δαρεῖον Φιλώτας. ἐθεᾶτοδ’ ὁ στρατός, ἐν οἰωνῷ τινι τοῦ μέλλοντοςτιθέμενος τὸ γιγνόμενον. ἰσχυρᾶς δὲ τῆςμάχης γενομένης, ἐνίκησεν ὁ καλούμενοςἈλέξανδρος, καὶ δωρεὰν ἔλαβε δώδεκακώμας καὶ στολῇ Περσικῇ χρῆσθαι. ταῦταμὲν οὖν Ἐρατοσθένης ἱστόρηκε.Τὴν δὲ μεγάλην μάχην πρὸς Δαρεῖον οὐκἐν Ἀρβήλοις, ὥσπερ οἱ πολλοὶ γράφουσιν,ἀλλ’ ἐν Γαυγαμήλοις γενέσθαι συνέπεσε.σημαίνειν δέ φασιν οἶκον καμήλου τὴνδιάλεκτον, ἐπεὶ τῶν πάλαι τις βασιλέωνἐκφυγὼν πολεμίους ἐπὶ καμήλου δρομάδοςἐνταῦθα καθίδρυσεν αὐτήν, ἀποτάξας τινὰςκώμας καὶ προσόδους εἰς τὴν ἐπιμέλειαν.Ἡ μὲν οὖν σελήνη τοῦ Βοηδρομιῶνοςἐξέλιπε περὶ τὴν τῶν μυστηρίων τῶν Ἀθή-νησιν ἀρχήν, ἑνδεκάτῃ δ’ ἀπὸ τῆς ἐκλείψε-ως νυκτὶ τῶν στρατοπέδων ἀλλήλων ἐν

75

κῶν ἐκείνων φόβοι τὴν Ἰταλίαν κατέσχον.νυνὶ δ’ ὁ πᾶσι μὲν ἄριστα χρῆσθαι δοκῶντοῖς πρὸς πόλεμον, μάλιστα δὲ καιρῷ πε-φυκὼς Καῖσαρ ἅμα τῷ πυθέσθαι τὴνἀπόστασιν ἄρας ἐχώρει, αὐταῖς ταῖς ὁδοῖςἃς διῆλθε καὶ βίᾳ καὶ τάχει τῆς πορείαςδιὰ τοσούτου χειμῶνος ἐπιδειξάμενος τοῖςβαρβάροις, ὡς ἄμαχος αὐτοῖς καὶ ἀήττη-τος ἔπεισι στρατός. ὅπου γὰρ ἄγγελον ἢγραμματοφόρον διαδῦναι τῶν παρ’ αὐτοῦχρόνῳ πολλῷ ἦν ἄπιστον, ἐνταῦθα μετὰπάσης ἑωρᾶτο τῆς στρατιᾶς ἅμα χώραςλυμαινόμενος αὐτῶν καὶ ἐκκόπτων τὰ χω-ρία, καταστρεφόμενος πόλεις, ἀναλαμ-βάνων τοὺς μετατιθεμένους, μέχρι καὶ τὸτῶν Ἐδούων ἔθνος ἐξεπολεμώθη πρὸςαὐτόν, οἳ τὸν ἄλλον χρόνον ἀδελφοὺς ἀνα-γορεύοντες αὑτοὺς Ῥωμαίων καὶ τιμώμε-νοι διαπρεπῶς, τότε δὲ τοῖς ἀποστάταιςπροσγενόμενοι, πολλὴν τῇ Καίσαρος στρα-τιᾷ παρέστησαν ἀθυμίαν. διόπερ καὶ κινή-

224

ἐντὸς Ἄλπεων Γαλατίαν ἀπὸ τῆς ἄλληςἸταλίας ποταμὸν (Ῥουβίκων καλεῖται),καὶ λογισμὸς αὐτὸν εἰσῄει, μᾶλλον ἐγγίζο-ντα τῷ δεινῷ καὶ περιφερόμενον τῷ με-γέθει τῶν τολμωμένων, ἔσχετο δρόμου,καὶ τὴν πορείαν ἐπιστήσας, πολλὰ μὲναὐτὸς ἐν ἑαυτῷ διήνεγκε σιγῇ τὴν γνώμηνἐπ’ ἀμφότερα μεταλαμβάνων, καὶ τροπὰςἔσχεν αὐτῷ τότε <τὸ> βούλευμα πλείστας·πολλὰ δὲ καὶ τῶν φίλων τοῖς παροῦσιν, ὧνἦν καὶ Πολλίων Ἀσίνιος, συνδιηπόρησεν,ἀναλογιζόμενος ἡλίκων κακῶν ἄρξει πᾶσινἀνθρώποις ἡ διάβασις, ὅσον τε λόγοναὐτῆς τοῖς αὖθις ἀπολείψουσι. τέλος δὲμετὰ θυμοῦ τινος ὥσπερ ἀφεὶς ἑαυτὸν ἐκτοῦ λογισμοῦ πρὸς τὸ μέλλον, καὶ τοῦτο δὴτὸ κοινὸν τοῖς εἰς τύχας ἐμβαίνουσινἀπόρους καὶ τόλμας προοίμιον ὑπειπὼν„ἀνεῤῥίφθω κύβος,“ ὥρμησε πρὸς τὴνδιάβασιν, καὶ δρόμῳ τὸ λοιπὸν ἤδη χρώμε-νος, εἰσέπεσε πρὸ ἡμέρας εἰς τὸ Ἀρίμινον,

237

χον· εἰ δ’ ἄρα τις οὗτος εἱμαρτὸς ἥκειχρόνος, ὀφειλόμενος νεμέσει καὶ μεταβολῇ,παύσασθαι τὰ Περσῶν, μηδεὶς ἄλλος ἀν-θρώπων καθίσειεν εἰς τὸν Κύρου θρόνονπλὴν Ἀλεξάνδρου". ταῦτα μὲν οὕτω γε-νέσθαι τε καὶ λεχθῆναί φασιν οἱ πλεῖστοιτῶν συγγραφέων.[31] Ἀλέξανδρος δὲ τὴν ἐντὸς τοῦΕὐφράτου πᾶσαν ὑφ’ ἑαυτῷ ποιησάμενος,ἤλαυνεν ἐπὶ Δαρεῖον, ἑκατὸν μυριάσι στρα-τοῦ καταβαίνοντα. καί τις αὐτῷ φράζειτῶν ἑταίρων, ὡς δὴ γέλωτος ἄξιον πρᾶγ-μα, τοὺς ἀκολούθους παίζοντας εἰς δύομέρη διῃρηκέναι σφᾶς αὐτούς, ὧν ἑκα-τέρου στρατηγὸν εἶναι καὶ ἡγεμόνα, τὸνμὲν Ἀλέξανδρον, τὸν δὲ Δαρεῖον ὑπ’ αὐτῶνπροσαγορευόμενον· ἀρξαμένους δὲ βώλοιςἀκροβολίζεσθαι πρὸς ἀλλήλους, εἶτα πυγ-μαῖς, τέλος ἐκκεκαῦσθαι τῇ φιλονικίᾳ καὶμέχρι λίθων καὶ ξύλων, πολλοὺς καὶ δυ-σκαταπαύστους γεγονότας. ταῦτ’ ἀκούσας

74

πτῳ τοῦ φιλοσόφου διακούσας, ἀποδέξα-σθαι μάλιστα τῶν λεχθέντων, ὅτι πάντες οἱἄνθρωποι βασιλεύονται ὑπὸ θεοῦ· τὸ γὰρἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν θεῖόν ἐστιν·ἔτι δὲ μᾶλλον αὐτὸς περὶ τούτων καὶ φιλο-σοφώτερον δοξάζειν {καὶ} λέγων ὡςπάντων μὲν ὄντα κοινὸν ἀνθρώπων πατέρατὸν θεόν, ἰδίους δὲ ποιούμενον ἑαυτοῦ τοὺςἀρίστους.[28] Καθόλου δὲ πρὸς μὲν τοὺς βαρβάρουςσοβαρὸς ἦν καὶ σφόδρα πεπεισμένῳ περὶτῆς ἐκ θεοῦ γενέσεως καὶ τεκνώσεωςὅμοιος, τοῖς δ’ Ἕλλησι μετρίως καὶ ὑπο-φειδομένως ἑαυτὸν ἐξεθείαζε· πλὴν περὶΣάμου γράφων Ἀθηναίοις "ἐγὼ μὲν οὐκἂν" φησὶν "ὑμῖν ἐλευθέραν πόλιν ἔδωκα καὶἔνδοξον· ἔχετε δ’ αὐτὴν λαβόντες παρὰ τοῦτότε κυρίου καὶ πατρὸς ἐμοῦ προσαγορευο-μένου," λέγων τὸν Φίλιππον. ὕστερον δὲπληγῇ περιπεσὼν ὑπὸ τοξεύματος καὶ πε-ριαλγὴς γενόμενος· "τοῦτο μὲν" εἶπεν "ὦ

67

νος ῥᾷον ἢ βιάσεσθαι μετὰ παρασκευῆςἐπελθών, τοὺς μὲν ἡγεμόνας καὶ ταξιάρ-χους ἐκέλευσε μαχαίρας ἔχοντας ἄνευ τῶνἄλλων ὅπλων κατασχεῖν Ἀρίμινον, τῆςΚελτικῆς μεγάλην πόλιν, ὡς ἐνδέχεταιμάλιστα φεισαμένους φόνου καὶ ταραχῆς,Ὁρτησίῳ δὲ τὴν δύναμιν παρέδωκεν.αὐτὸς δὲ τὴν μὲν ἡμέραν διῆγεν ἐν φανερῷ,μονομάχοις ἐφεστὼς γυμναζομένοις καὶθεώμενος· μικρὸν δὲ πρὸ ἑσπέρας θεραπεύ-σας τὸ σῶμα, καὶ παρελθὼν εἰς τὸν ἀν-δρῶνα, καὶ συγγενόμενος βραχέα τοῖς πα-ρακεκλημένοις ἐπὶ τὸ δεῖπνον, ἤδη συσκο-τάζοντος ἐξανέστη, τοὺς μὲν ἄλλους φιλο-φρονηθεὶς καὶ κελεύσας περιμένειν αὐτὸνὡς ἐπανελευσόμενον, ὀλίγοις δὲ τῶν φίλωνπροείρητο μὴ κατὰ τὸ αὐτὸ πάντας, ἄλλονδ’ ἄλλῃ διώκειν. αὐτὸς δὲ τῶν μισθίων ζευ-γῶν ἐπιβὰς ἑνός, ἤλαυνεν ἑτέραν τινὰπρῶτον ὁδόν· εἶτα πρὸς τὸ Ἀρίμινον ἐπι-στρέψας, ὡς ἦλθεν ἐπὶ τὸν διορίζοντα τὴν

236

σας ἐκεῖθεν ὑπερέβαλε τὰ Λιγγονικά, βου-λόμενος ἅψασθαι τῆς Σηκουανῶν, φίλωνὄντων καὶ προκειμένων τῆς Ἰταλίας πρὸςτὴν ἄλλην Γαλατίαν. ἐνταῦθα δ’ αὐτῷ τῶνπολεμίων ἐπιπεσόντων καὶ περισχόντωνμυριάσι πολλαῖς, ὁρμήσας διαγωνίσασθαιτοῖς μὲν ὅλοις καταπολεμῶν ἐκράτησε,χρόνῳ πολλῷ καὶ φόνῳ καταβιασάμενοςτοὺς βαρβάρους· ἔδοξε δὲ κατ’ ἀρχάς τικαὶ σφαλῆναι, καὶ δεικνύουσιν Ἀρβέρνοιξιφίδιον πρὸς ἱερῷ κρεμάμενον, ὡς δὴ Καί-σαρος λάφυρον· ὃ θεασάμενος αὐτὸς ὕστε-ρον ἐμειδίασε, καὶ τῶν φίλων καθελεῖν κε-λευόντων οὐκ εἴασεν, ἱερὸν ἡγούμενος.[27] Οὐ μὴν ἀλλὰ τότε τῶν διαφυγόντωνοἱ πλεῖστοι μετὰ τοῦ βασιλέως εἰς πόλινἈλησίαν συνέφυγον. καὶ πολιορκοῦντι ταύ-την Καίσαρι, δοκοῦσαν ἀνάλωτον εἶναι με-γέθει τε τειχῶν καὶ πλήθει τῶν ἀπομαχο-μένων ἐπιπίπτει παντὸς λόγου μείζων κίν-δυνος ἔξωθεν. ὃ γὰρ ἦν ἐν Γαλατίᾳ κράτι-

225

φίλοι τὸ ῥέον αἷμα καὶ οὐκ"ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν".ἐπεὶ δὲ μεγάλης ποτὲ βροντῆς γενομένηςκαὶ πάντων ἐκπλαγέντων Ἀνάξαρχος ὁ σο-φιστὴς παρὼν ἔφη πρὸς αὐτὸν "μή τι σὺτοιοῦτον ὁ τοῦ Διός;" γελάσας ἐκεῖνος "οὐβούλομαι γὰρ" εἶπε "φοβερὸς εἶναι τοῖς φί-λοις, ὥσπερ σύ με κελεύεις ὁ καταφαυλί-ζων μου τὸ δεῖπνον, ὅτι ταῖς τραπέζαιςἰχθύας ὁρᾷς ἐπικειμένους, οὐ σατραπῶνκεφαλάς". τῷ γὰρ ὄντι λέγεται τὸνἈνάξαρχον ἰχθυδίων Ἡφαιστίωνι πεμ-φθέντων ὑπὸ τοῦ βασιλέως τὸν προειρη-μένον ἐπιφθέγξασθαι λόγον, οἷον ἐξευτελί-ζοντα καὶ κατειρωνευόμενον τοὺς τὰ περί-βλεπτα μεγάλοις πόνοις καὶ κινδύνοιςδιώκοντας, ὡς οὐδὲν ἢ μικρὸν ἐν ἡδοναῖςκαὶ ἀπολαύσεσι πλέον ἔχοντας τῶν ἄλλων.ὁ δ’ οὖν Ἀλέξανδρος καὶ ἀπὸ τῶν εἰρη-μένων δῆλός ἐστιν αὐτὸς οὐδὲν πεπονθὼςοὐδὲ τετυφωμένος, ἀλλὰ τοὺς ἄλλους κατα-

68

βαλὼν ἐπὶ τοὺς πόδας Τίρεως αὑτὸνἱκέτευεν εὐφημεῖν, καὶ μήτ’ Ἀλέξανδρονἀδικεῖν, μήτε τὴν τεθνεῶσαν ἀδελφὴν καὶγυναῖκα καταισχύνειν, μήθ’ αὑτοῦ τὴν με-γίστην ὧν ἔπταικεν ἀφαιρεῖσθαι παραμυθί-αν, τὸ δοκεῖν ὑπ’ ἀνδρὸς ἡττῆσθαι κρείττο-νος ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν, ἀλλὰκαὶ θαυμάζειν Ἀλέξανδρον, ὡς πλείοναταῖς Περσῶν γυναιξὶ σωφροσύνην ἢ Πέρ-σαις ἀνδρείαν ἐπιδεδειγμένον. ἅμα δ’ ὅρ-κους τε φρικώδεις τοῦ θαλαμηπόλου κινο-ῦντος ὑπὲρ τούτων, καὶ περὶ τῆς ἄλληςἐγκρατείας καὶ μεγαλοψυχίας τῆς Ἀλεξάν-δρου λέγοντος, ἐξελθὼν πρὸς τοὺς ἑταίρουςὁ Δαρεῖος, καὶ τὰς χεῖρας ἀνατείνας πρὸςτὸν οὐρανόν, ἐπεύξατο· "θεοὶ γενέθλιοι καὶβασίλειοι, μάλιστα μὲν ἐμοὶ διδοίητε τὴνΠερσῶν ἀρχὴν εἰς ὀρθὸν αὖθις σταθεῖσανἐφ’ οἷς ἐδεξάμην ἀγαθοῖς ἀπολαβεῖν, ἵνακρατήσας ἀμείψωμαι τὰς Ἀλεξάνδρουχάριτας, ὧν εἰς τὰ φίλτατα πταίσας ἔτυ-

73

στον, ἀπὸ τῶν ἐθνῶν ἀθροισθὲν ἐν ὅπλοιςἧκον ἐπὶ τὴν Ἀλησίαν, τριάκοντα μυ-ριάδες· αἱ δ’ ἐν αὐτῇ τῶν μαχομένων οὐκἐλάττονες ἦσαν ἑπτακαίδεκα μυριάδων,ὥστ’ ἐν μέσῳ πολέμου τοσούτου τὸν Καί-σαρα κατειλημμένον καὶ πολιορκούμενονἀναγκασθῆναι διττὰ τείχη προβαλέσθαι,τὸ μὲν πρὸς τὴν πόλιν, τὸ δ’ ἀπὸ τῶν ἐπε-ληλυθότων, ὡς εἰ συνέλθοιεν αἱ δυνάμεις,κομιδῇ διαπεπραγμένων τῶν καθ’ αὑτόν.διὰ πολλὰ μὲν οὖν εἰκότως ὁ πρὸς Ἀλησίᾳκίνδυνος ἔσχε δόξαν, ὡς ἔργα τόλμης καὶδεινότητος οἷα τῶν ἄλλων ἀγώνων οὐδεὶςπαρασχόμενος· μάλιστα δ’ ἄν τις θαυ-μάσειε τὸ λαθεῖν τοὺς ἐν τῇ πόλει Καίσαρατοσαύταις μυριάσι ταῖς ἔξω συμβαλόντακαὶ περιγενόμενον, μᾶλλον δὲ καὶ τῶν Ῥω-μαίων τοὺς τὸ πρὸς τῇ πόλει τεῖχος φυλάτ-τοντας. οὐ γὰρ πρότερον ᾔσθοντο τὴν νί-κην, ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶνκαὶ κοπετὸν γυναικῶν ἀκουσθῆναι, θεασα-

226

ῖσθαι τὰς διαλύσεις, Πομπηΐου δὲ καμπτο-μένου καὶ διδόντος, οἱ περὶ Λέντλον οὐκεἴων ὑπατεύοντες, ἀλλὰ καὶ τῆς βουλῆςἈντώνιον καὶ Κουρίωνα προπηλακίσαντεςἐξήλασαν ἀτίμως, τὴν εὐπρεπεστάτην Καί-σαρι τῶν προφάσεων αὐτοὶ μηχανησάμενοικαὶ δι’ ἧς μάλιστα τοὺς στρατιώτας πα-ρώξυνεν, ἐπιδεικνύμενος ἄνδρας ἐλλογί-μους καὶ ἄρχοντας ἐπὶ μισθίων ζευγῶν πε-φευγότας ἐν ἐσθῆσιν οἰκετικαῖς· οὕτω γὰρἀπὸ Ῥώμης σκευάσαντες ἑαυτοὺς διὰφόβον ὑπεξῄεσαν.[32] Ἦσαν μὲν οὖν περὶ αὐτὸν οὐ πλείουςἱππέων τριακοσίων καὶ πεντακισχιλίωνὁπλιτῶν· τὸ γὰρ ἄλλο στράτευμα πέρανἌλπεων ἀπολελειμμένον ἔμελλον ἄξειν οἱπεμφθέντες. ὁρῶν δὲ τὴν ἀρχὴν ὧν ἐνίστα-το πραγμάτων καὶ τὴν ἔφοδον οὐ πολυχει-ρίας δεομένην ἐν τῷ παρόντι μᾶλλον ἢθάμβει τε τόλμης καὶ τάχει καιροῦ κατα-ληπτέαν οὖσαν, ἐκπλήξειν γὰρ ἀπιστούμε-

235

μητρὶ σῇ καὶ τέκνοις οὐδὲν ἐνέδει τῶνπρόσθεν ἀγαθῶν καὶ καλῶν ἢ τὸ σὸν ὁρᾶνφῶς, ὃ πάλιν ἀναλάμψειε λαμπρὸν ὁ κύριοςὨρομάσδης, οὔτ’ ἀποθανοῦσα κόσμου τι-νὸς ἄμοιρος γέγονεν, ἀλλὰ καὶ πολεμίωντετίμηται δάκρυσιν. οὕτω γάρ ἐστι χρη-στὸς κρατήσας Ἀλέξανδρος ὡς δεινὸς μα-χόμενος". ταῦτ’ ἀκούσαντα Δαρεῖον ἡ τα-ραχὴ καὶ τὸ πάθος ἐξέφερε πρὸς ὑποψίαςἀτόπους, καὶ τὸν εὐνοῦχον ἐνδοτέρω τῆςσκηνῆς ἀπαγαγών, "εἰ μὴ καὶ σὺ μετὰ τῆςΠερσῶν" ἔφη "τύχης μακεδονίζεις, ἀλλ’ἔτι σοι δεσπότης ἐγὼ Δαρεῖος, εἰπέ μοι σε-βόμενος Μίθρου τε φῶς μέγα καὶ δεξιὰνβασίλειον, ἆρα μὴ τὰ μικρότατα τῶν Στα-τείρας κλαίω κακῶν, οἰκτρότερα δὲ ζώσηςἐπάσχομεν, καὶ μᾶλλον ἂν κατ’ ἀξίαν ἐδυ-στυχοῦμεν ὠμῷ καὶ σκυθρωπῷ περιπε-σόντες ἐχθρῷ; τί γὰρ εὐπρεπὲς ἀνδρὶ νέῳπρὸς ἐχθροῦ γυναῖκα μέχρι τιμῆς τοσαύ-της συμβόλαιον;" ἔτι λέγοντος αὐτοῦ κατα-

72

δουλούμενος τῇ δόξῃ τῆς θειότητος.[29]Εἰς δὲ Φοινίκην ἐπανελθὼν ἐξ Αἰγύ-πτου, θυσίας τοῖς θεοῖς καὶ πομπὰς ἐπε-τέλει καὶ χορῶν {ἐγ}κυκλίων καὶ τραγικῶνἀγῶνας, οὐ μόνον ταῖς παρασκευαῖς, ἀλλὰκαὶ ταῖς ἁμίλλαις λαμπροὺς γενομένους.ἐχορήγουν γὰρ οἱ βασιλεῖς τῶν Κυπρίων,ὥσπερ Ἀθήνησιν οἱ κληρούμενοι κατὰ φυ-λάς, καὶ ἠγωνίζοντο θαυμαστῇ φιλοτιμίᾳπρὸς ἀλλήλους. μάλιστα δὲ Νικοκρέων ὁΣαλαμίνιος καὶ Πασικράτης ὁ Σόλιος διε-φιλονίκησαν. οὗτοι γὰρ ἔλαχον τοῖς ἐνδο-ξοτάτοις ὑποκριταῖς χορηγεῖν, Πασι-κράτης μὲν Ἀθηνοδώρῳ, Νικοκρέων δὲΘεσσαλῷ, περὶ ὃν ἐσπουδάκει καὶ αὐτὸςἈλέξανδρος. οὐ μὴν διέφηνε τὴν σπουδὴνπρότερον ἢ ταῖς ψήφοις ἀναγορευθῆναι νι-κῶντα τὸν Ἀθηνόδωρον. τότε δ’ ὡς ἔοικενἀπιὼν ἔφη τοὺς μὲν κριτὰς ἐπαινεῖν, αὐτὸςμέντοι μέρος ἂν ἡδέως προέσθαι τῆς βασι-λείας ἐπὶ τῷ μὴ Θεσσαλὸν ἰδεῖν νενικη-

69

τῇ μὲν ὀλίγοι παντάπασι, τῇ δὲ πάντεςπαρ’ ὀλίγους προσέθεντο· τῶν δὲ περὶἈντώνιον πάλιν ἀξιούντων ἀμφοτέρους τὴνἀρχὴν ἀφεῖναι, πάντες ὁμαλῶς προσεχώρη-σαν. ἀλλ’ ἐκβιαζομένου Σκιπίωνος, καὶΛέντλου τοῦ ὑπάτου βοῶντος ὅπλων δεῖνπρὸς ἄνδρα λῃστήν, οὐ ψήφων, τότε μὲνδιελύθησαν καὶ μετεβάλοντο τὰς ἐσθῆταςἐπὶ πένθει διὰ τὴν στάσιν.[31] Ἐπεὶ δὲ παρὰ Καίσαρος ἧκον ἐπιστο-λαὶ μετριάζειν δοκοῦντος ἠξίου γὰρ ἀφεὶςτὰ ἄλλα πάντα τὴν ἐντὸς Ἄλπεων καὶ τὸἸλλυρικὸν μετὰ δυεῖν ταγμάτων αὐτῷ δο-θῆναι, μέχρι οὗ τὴν δευτέραν ὑπατείανμέτεισι, καὶ Κικέρων ὁ ῥήτωρ, ἄρτι παρὼνἐκ Κιλικίας καὶ διαλλαγὰς πράττων,ἐμάλαττε τὸν Πομπήϊον, ὁ δὲ τἆλλα συγ-χωρῶν τοὺς στρατιώτας ἀφῄρει, καὶ Κι-κέρων μὲν ἔπειθε τοὺς Καίσαρος φίλουςσυνενδόντας ἐπὶ ταῖς εἰρημέναις ἐπαρχίαιςκαὶ στρατιώταις μόνοις ἑξακισχιλίοις ποιε-

234

μένων ἄρα κατὰ θάτερα μέρη πολλοὺς μὲνἀργύρῳ καὶ χρυσῷ κεκοσμημένους θυρε-ούς, πολλοὺς δ’ αἵματι πεφυρμένους θώρα-κας, ἔτι δ’ ἐκπώματα καὶ σκηνὰς Γαλατι-κὰς ὑπὸ τῶν Ῥωμαίων εἰς τὸ στρατόπεδονκομιζομένας. οὕτως ὀξέως ἡ τοσαύτη δύ-ναμις ὥσπερ εἴδωλον ἢ ὄνειρον ἠφάνιστοκαὶ διεπεφόρητο, τῶν πλείστων ἐν τῇμάχῃ πεσόντων. οἱ δὲ τὴν Ἀλησίαν ἔχο-ντες, οὐκ ὀλίγα πράγματα παρασχόντεςἑαυτοῖς καὶ Καίσαρι, τέλος παρέδοσαν ἑαυ-τούς. ὁ δὲ τοῦ σύμπαντος ἡγεμὼν πολέμουΟὐεργεντόριξ ἀναλαβὼν τῶν ὅπλων τὰκάλλιστα καὶ κοσμήσας τὸν ἵππον, ἐξιπ-πάσατο διὰ τῶν πυλῶν· καὶ κύκλῳ περὶτὸν Καίσαρα καθεζόμενον ἐλάσας, εἶτ’ἀφαλόμενος τοῦ ἵππου, τὴν μὲν πανοπλίανἀπέῤῥιψεν, αὐτὸς δὲ καθίσας ὑπὸ πόδαςτοῦ Καίσαρος ἡσυχίαν ἦγεν, ἄχρι οὗ παρε-δόθη φρουρησόμενος ἐπὶ τὸν θρίαμβον.[28] Καίσαρι δὲ πάλαι μὲν ἐδέδοκτο κατα-

227

μένον. ἐπεὶ δ’ Ἀθηνόδωρος ὑπὸ τῶν Ἀθη-ναίων ζημιωθείς, ὅτι πρὸς τὸν ἀγῶνα τῶνΔιονυσίων οὐκ ἀπήντησεν, ἠξίου γράψαιπερὶ αὐτοῦ τὸν βασιλέα, τοῦτο μὲν οὐκἐποίησε, τὴν δὲ ζημίαν ἀπέστειλε παρ’ἑαυτοῦ. Λύκωνος δὲ τοῦ Σκαρφέως εὐημε-ροῦντος ἐν τῷ θεάτρῳ καὶ στίχον εἰς τὴνκωμῳδίαν ἐμβαλόντος αἴτησιν περιέχονταδέκα ταλάντων, γελάσας ἔδωκε.Δαρείου δὲ πέμψαντος ἐπιστολὴν πρὸςαὐτὸν καὶ φίλους δεομένους, μύρια μὲνὑπὲρ τῶν ἑαλωκότων λαβεῖν τάλαντα, τὴνδ’ ἐντὸς Εὐφράτου πᾶσαν ἔχοντα καὶ γή-μαντα μίαν τῶν θυγατέρων φίλον εἶναι καὶσύμμαχον, ἐκοινοῦτο τοῖς ἑταίροις· καὶΠαρμενίωνος εἰπόντος "ἐγὼ μὲν εἰἈλέξανδρος ἤμην, ἔλαβον ἂν ταῦτα,""κἀγὼ νὴ Δία" εἶπεν ὁ Ἀλέξανδρος, "εἰΠαρμενίων". πρὸς δὲ τὸν Δαρεῖον ἔγραψεν,ὡς οὐδενὸς ἀτυχήσει τῶν φιλανθρώπων ἐλ-θὼν πρὸς αὐτόν, εἰ δὲ μή, αὐτὸς ἐπ’ ἐκε-

70

ῖνον ἤδη πορεύσεσθαι.[30] Ταχὺ μέντοι μετεμελήθη, τῆς Δαρείουγυναικὸς ἀποθανούσης ἐν ὠδῖσι, καὶ φανε-ρὸς ἦν ἀνιώμενος ὡς ἐπίδειξιν οὐ μικρὰνἀφῃρημένος χρηστότητος. ἔθαψεν οὖν τὴνἄνθρωπον οὐδεμιᾶς πολυτελείας φειδόμε-νος. τῶν δὲ θαλαμηπόλων τις εὐνούχων, οἳσυνεαλώκεισαν ταῖς γυναιξίν, ἀποδρὰς ἐκτοῦ στρατοπέδου καὶ πρὸς Δαρεῖον ἀφιπ-πασάμενος, Τίρεως ὄνομα, φράζει τὸνθάνατον αὐτῷ τῆς γυναικός. ὡς δὲ πλη-ξάμενος τὴν κεφαλὴν καὶ ἀνακλαύσας "φεῦτοῦ Περσῶν" ἔφη "δαίμονος, εἰ δεῖ τὴν βα-σιλέως γυναῖκα καὶ ἀδελφὴν οὐ μόνον αἰχ-μάλωτον γενέσθαι ζῶσαν, ἀλλὰ καὶ τελευ-τήσασαν ἄμοιρον κεῖσθαι ταφῆς βασιλι-κῆς," ὑπολαβὼν ὁ θαλαμηπόλος "ἀλλὰ τα-φῆς γε χάριν" εἶπεν "ὦ βασιλεῦ καὶ τιμῆςἁπάσης καὶ τοῦ πρέποντος οὐδὲν ἔχειςαἰτιάσασθαι τὸν πονηρὸν δαίμονα Περσῶν.οὔτε γὰρ ζώσῃ τῇ δεσποίνῃ Στατείρᾳ καὶ

71

λύειν Πομπήϊον, ὥσπερ ἀμέλει κἀκείνῳτοῦτον· Κράσσου γὰρ ἐν Πάρθοις ἀπολω-λότος, ὃς ἦν ἔφεδρος ἀμφοῖν, ἀπελείπετοτῷ μὲν ὑπὲρ τοῦ γενέσθαι μεγίστῳ τὸνὄντα καταλύειν, τῷ δ’ ἵνα μὴ πάθῃ τοῦτο,προαναιρεῖν ὃν ἐδεδοίκει. τοῦτο δὲ Πομπη-ΐῳ μὲν ἐξ ὀλίγου φοβεῖσθαι παρέστη, τέωςὑπερορῶντι Καίσαρος, ὡς οὐ χαλεπὸν ἔρ-γον, ὃν αὐτὸς ηὔξησε, καταλυθῆναι πάλινὑπ’ αὐτοῦ· Καῖσαρ δ’ ἀπ’ ἀρχῆς ὑπόθεσινταύτην πεποιημένος, ἐπὶ τῶν ἀνταγωνι-στῶν ὥσπερ ἀθλητὴς ἑαυτὸν ἀποστήσαςμακρὰν καὶ τοῖς Κελτικοῖς ἐγγυμνασάμε-νος πολέμοις, ἐπήσκησε μὲν τὴν δύναμιν,ηὔξησε δὲ τὴν δόξαν, ἀπὸ τῶν ἔργων εἰςἀντίπαλον ἀρθεῖσ<αν> τοῖς Πομπηΐου κα-τορθώμασι, λαμβάνων προφάσεις, τὰς μὲναὐτοῦ Πομπηΐου, τὰς δὲ τῶν καιρῶν ἐνδι-δόντων καὶ τῆς ἐν Ῥώμῃ κακοπολιτείας,δι’ ἣν οἱ μὲν ἀρχὰς μετιόντες ἐν μέσῳθέμενοι τραπέζας ἐδέκαζον ἀναισχύντως

228

ωσις τὸ πρόσχημα τῆς δικαιολογίας λα-μπρὸν εἶχεν· ἠξίου γὰρ αὐτός τε κατα-θέσθαι τὰ ὅπλα, καὶ Πομπηΐου ταὐτὸπράξαντος ἀμφοτέρους ἰδιώτας γενομένουςεὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν,ὡς τοὺς αὐτὸν μὲν ἀφαιρουμένους, ἐκείνῳδ’ ἣν εἶχε βεβαιοῦντας δύναμιν, ἕτερον δια-βάλλοντας ἕτερον κατασκευάζειν τύραννον.ταῦτα προκαλούμενος ἐν τῷ δήμῳ Κουρί-ων ὑπὲρ Καίσαρος ἐκροτεῖτο λαμπρῶς, οἱδὲ καὶ στεφάνους ἐπ’ αὐτὸν ὥσπερ ἀθλη-τὴν ἀνθοβολοῦντες ἠφίεσαν. Ἀντώνιος δὲδημαρχῶν Καίσαρος ὑπὲρ τούτων ἐπιστο-λὴν κομισθεῖσαν εἰς τὸ πλῆθος ἐξήνεγκεκαὶ ἀνέγνω βίᾳ τῶν ὑπάτων. ἐν δὲ τῇ βου-λῇ Σκιπίων μὲν ὁ Πομπηΐου πενθερὸςεἰσηγήσατο γνώμην, ἂν ἐν ἡμέρᾳ ῥητῇ μὴκατάθηται τὰ ὅπλα Καῖσαρ, ἀποδειχθῆναιπολέμιον αὐτόν. ἐρωτώντων δὲ τῶνὑπάτων εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τοὺςστρατιώτας, καὶ πάλιν εἰ δοκεῖ Καίσαρα,

233

"ἡμᾶς μὲν" εἶπεν "ὦ Εὐρύλοχε συνερῶνταςἔχεις· ὅρα δ’ ὅπως πείθωμεν ἢ λόγοις ἢδώροις τὴν Τελεσίππαν, ἐπειδήπερ ἐξἐλευθέρων ἐστί".[42] Θαυμάσαι δ’ αὐτὸν ἔστιν, ὅτι καὶμέχρι τοιούτων ἐπιστολῶν τοῖς φίλοιςἐσχόλαζεν· οἷα γράφει παῖδα Σελεύκου εἰςΚιλικίαν ἀποδεδρακότα κελεύων ἀναζη-τῆσαι, καὶ Πευκέσταν ἐπαινῶν ὅτι ΝίκωναΚρατεροῦ δοῦλον συνέλαβε, καὶ Μεγαβύζῳπερὶ τοῦ θεράποντος τοῦ ἐν τῷ ἱερῷ καθε-ζομένου, κελεύων αὐτὸν ἂν δύνηται συλλα-βεῖν ἔξω τοῦ ἱεροῦ προκαλεσάμενον, ἐν δὲτῷ ἱερῷ μὴ προσάπτεσθαι. λέγεται δὲ καὶτὰς δίκας διακρίνων ἐν ἀρχῇ τὰς θανατι-κὰς τὴν χεῖρα τῶν ὤτων τῷ ἑτέρῳ προστι-θέναι τοῦ κατηγόρου λέγοντος, ὅπως τῷκινδυνεύοντι καθαρὸν φυλάττηται καὶἀδιάβλητον. ἀλλ’ ὕστερόν γ’ αὐτὸν ἐξε-τράχυναν αἱ πολλαὶ διαβολαί, διὰ τῶν ἀλη-θῶν πάροδον καὶ πίστιν ἐπὶ τὰ ψευδῆ λαβο-

100

ἐπέῤῥωσαν αὐτὸν βοῶντες ἄγειν ἐπὶ τοὺςβαρβάρους, τὸ ξυστὸν εἰς τὴν ἀριστερὰνμεταλαβών, τῇ δεξιᾷ παρεκάλει τοὺς θε-ούς, ὡς Καλλισθένης φησίν, ἐπευχόμενος,εἴπερ ὄντως Διόθεν ἐστὶ γεγονώς, ἀμῦναικαὶ συνεπιῤῥῶσαι τοὺς Ἕλληνας. ὁ δὲμάντις Ἀρίστανδρος, χλανίδα λευκὴν ἔχωνκαὶ χρυσοῦν στέφανον, ἐπεδείκνυτο παριπ-πεύων ἀετὸν ὑπὲρ κεφαλῆς Ἀλεξάνδρουσυνεπαιωρούμενον καὶ κατευθύνοντα τὴνπτῆσιν ὄρθιον ἐπὶ τοὺς πολεμίους, ὥστεπολὺ μὲν θάρσος ἐγγενέσθαι τοῖς ὁρῶσιν,ἐκ δὲ τοῦ θαῤῥεῖν καὶ παρακαλεῖν ἀλλή-λους δρόμῳ τοῖς ἱππεῦσιν ἱεμένοις ἐπὶ τοὺςπολεμίους ἐπικυμαίνειν τὴν φάλαγγα. πρὶνδὲ συμμεῖξαι τοὺς πρώτους, ἐξέκλιναν οἱβάρβαροι, καὶ διωγμὸς ἦν πολὺς, εἰς τὰμέσα συνελαύνοντος Ἀλεξάνδρου τὸ νι-κώμενον, ὅπου Δαρεῖος ἦν. πόῤῥωθεν γὰραὐτὸν κατεῖδε, διὰ τῶν προτεταγμένων ἐνβάθει τῆς βασιλικῆς ἴλης ἐκφανέντα, καλὸν

81

αὐτὸν δὲ Πομπήϊον ἐλπίσι κεναῖς διέφθει-ραν, ὡς ποθούμενον ὑπὸ τῆς Καίσαροςστρατιᾶς, καὶ τὰ μὲν ἐνταῦθα διὰ φθόνονπολιτείας ὑπούλου μόλις ἔχοντα, τῆς δ’ἐκεῖ δυνάμεως ἑτοίμης ὑπαρχούσης αὐτῷ,κἂν μόνον ὑπερβάλωσιν εἰς Ἰταλίαν, εὐθὺςἐσομένης πρὸς ἐκεῖνον· οὕτως γεγονέναιτὸν Καίσαρα πλήθει στρατειῶν λυπηρὸναὐτοῖς καὶ φόβῳ μοναρχίας ὕποπτον. ἐπὶτούτοις Πομπήϊος ἐχαυνοῦτο, καὶ παρα-σκευῆς μὲν ἠμέλει στρατιωτῶν, ὡς μὴ δε-δοικώς, λόγοις δὲ καὶ γνώμαις κατεπολι-τεύετο τῷ δοκεῖν Καίσαρα καταψηφιζόμε-νος· ὧν ἐκεῖνος οὐδὲν ἐφρόντιζεν, ἀλλὰ καὶλέγεταί τινα τῶν ἀφιγμένων παρ’ αὐτοῦταξιάρχων, ἑστῶτα πρὸ τοῦ βουλευτηρίουκαὶ πυθόμενον ὡς οὐ δίδωσιν ἡ γερουσίαΚαίσαρι χρόνον τῆς ἀρχῆς, „ἀλλ’ αὕτη“φάναι „δώσει“, κρούσαντα τῇ χειρὶ τὴν λα-βὴν τῆς μαχαίρας.[30] Οὐ μὴν ἀλλ’ ἥ γε παρὰ Καίσαρος ἀξί-

232

τὰ πλήθη, κατῄει δ’ ὁ δῆμος ἔμμισθος, οὐψήφοις ὑπὲρ τοῦ δεδωκότος, ἀλλὰ τόξοιςκαὶ ξίφεσι καὶ σφενδόναις ἁμιλλώμενος.αἵματι δὲ καὶ νεκροῖς πολλάκις αἰσχύνα-ντες τὸ βῆμα διεκρίθησαν, ἐν ἀναρχίᾳ τὴνπόλιν ὥσπερ <ναῦν> ἀκυβέρνητον ὑποφε-ρομένην ἀπολιπόντες, ὥστε τοὺς νοῦν ἔχο-ντας ἀγαπᾶν, εἰ πρὸς μηδὲν αὐτοῖς χεῖρον,ἀλλ’ <ἢ> μοναρχίαν ἐκ τοσαύτης παραφρο-σύνης καὶ τοσούτου κλύδωνος ἐκπεσεῖταιτὰ πράγματα. πολλοὶ δ’ ἦσαν οἱ καὶ λέγεινἐν μέσῳ τολμῶντες ἤδη, πλὴν ὑπὸ μοναρ-χίας ἀνήκεστον εἶναι τὴν πολιτείαν, καὶ τὸφάρμακον τοῦτο χρῆναι τοῦ πρᾳοτάτουτῶν ἰατρῶν ἀνασχέσθαι προσφέροντος,ὑποδηλοῦντες <δὴ> τὸν Πομπήϊον. ἐπεὶ δὲκἀκεῖνος λόγῳ παραιτεῖσθαι καλλωπιζόμε-νος, ἔργῳ παντὸς μᾶλλον ἐπέραινεν ἐξ ὧνἀναδειχθήσοιτο δικτάτωρ, συμφρονήσα-ντες οἱ περὶ Κάτωνα πείθουσι τὴν γερουσί-αν ὕπατον αὐτὸν ἀποδεῖξαι μόνον, ὡς μὴ

229

ἄνδρα καὶ μέγαν ἐφ’ ἅρματος ὑψηλοῦ βε-βῶτα, πολλοῖς ἱππεῦσι καὶ λαμπροῖς κατα-πεφραγμένον, εὖ μάλα συνεσπειραμένοιςπερὶ τὸ ἅρμα καὶ παρατεταγμένοις δέχε-σθαι τοὺς πολεμίους. ἀλλὰ δεινὸς ὀφθεὶςἐγγύθεν Ἀλέξανδρος, καὶ τοὺς φεύγονταςἐμβαλὼν εἰς τοὺς μένοντας, ἐξέπληξε καὶδιεσκέδασε τὸ πλεῖστον. οἱ δ’ ἄριστοι καὶγενναιότατοι πρὸ τοῦ βασιλέως φονευόμε-νοι καὶ κατ’ ἀλλήλων πίπτοντες, ἐμποδὼντῆς διώξεως ἦσαν, ἐμπλεκόμενοι καὶ περι-σπαίροντες αὑτοῖς καὶ ἵπποις. Δαρεῖος δέ,τῶν δεινῶν ἁπάντων ἐν ὀφθαλμοῖς ὄντων,καὶ τῶν προτεταγμένων δυνάμεων ἐρειπο-μένων εἰς αὐτόν, ὡς οὐκ ἦν ἀποστρέψαι τὸἅρμα καὶ διεξελάσαι ῥᾴδιον, ἀλλ’ οἵ τε τρο-χοὶ συνείχοντο πτώμασι πεφυρμένοι το-σούτοις, οἵ θ’ ἵπποι καταλαμβανόμενοι καὶἀποκρυπτόμενοι τῷ πλήθει τῶν νεκρῶν,ἐξήλλοντο καὶ συνετάραττον τὸν ἡνίοχον,ἀπολείπει μὲν τὸ ἅρμα καὶ τὰ ὅπλα, θή-

82

κου δορατίῳ περιπεσὼν Κρατερὸς τοὺς μη-ροὺς ἐτρώθη. Πευκέστα δὲ σωθέντος ἔκ τι-νος ἀσθενείας, ἔγραψε πρὸς Ἀλέξιππον τὸνἰατρὸν εὐχαριστῶν. Κρατεροῦ δὲ νοσο-ῦντος ὄψιν ἰδὼν καθ’ ὕπνον, αὐτός τέ τιναςθυσίας ἔθυσεν ὑπὲρ αὐτοῦ, κἀκεῖνον{θῦσαι} ἐκέλευσεν. ἔγραψε δὲ καὶ Παυσα-νίᾳ τῷ ἰατρῷ βουλομένῳ τὸν Κρατερὸν ἐλ-λεβορίσαι, τὰ μὲν ἀγωνιῶν, τὰ δὲ παραι-νῶν ὅπως χρήσηται τῇ φαρμακείᾳ. τοὺς δὲπρώτους τὴν Ἁρπάλου φυγὴν καὶ ἀπόδρα-σιν ἀπαγγείλαντας ἔδησεν, Ἐφιάλτην καὶΚίσσον, ὡς καταψευδομένους τοῦ ἀνδρός.ἐπεὶ δέ, τοὺς ἀσθενοῦντας αὐτοῦ καὶ γέρο-ντας εἰς οἶκον ἀποστέλλοντος, ΕὐρύλοχοςΑἰγαῖος ἐνέγραψεν ἑαυτὸν εἰς τοὺς νοσο-ῦντας, εἶτα φωραθεὶς ἔχων οὐδὲν κακόν,ὡμολόγησε Τελεσίππας ἐρᾶν καὶ συνεπα-κολουθεῖν ἐπὶ θάλασσαν ἀπιούσης ἐκείνης,ἠρώτησε τίνων ἀνθρώπων ἐστὶ τὸ γύναιον.ἀκούσας δ’ ὅτι τῶν ἐλευθέρων ἑταιρῶν

99

βιάσαιτο δικτάτωρ γενέσθαι, νομιμωτέρᾳμοναρχίᾳ παρηγορηθείς. οἱ δὲ καὶ χρόνονἐπεψηφίσαντο τῶν ἐπαρχιῶν· δύο δ’ εἶχεν,Ἰβηρίαν καὶ Λιβύην σύμπασαν, ἃς διῴκειπρεσβευτὰς ἀποστέλλων καὶ στρατεύματατρέφων, οἷς ἐλάμβανεν ἐκ τοῦ δημοσίουταμιείου χίλια τάλαντα καθ’ ἕκαστονἐνιαυτόν.[29] Ἐκ τούτου Καῖσαρ ὑπατείαν ἐμνᾶτοπέμπων καὶ χρόνον ὁμοίως τῶν ἰδίωνἐπαρχιῶν. τὸ μὲν οὖν πρῶτον Πομπηΐουσιωπῶντος, οἱ περὶ Μάρκελλον καὶΛέντλον ἠναντιοῦντο, μισοῦντες ἄλλωςΚαίσαρα καὶ τοῖς ἀναγκαίοις οὐκ ἀναγκαῖαπροστιθέντες εἰς ἀτιμίαν αὐτοῦ καὶ προπη-λακισμόν. Νεοκωμίτας γὰρ ἔναγχος ὑπὸΚαίσαρος ἐν Γαλατίᾳ κατῳκισμένουςἀφῃροῦντο τῆς πολιτείας, καὶ Μάρκελλοςὑπατεύων ἕνα τῶν ἐκεῖ βουλευτῶν εἰςῬώμην ἀφικόμενον ᾐκίσατο ῥάβδοις, ἐπι-λέγων ὡς ταῦτα τοῦ μὴ Ῥωμαῖον εἶναι πα-

230

ράσημα προστίθησιν αὐτῷ, καὶ δεικνύεινἀπιόντα Καίσαρι κελεύει. μετὰ δὲ Μάρκελ-λον, ἤδη Καίσαρος τὸν Γαλατικὸν πλοῦτονἀρύεσθαι ῥύδην ἀφεικότος πᾶσι τοῖς πολι-τευομένοις, καὶ Κουρίωνα μὲν δημαρχο-ῦντα πολλῶν ἐλευθερώσαντος δανείων,Παύλῳ δ’ ὑπατεύοντι χίλια καὶ πεντα-κόσια τάλαντα δόντος, ἀφ’ ὧν καὶ τὴν βα-σιλικὴν ἐκεῖνος, ὀνομαστὸν ἀνάθημα, τῇἀγορᾷ προσεκόσμησεν, ἀντὶ τῆς Φουλβίαςοἰκοδομηθεῖσαν, οὕτω δὴ φοβηθεὶς τὴν σύ-στασιν ὁ Πομπήϊος ἀναφανδὸν ἤδη δι’ ἑαυ-τοῦ καὶ τῶν φίλων ἔπραττεν ἀποδειχθῆναιδιάδοχον Καίσαρι τῆς ἀρχῆς, καὶ πέμπωνἀπῄτει τοὺς στρατιώτας οὓς ἔχρησεν αὐτῷπρὸς τοὺς Κελτικοὺς ἀγῶνας. ὁ δ’ ἀπο-πέμπει, δωρησάμενος ἕκαστον ἄνδρα πε-ντήκοντα καὶ διακοσίαις δραχμαῖς. οἱ δὲτούτους Πομπηΐῳ κομίσαντες εἰς μὲν τὸπλῆθος οὐκ ἐπιεικεῖς οὐδὲ χρηστοὺς κα-τέσπειραν λόγους ὑπὲρ τοῦ Καίσαρος,

231

[41] Ἀλέξανδρος μὲν οὖν ἑαυτὸν ἀσκῶνἅμα καὶ τοὺς ἄλλους παροξύνων πρὸς ἀρε-τὴν ἐκινδύνευεν· οἱ δὲ φίλοι διὰ πλοῦτονκαὶ ὄγκον ἤδη τρυφᾶν βουλόμενοι καὶ σχο-λάζειν, ἐβαρύνοντο τὰς πλάνας καὶ τὰςστρατείας, καὶ κατὰ μικρὸν οὕτω προῆλ-θον εἰς τὸ βλασφημεῖν καὶ κακῶς λέγειναὐτόν. ὁ δὲ καὶ πάνυ πρᾴως ἐν ἀρχῇ πρὸςταῦτα διέκειτο, φάσκων βασιλικὸν εἶναι τὸκακῶς ἀκούειν εὖ ποιοῦντα. καίτοι τὰ μὲνμικρότατα τῶν γενομένων τοῖς συνήθεσιπαρ’ αὐτοῦ σημεῖα μεγάλης ὑπῆρχεν εὐνοί-ας καὶ τιμῆς· ὧν ὀλίγα παραθήσομαι. Πευ-κέστᾳ μὲν ἔγραψε μεμφόμενος, ὅτι δηχθεὶςὑπ’ ἄρκτου τοῖς μὲν ἄλλοις ἔγραψεν, αὐτῷδ’ οὐκ ἐδήλωσεν. "ἀλλὰ νῦν γε" φησί"γράψον τε πῶς ἔχεις, καὶ μή τινές σε τῶνσυγκυνηγετούντων ἐγκατέλιπον, ἵνα δίκηνδῶσι". τοῖς δὲ περὶ Ἡφαιστίωνα διὰπράξεις τινὰς ἀποῦσιν ἔγραψεν, ὅτι παι-ζόντων αὐτῶν πρὸς ἰχνεύμονα τῷ Περδίκ-

98

λειαν δ’ ὥς φασι νεοτόκον ἵππον περιβὰςἔφυγεν. οὐ μὴν τότε γ’ ἂν ἐδόκει διαφυγε-ῖν, εἰ μὴ πάλιν ἧκον ἕτεροι παρὰ τοῦ Παρ-μενίωνος ἱππεῖς μετακαλοῦντες Ἀλέξαν-δρον, ὡς συνεστώσης ἔτι πολλῆς δυνάμεωςἐκεῖ καὶ τῶν πολεμίων οὐκ ἐνδιδόντων.ὅλως γὰρ αἰτιῶνται Παρμενίωνα κατ’ ἐκεί-νην τὴν μάχην νωθρὸν γενέσθαι καὶ δύσερ-γον, εἴτε τοῦ γήρως ἤδη τι παραλύοντοςτῆς τόλμης, εἴτε τὴν ἐξουσίαν καὶ τὸνὄγκον, ὡς Καλλισθένης φησί, τῆς Ἀλεξάν-δρου δυνάμεως βαρυνόμενον καὶ προσφθο-νοῦντα. τότε δ’ οὖν ὁ βασιλεὺς ἀνιαθεὶς τῇμεταπέμψει, τοῖς μὲν στρατιώταις οὐκἔφρασε τὸ ἀληθές, ἀλλ’ ὡς ἄδην ἔχων τοῦφονεύειν, καὶ σκότους ὄντος, ἀνάκλησινἐσήμανεν· ἐλαύνων δὲ πρὸς τὸ κινδυνεῦονμέρος, ἤκουσε καθ’ ὁδὸν ἡττῆσθαι πα-ντάπασι καὶ φεύγειν τοὺς πολεμίους.[34] Τοῦτο τῆς μάχης ἐκείνης λαβούσης τὸπέρας, ἡ μὲν ἀρχὴ παντάπασιν ἡ Περσῶν

83

ῦτον ὀνομαστὶ προσαγορεύσας, „τί ἐλπίζο-μεν“ εἶπεν „ὦ Γάϊε Κρασσίνιε, καὶ πῶς τιθράσους ἔχομεν;“ ὁ δὲ Κρασσίνιος ἐκτείναςτὴν δεξιὰν καὶ μέγα βοήσας, „νικήσομεν“ἔφη „λαμπρῶς ὦ Καῖσαρ· ἐμὲ δ’ ἢ ζῶντατήμερον ἢ τεθνηκότα ἐπαινέσεις“. ταῦτ’εἰπὼν πρῶτος ἐμβάλλει τοῖς πολεμίοιςδρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυ-τὸν ἑκατὸν καὶ εἴκοσι στρατιώτας. δια-κόψας δὲ τοὺς πρώτους, καὶ πρόσω χωρῶνφόνῳ πολλῷ καὶ βιαζόμενος ἀνακόπτεταιξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε καὶτὴν ἀκμὴν ὑπὲρ τὸ ἰνίον ἀνασχεῖν.[45] Οὕτω δὲ τῶν πεζῶν κατὰ τὸ μέσονσυῤῥαγέντων καὶ μαχομένων, ἀπὸ τοῦκέρατος οἱ ἱππεῖς τοῦ Πομπηΐου σοβαρῶςἐπήλαυνον, εἰς κύκλωσιν τοῦ δεξιοῦ τὰςἴλας ἀναχεόμενοι· καὶ πρὶν ἢ προσβαλεῖναὐτούς, ἐκτρέχουσιν αἱ σπεῖραι παρὰ Καί-σαρος, οὐχ ὥσπερ εἰώθεσαν ἀκοντίσμασιχρώμενοι τοῖς ὑσσοῖς, οὐδὲ μηροὺς παίο-

260

πατρίδα διὰ Πομπήϊον ἡγοῦντο, τὴν δὲῬώμην ὡς Καίσαρος στρατόπεδον ἐξέλι-πον· ὅπου καὶ Λαβιηνός, ἀνὴρ ἐν τοῖς μάλι-στα φίλος Καίσαρος καὶ πρεσβευτὴς γεγο-νὼς καὶ συνηγωνισμένος ἐν πᾶσι προθυ-μότατα τοῖς Κελτικοῖς πολέμοις, τότ’ ἐκε-ῖνον ἀποδρὰς ἀφίκετο πρὸς Πομπήϊον·ἀλλὰ τούτῳ μὲν καὶ τὰ χρήματα καὶ τὰςἀποσκευὰς ἀπέπεμψεν ὁ Καῖσαρ. Δομιτίῳδ’ ἡγουμένῳ σπειρῶν τριάκοντα καὶ κα-τέχοντι Κορφίνιον ἐπελθὼν παρεστρατο-πέδευσεν· ὁ δ’ ἀπογνοὺς τὰ καθ’ ἑαυτόν,ᾔτησε τὸν ἰατρὸν οἰκέτην ὄντα φάρμακον,καὶ λαβὼν τὸ δοθὲν ἔπιεν ὡς τεθνηξόμε-νος. μετ’ ὀλίγον δ’ ἀκούσας τὸν Καίσαραθαυμαστῇ τινι φιλανθρωπίᾳ χρῆσθαι πρὸςτοὺς ἑαλωκότας, αὐτὸς αὑτὸν ἀπεθρήνεικαὶ τὴν ὀξύτητα τοῦ βουλεύματος ᾐτιᾶτο.τοῦ δ’ ἰατροῦ θαῤῥύναντος αὐτόν, ὡς ὑπνω-τικόν, οὐ θανάσιμον πεπωκότα, περιχαρὴςἀναστὰς ἀπῄει πρὸς Καίσαρα, καὶ λαβὼν

241

ἐδόκει καταλελύσθαι, βασιλεὺς δὲ τῆς Ἀσί-ας Ἀλέξανδρος ἀνηγορευμένος, ἔθυε τοῖςθεοῖς μεγαλοπρεπῶς, καὶ τοῖς φίλοις ἐδω-ρεῖτο πλούτους καὶ οἴκους καὶ ἡγεμονίας.φιλοτιμούμενος δὲ πρὸς τοὺς Ἕλληνας,ἔγραψε τὰς τυραννίδας πάσας καταλυθῆναικαὶ πολιτεύειν αὐτονόμους, ἰδίᾳ δὲ Πλα-ταιεῦσι τὴν πόλιν ἀνοικοδομεῖν, ὅτι τὴνχώραν οἱ πατέρες αὐτῶν ἐναγωνίσασθαιτοῖς Ἕλλησιν ὑπὲρ τῆς ἐλευθερίας πα-ρέσχον. ἔπεμψε δὲ καὶ Κροτωνιάταις εἰςἸταλίαν μέρος τῶν λαφύρων, τὴν Φαΰλλουτοῦ ἀθλητοῦ τιμῶν προθυμίαν καὶ ἀρετήν,ὃς περὶ τὰ Μηδικά, τῶν ἄλλων Ἰταλιωτῶνἀπεγνωκότων τοὺς Ἕλληνας, ἰδιόστολονἔχων ναῦν ἔπλευσεν εἰς Σαλαμῖνα, τοῦ κιν-δύνου συμμεθέξων. οὕτω τις εὐμενὴς ἦνπρὸς ἅπασαν ἀρετὴν καὶ καλῶν ἔργων φύ-λαξ καὶ οἰκεῖος.[35] Ἐπιὼν δὲ τὴν Βαβυλωνίαν, ἅπασανεὐθὺς ἐπ’ αὐτῷ γενομένην, ἐθαύμασε μάλι-

84

ὁρῶσι τοῖς Περσῶν βίοις τοὺς ἑαυτῶν πα-ραβάλλοντες, ὅτι δουλικώτατον μέν ἐστιτὸ τρυφᾶν, βασιλικώτατον δὲ τὸ πονεῖν."καίτοι πῶς ἄν τις" ἔφη "δι’ ἑαυτοῦ θερα-πεύσειεν ἵππον ἢ λόγχην ἀσκήσειεν ἢκράνος, ἀπειθικὼς τοῦ φιλτάτου σώματοςἅπτεσθαι τὰς χεῖρας;" "οὐκ ἴστ’" εἶπεν "ὅτιτοῦ κρατεῖν πέρας ἡμῖν ἐστι τὸ μὴ ταὐτὰποιεῖν τοῖς κεκρατημένοις;" ἐπέτεινεν οὖνἔτι μᾶλλον αὐτὸς ἑαυτόν, ἐν ταῖς στρατεί-αις καὶ τοῖς κυνηγεσίοις κακοπαθῶν καὶπαραβαλλόμενος, ὥστε καὶ Λάκωνα πρε-σβευτήν, παραγενόμενον αὐτῷ λέοντα κα-ταβάλλοντι μέγαν, εἰπεῖν· "καλῶς γ’Ἀλέξανδρε πρὸς τὸν λέοντα ἠγώνισαι περὶτᾶς βασιλείας". τοῦτο τὸ κυνήγιον Κρατε-ρὸς εἰς Δελφοὺς ἀνέθηκεν, εἰκόνας χαλκᾶςποιησάμενος τοῦ λέοντος καὶ τῶν κυνῶν,καὶ τοῦ βασιλέως τῷ λέοντι συνεστῶτος,καὶ αὑτοῦ προσβοηθοῦντος, ὧν τὰ μὲν Λύ-σιππος ἔπλασε, τὰ δὲ Λεωχάρης.

97

δεξιάν, αὖθις διεξέπεσε πρὸς Πομπήϊον.ταῦτ’ εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺςἀνθρώπους ἡδίους ἐποίει, καί τινες φυ-γόντες ἀνέστρεψαν.[35] Ὁ δὲ Καῖσαρ τήν τε τοῦ Δομιτίουστρατιὰν παρέλαβε, καὶ τοὺς ἄλλους,ὅσους ἐν ταῖς πόλεσι Πομπηΐῳ στρατολο-γουμένους ἔφθασε καταλαβών. πολὺς δὲγεγονὼς ἤδη καὶ φοβερός, ἐπ’ αὐτὸν ἤλαυ-νε Πομπήϊον. ὁ δ’ οὐκ ἐδέξατο τὴν ἔφοδον,ἀλλ’ εἰς Βρεντέσιον φυγών, τοὺς μὲνὑπάτους πρότερον ἔστειλε μετὰ δυνάμεωςεἰς Δυῤῥάχιον, αὐτὸς δ’ ὀλίγον ὕστερονἐπελθόντος Καίσαρος ἐξέπλευσεν, ὡς ἐντοῖς περὶ ἐκείνου γραφησομένοις τὰ καθ’ἕκαστον δηλωθήσεται.Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώκεινἀπορία νεῶν ἦν, εἰς δὲ τὴν Ῥώμηνἀνέστρεψε, γεγονὼς ἐν ἡμέραις ἑξήκονταπάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος. ἐπεὶδὲ καὶ τὴν πόλιν εὗρε μᾶλλον ἢ προσεδόκα

242

τὸν ἡγεμόνα ποιησόμενοι τροπήν· οὐδὲνγὰρ ἀνθέξειν βάθος ὁπλιτικῆς φάλαγγος,ἀλλὰ συντρίψεσθαι καὶ καταῤῥάξεσθαιπάντα τοῖς ἐναντίοις ἐπιβολῆς ἅμα τοσού-των ἱππέων γενομένης.Ἐπεὶ δὲ σημαίνειν ἔμελλον ἀμφότεροι τὴνἔφοδον, Πομπήϊος μὲν ἐκέλευσε τοὺς ὁπλί-τας ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀρα-ρότως δέχεσθαι τὴν ἐπιδρομὴν τῶν πολεμί-ων, μέχρι ἂν ὑσσοῦ βολῆς ἐντὸς γένωνται.Καῖσαρ δὲ καὶ περὶ τοῦτο διαμαρτεῖν φη-σιν αὐτόν, ἀγνοήσαντα τὴν μετὰ δρόμουκαὶ φορᾶς ἐν ἀρχῇ γινομένην σύῤῥαξιν, ὡςἔν τε ταῖς πληγαῖς βίαν προστίθησι, καὶσυνεκκαίει τὸν θυμὸν ἐκ <τοῦ ἀ>παντᾶνἀναῤῥιπιζόμενον.Αὐτὸς δὲ κινεῖν τὴν φάλαγγα μέλλων καὶπροϊὼν ἐπ’ ἔργον ἤδη, πρῶτον ὁρᾷ τῶν τα-ξιάρχων ἄνδρα πιστὸν αὐτῷ καὶ πολέμωνἔμπειρον, ἐπιθαρσύνοντα τοὺς ὑφ’ αὑτῷκαὶ προκαλούμενον εἰς ἅμιλλαν ἀλκῆς. το-

259

τὴν χαλεπότητα. πλὴν ἅπαξ ποτ’ Ἀντι-πάτρου μακρὰν κατ’ αὐτῆς γράψαντος ἐπι-στολήν, ἀναγνοὺς ἀγνοεῖν εἶπεν Ἀντίπα-τρον, ὅτι μυρίας ἐπιστολὰς ἓν δάκρυονἀπαλείφει μητρός.[40] Ἐπεὶ δὲ τοὺς περὶ αὑτὸν ἑώρα πα-ντάπασιν ἐκτετρυφηκότας καὶ φορτικοὺςταῖς διαίταις καὶ πολυτελείαις ὄντας, ὥσθ’Ἅγνωνα μὲν τὸν Τήϊον ἀργυροῦς ἐν ταῖςκρηπῖσιν ἥλους φορεῖν, Λεοννάτῳ δὲ πολ-λαῖς καμήλοις ἀπ’ Αἰγύπτου κόνιν εἰς τὰγυμνάσια παρακομίζεσθαι, Φιλώτᾳ δὲπρὸς θήρας σταδίων ἑκατὸν αὐλαίας † γε-γονέναι, μύρῳ δὲ χρωμένους ἰέναι πρὸςἄλειμμα καὶ λουτρὸν ὅσῳ πρότερον οὐδ’ἐλαίῳ, τρίπτας δὲ καὶ κατευναστὰς περια-γομένους, ἐπετίμησε πρᾴως καὶ φιλο-σόφως, θαυμάζειν φάμενος, εἰ τοσούτουςἠγωνισμένοι καὶ τηλικούτους ἀγῶνας, οὐμνημονεύουσιν ὅτι τῶν καταπονηθέντων οἱκαταπονήσαντες ἥδιον καθεύδουσιν, οὐδ’

96

στα τό τε χάσμα τοῦ πυρὸς ἐν Ἐκβα-τάνοις, ὥσπερ ἐκ πηγῆς συνεχῶς ἀναφερο-μένου, καὶ τὸ ῥεῦμα τοῦ νάφθα, λιμνάζο-ντος διὰ τὸ πλῆθος οὐ πόῤῥω τοῦ χάσμα-τος· ὃς τἆλλα μὲν ἀσφάλτῳ προσέοικεν,οὕτω δ’ εὐπαθὴς πρὸς τὸ πῦρ ἐστιν, ὥστεπρὶν ἢ θιγεῖν τὴν φλόγα δι’ αὐτῆς τῆς περὶτὸ φῶς ἐξαπτόμενος αὐγῆς τὸν μεταξὺπολλάκις ἀέρα συνεκκαίειν. ἐπιδεικνύμενοιδὲ τὴν φύσιν αὐτοῦ καὶ δύναμιν οἱ βάρβα-ροι τὸν ἄγοντα πρὸς τὴν κατάλυσιν τοῦ βα-σιλέως στενωπὸν ἐλαφρῶς τῷ φαρμάκῳκατεψέκασαν· εἶτα στάντες ἐπ’ ἄκρῳ τοὺςλαμπτῆρας τοῖς βεβρεγμένοις προσέθηκαν·ἤδη γὰρ συνεσκόταζε. τῶν δὲ πρώτωνεὐθὺς ἁψαμένων, οὐκ ἔσχεν ἡ ἐπινομὴχρόνον αἰσθητόν, ἀλλ’ ἅμα νοήματι διῖκτοπρὸς θάτερον πέρας, καὶ πῦρ ἐγεγόνει συ-νεχὲς ὁ στενωπός.Ἦν δέ τις Ἀθηνοφάνης Ἀθηναῖος τῶν περὶἄλειμμα καὶ λουτρὸν εἰωθότων τὸ σῶμα

85

μένων οἱ σκοποὶ προσίππευσαν αὐτῷ, τοὺςπολεμίους ἐπὶ μάχῃ καταβαίνειν ἀπαγγέλ-λοντες, περιχαρὴς γενόμενος καὶ προσευ-ξάμενος τοῖς θεοῖς, παρέταττε τὴν φάλαγ-γα, τὴν τάξιν τριπλῆν ποιῶν. καὶ τοῖς μὲνμέσοις ἐπέστησε Καλβῖνον Δομίτιον, τῶνδὲ κεράτων τὸ μὲν εἶχεν Ἀντώνιος, αὐτὸςδὲ τὸ δεξιόν, ἐν τῷ δεκάτῳ τάγματι μέλ-λων μάχεσθαι. κατὰ τοῦτο δὲ τοὺς τῶν πο-λεμίων ἱππεῖς ἀντιταττομένους ὁρῶν, καὶδεδοικὼς τὴν λαμπρότητα καὶ τὸ πλῆθοςαὐτῶν, ἀπὸ τῆς ἐσχάτης τάξεως ἀδήλωςἐκέλευσε περιελθεῖν πρὸς ἑαυτὸν ἓξ σπεί-ρας καὶ κατόπιν ἔστησε τοῦ δεξιοῦ, δι-δάξας ἃ χρὴ ποιεῖν ὅταν οἱ τῶν πολεμίωνἱππεῖς προσφέρωνται. Πομπήϊος δὲ τὸ μὲναὐτὸς εἶχε τῶν κεράτων, τὸ δ’ εὐώνυμονΔομίτιος, τοῦ δὲ μέσου Σκιπίων ἦρχεν ὁπενθερός. οἱ δ’ ἱππεῖς ἅπαντες ἐπὶ τὸ ἀρι-στερὸν ἔβρισαν, ὡς τὸ δεξιὸν κυκλωσόμε-νοι τῶν πολεμίων καὶ λαμπρὰν περὶ αὐτὸν

258

καθεστῶσαν καὶ τῶν ἀπὸ βουλῆς ἐν αὐτῇσυχνούς, τούτοις μὲν ἐπιεικῆ καὶ δημοτικὰδιελέχθη, παρακαλῶν αὐτοὺς πρὸς Πομπή-ϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσιπρεπούσαις· ὑπήκουσε δ’ οὐδείς, εἴτε φο-βούμενοι Πομπήϊον ἐγκαταλελειμμένον,εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν,ἀλλ’ εὐπρεπείᾳ λόγων χρῆσθαι. Τοῦ δὲ δη-μάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶνἀποθέτων χρήματα λαμβάνειν καὶ νόμουςτινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸνὅπλων καὶ νόμων καιρὸν εἶναι· „σὺ δ’ εἰτοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲνἐκποδὼν ἄπιθι· παῤῥησίας γὰρ οὐ δεῖταιπόλεμος· ὅταν δὲ κατάθωμαι τὰ ὅπλα συμ-βάσεων γενομένων, τότε παριὼν δημαγω-γήσεις“. „καὶ ταῦτ’“ ἔφη „λέγω τῶν ἐμαυ-τοῦ δικαίων ὑφιέμενος· ἐμὸς γὰρ εἶ καὶ σὺκαὶ πάντες ὅσους εἴληφα τῶν πρὸς ἐμὲστασιασάντων“. ταῦτα πρὸς τὸν Μέτελλονεἰπών, ἐβάδιζε πρὸς τὰς θύρας τοῦ ταμιεί-

243

θεραπεύειν τοῦ βασιλέως καὶ τὴν διάνοιανἐμμελῶς ἀπάγειν ἐπὶ τὸ ῥᾴθυμον. οὗτος ἐντῷ λουτρῶνι τότε παιδαρίου τῷ Ἀλεξάν-δρῳ παρεστῶτος εὐτελοῦς σφόδρα καὶ γε-λοίου τὴν ὄψιν, ᾄδοντος δὲ χαριέντως,Στέφανος ἐκαλεῖτο, "βούλει" φησὶν "ὦ βα-σιλεῦ διάπειραν ἐν Στεφάνῳ τοῦ φαρμάκουλάβωμεν; ἂν γὰρ ἅψηται τούτου καὶ μὴ κα-τασβεσθῇ, παντάπασιν ἂν φαίην ἄμαχονκαὶ δεινὴν αὐτοῦ τὴν δύναμιν εἶναι". προθύ-μως δέ πως καὶ τοῦ παιδαρίου διδόντοςἑαυτὸν πρὸς τὴν πεῖραν, ἅμα τῷ περιαλε-ῖψαι καὶ θιγεῖν ἐξήνθησε φλόγα τοσαύτηντὸ σῶμα καὶ πυρὶ κατεσχέθη τὸ πᾶν, ὥστετὸν Ἀλέξανδρον εἰς πᾶν ἀπορίας καὶ δέουςἐλθεῖν. εἰ δὲ μὴ κατὰ τύχην πολλοὶ πα-ρῆσαν ἀγγεῖα πρὸς τὸ λουτρὸν ὕδατος διὰχειρῶν ἔχοντες, οὐκ ἂν ἔφθασεν ἡ βοήθειατὴν ἐπινομήν. ἀλλὰ καὶ τότε μόγις κα-τέσβεσαν τὸ σῶμα τοῦ παιδὸς δι’ ὅλου πῦργενόμενον, καὶ μετὰ ταῦτα χαλεπῶς ἔσχεν.

86

παρασκευάζεις αὐτοῖς, ἑαυτὸν δ’ ἐρημοῖς".πολλάκις δὲ τοιαῦτα τῆς Ὀλυμπιάδος γρα-φούσης, ἐφύλαττεν ἀπόῤῥητα τὰ γράμμα-τα, πλὴν ἅπαξ Ἡφαιστίωνος ὥσπερ εἰώθειλυθεῖσαν ἐπιστολὴν αὐτῷ συναναγινώσκο-ντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιονἀφελόμενος τὸν αὑτοῦ, προσέθηκε τῷ ἐκεί-νου στόματι τὴν σφραγῖδα. Μαζαίου δὲτοῦ μεγίστου παρὰ Δαρείῳ γενομένου παι-δὶ σατραπείαν ἔχοντι δευτέραν προσετίθειμείζονα. παραιτούμενος δ’ ἐκεῖνος εἶπεν·"ὦ βασιλεῦ, τότε μὲν ἦν εἷς Δαρεῖος, νῦν δὲσὺ πολλοὺς πεποίηκας Ἀλεξάνδρους".Παρμενίωνι μὲν οὖν τὸν Βαγώου ἔδωκενοἶκον, ἐν ᾧ λέγεται τῶν περισσῶν ἱματι-σμὸν χιλίων ταλάντων εὑρεθῆναι. πρὸς δ’Ἀντίπατρον ἔγραφε κελεύων ἔχειν φύλα-κας τοῦ σώματος ὡς ἐπιβουλευόμενον. τῇδὲ μητρὶ πολλὰ μὲν ἐδωρεῖτο καὶ κατέπε-μπεν, οὐκ εἴα δὲ πολυπραγμονεῖν οὐδὲ πα-ραστρατηγεῖν· ἐγκαλούσης δὲ πρᾴως ἔφερε

95

ου. μὴ φαινομένων δὲ τῶν κλειδῶν, χαλκε-ῖς μεταπεμψάμενος ἐκκόπτειν ἐκέλευεν.αὖθις δ’ ἐνισταμένου τοῦ Μετέλλου καί τι-νων ἐπαινούντων, διατεινάμενος ἠπείλησενἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο παρενο-χλῶν· „καὶ τοῦτ’“ ἔφη „μειράκιον οὐκἀγνοεῖς ὅτι μοι δυσκολώτερον ἦν εἰπεῖν ἢπρᾶξαι“. οὗτος ὁ λόγος τότε καὶ Μέτελλονἀπελθεῖν ἐποίησε καταδείσαντα, καὶ τὰἄλλα ῥᾳδίως αὐτῷ καὶ ταχέως ὑπηρετε-ῖσθαι πρὸς τὸν πόλεμον.[36] Ἐστράτευσε δ’ εἰς Ἰβηρίαν, πρότερονἐγνωκὼς τοὺς περὶ Ἀφράνιον καὶ ΒάῤῥωναΠομπηΐου πρεσβευτὰς ἐκβαλεῖν, καὶ τὰςἐκεῖ δυνάμεις καὶ τὰς ἐπαρχίας ὑφ’ αὑτῷποιησάμενος, οὕτως ἐπὶ Πομπήϊον ἐλαύ-νειν, μηδένα κατὰ νώτου τῶν πολεμίωνὑπολιπόμενος. κινδυνεύσας δὲ καὶ τῷσώματι πολλάκις κατ’ ἐνέδρας καὶ τῷστρατῷ μάλιστα διὰ λιμόν, οὐκ ἀνῆκεπρότερον διώκων καὶ προκαλούμενος καὶ

244

ρῶν μάχῃ κριθήσεσθαι πρὸς τοὺς πολεμί-ους. ἐρομένου δὲ τοῦ Καίσαρος, εἰ καὶ περὶτοῦ τέλους ἐνορᾷ τι τοῖς ἱεροῖς εὔσημον,„αὐτὸς ἂν“ ἔφη „σὺ τοῦτο βέλτιον ὑποκρί-ναιο σαυτῷ· μεγάλην γὰρ οἱ θεοὶ μεταβο-λὴν καὶ μετάπτωσιν ἐπὶ τὰ ἐναντία τῶνκαθεστώτων δηλοῦσιν, ὥστ’ εἰ μὲν εὖπράττειν ἡγῇ σεαυτὸν ἐπὶ τῷ παρόντι, τὴνχείρονα προσδόκα τύχην· εἰ δὲ κακῶς, τὴνἀμείνονα“. τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰςφυλακὰς ἐφοδεύοντος αὐτοῦ περὶ τὸ μεσο-νύκτιον, ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣνὑπερενεχθεῖσαν τὸ Καίσαρος στρατόπεδονλαμπρὰν καὶ φλογώδη γενομένην ἔδοξενεἰς τὸ Πομπηΐου καταπεσεῖν. ἑωθινῆς δὲφυλακῆς καὶ πανικὸν τάραχον ᾔσθοντο γι-γνόμενον παρὰ τοῖς πολεμίοις. οὐ μὴν μα-χεῖσθαί γε κατ’ ἐκείνην προσεδόκα τὴνἡμέραν, ἀλλ’ ὡς ἐπὶ Σκοτούσσης ὁδεύσωνἀνεζεύγνυεν.[44] Ἐπεὶ δὲ τῶν σκηνῶν ἤδη καταλελυ-

257

ωνι μὲν ἔγραψεν ἐπιστολήν, ὡς οὐ χρη-σόμενος αὐτῷ φίλῳ τὸ λοιπόν, εἰ διωθοῖτοτὰς χάριτας. Σεραπίωνι δὲ τῶν ἀπὸ σφαί-ρας τινὶ νεανίσκων οὐδὲν ἐδίδου διὰ τὸ μη-δὲν αἰτεῖν. ὡς οὖν εἰς τὸ σφαιρίζειν παρα-γενόμενος ὁ Σεραπίων ἄλλοις ἔβαλλε τὴνσφαῖραν, εἰπόντος δὲ τοῦ βασιλέως "ἐμοὶδ’ οὐ δίδως;" "οὐ γὰρ αἰτεῖς" εἶπε, τούτῳμὲν δὴ γελάσας πολλὰ δέδωκε. Πρωτέᾳ δέτινι τῶν περὶ σκώμματα καὶ πότον οὐκἀμούσων ἔδοξε δι’ ὀργῆς γεγονέναι· τῶν δὲφίλων δεομένων κἀκείνου δακρύοντος, ἔφηδιαλλάττεσθαι· κἀκεῖνος "οὐκοῦν" εἶπεν "ὦβασιλεῦ δός τί μοι πιστὸν πρῶτον". ἐκέλευ-σεν οὖν αὐτῷ πέντε τάλαντα δοθῆναι. περὶδὲ τῶν τοῖς φίλοις καὶ τοῖς σωματοφύλαξινεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον,ἐμφαίνει δι’ ἐπιστολῆς Ὀλυμπιάς, ἣνἔγραψε πρὸς αὐτόν. "ἄλλως" φησὶν "εὖ ποί-ει τοὺς φίλους καὶ ἐνδόξους ἔχε· νῦν δ’ ἰσο-βασιλέας πάντας ποιεῖς, καὶ πολυφιλίας

94

Εἰκότως οὖν ἔνιοι τὸν μῦθον ἀνασῴζοντεςπρὸς τὴν ἀλήθειαν, τοῦτό φασιν εἶναι τὸτῆς Μηδείας φάρμακον, ᾧ τὸν τραγῳδού-μενον στέφανον καὶ τὸν πέπλον ἔχρισεν. οὐγὰρ ἐξ αὐτῶν ἐκείνων οὐδ’ ἀπ’ αὐτομάτουλάμψαι τὸ πῦρ, ἀλλὰ φλογὸς ἐγγύθεν πα-ρατεθείσης ὀξεῖαν ὁλκὴν καὶ συναφὴν ἄδη-λον αἰσθήσει γενέσθαι. τὰς γὰρ ἀκτῖναςκαὶ τὰ ῥεύματα τοῦ πυρὸς ἄπωθεν ἐπερ-χόμενα, τοῖς μὲν ἄλλοις σώμασι φῶς καὶθερμότητα προσβάλλειν μόνον, ἐν δὲ τοῖςξηρότητα πνευματικὴν ἢ νοτίδα λιπαρὰνκαὶ διαρκῆ κεκτημένοις ἀθροιζόμενα καὶπυριγονοῦντα μεταβάλλειν ὀξέως τὴν ὕλην.παρεῖχε δ’ ἀπορίαν ἡ γένεσις - - - εἴτε μᾶλ-λον ὑπέκκαυμα τῆς φλογὸς ὑποῤῥεῖ τὸὑγρὸν ἐκ τῆς γῆς, φύσιν λιπαρὰν καὶ πυρι-γόνον ἐχούσης. καὶ γάρ ἐστιν ἡ Βαβυλωνίασφόδρα πυρώδης, ὥστε τὰς μὲν κριθὰς χα-μόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολ-λάκις, οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων

87

οἱ ἱππεῖς ἐπὶ τὴν μάχην, ἠσκημένοι περιτ-τῶς ὅπλων λαμπρότησι καὶ τροφαῖς ἵππωνκαὶ κάλλεσι σωμάτων, μέγα φρονοῦντεςκαὶ διὰ τὸ πλῆθος, ἑπτακισχίλιοι πρὸς χι-λίους τοὺς Καίσαρος ὄντες. ἦν δὲ καὶ τὸτῶν πεζῶν πλῆθος οὐκ ἀγχώμαλον, ἀλλὰτετρακισμύριοι καὶ πεντακισχίλιοι παρε-τάττοντο δισμυρίοις καὶ δισχιλίοις.[43] Ὁ δὲ Καῖσαρ τοὺς στρατιώτας συνα-γαγών, καὶ προειπὼν ὡς δύο μὲν αὐτῷτάγματα Κορνιφίκιος ἄγων ἐγγύς ἐστιν,ἄλλαι δὲ πεντεκαίδεκα σπεῖραι μετὰ Καλη-νοῦ κάθηνται περὶ Μέγαρα καὶ Ἀθήνας,ἠρώτησεν εἴτε βούλονται περιμένειν ἐκεί-νους, εἴτ’ αὐτοὶ διακινδυνεῦσαι καθ’ ἑαυ-τούς. οἱ δ’ ἀνεβόησαν δεόμενοι μὴ περι-μένειν, ἀλλὰ μᾶλλον ὅπως τάχιστα συνία-σιν εἰς χεῖρας τοῖς πολεμίοις τεχνάζεσθαικαὶ στρατηγεῖν. ποιουμένῳ δὲ καθαρμὸναὐτῷ τῆς δυνάμεως καὶ θύσαντι τὸ πρῶτονἱερεῖον εὐθὺς ὁ μάντις ἔφραζε, τριῶν ἡμε-

256

περιταφρεύων τοὺς ἄνδρας ἢ κύριος βίᾳ γε-νέσθαι τῶν στρατοπέδων καὶ τῶν δυνάμε-ων. οἱ δ’ ἡγεμόνες ᾤχοντο πρὸς Πομπήϊονφεύγοντες.[37] Ἐπανελθόντα δ’ εἰς Ῥώμην ΚαίσαραΠείσων μὲν ὁ πενθερὸς παρεκάλει πρὸςΠομπήϊον ἀποστέλλειν ἄνδρας ὑπὲρ διαλύ-σεως, Ἰσαυρικὸς δὲ Καίσαρι χαριζόμενοςἀντεῖπεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆςβουλῆς, φυγάδας τε κατήγαγε καὶ τῶν ἐπὶΣύλλα δυστυχησάντων τοὺς παῖδας ἐπιτί-μους ἐποίησε, καὶ σεισαχθείᾳ τινὶ τόκωνἐκούφιζε τοὺς χρεωφειλέτας, ἄλλων τετοιούτων ἥψατο πολιτευμάτων ***** οὐπολλῶν, ἀλλ’ ἐν ἡμέραις ἕνδεκα τὴν μὲνμοναρχίαν ἀπειπάμενος, ὕπατον δ’ ἀναδεί-ξας ἑαυτὸν καὶ Σερουΐλιον Ἰσαυρικόν, εἴχε-το τῆς στρατείας. καὶ τὰς μὲν ἄλλας δυ-νάμεις καθ’ ὁδὸν ἐπειγόμενος παρῆλθεν,ἱππεῖς δ’ ἔχων λογάδας ἑξακοσίους καὶπέντε τάγματα, χειμῶνος ἐν τροπαῖς

245

σφυγμοὺς ἐχόντων, τοὺς δ’ ἀνθρώπους ἐντοῖς καύμασιν ἐπ’ ἀσκῶν πεπληρωμένωνὕδατος καθεύδειν. Ἅρπαλος δὲ τῆς χώραςἀπολειφθεὶς ἐπιμελητής, καὶ φιλοκαλῶνἙλληνικαῖς φυτείαις διακοσμῆσαι τὰ βασί-λεια καὶ τοὺς περιπάτους, τῶν μὲν ἄλλωνἐκράτησε, τὸν δὲ κιττὸν οὐκ ἔστεξεν ἡ γῆμόνον, ἀλλ’ ἀεὶ διέφθειρεν οὐ φέροντα τὴνκρᾶσιν· ἡ μὲν γὰρ πυρώδης, ὁ δὲ φιλόψυ-χρος. τῶν μὲν οὖν τοιούτων παρεκβάσεων,ἂν μέτρον ἔχωσιν, ἧττον ἴσως οἱ δύσκολοικατηγορήςουσιν.[36] Ἀλέξανδρος δὲ Σούσων κυριεύσας, πα-ρέλαβεν ἐν τοῖς βασιλείοις τετρακισμύριατάλαντα νομίσματος, τὴν δ’ ἄλλην κατα-σκευὴν καὶ πολυτέλειαν ἀδιήγητον. ὅπουφασὶ καὶ πορφύρας Ἑρμιονικῆς εὑρεθῆναιτάλαντα πεντακισχίλια, συγκειμένης μὲνἐξ ἐτῶν δέκα δεόντων διακοσίων, πρόσφα-τον δὲ τὸ ἄνθος ἔτι καὶ νεαρὸν φυλαττού-σης. αἴτιον δὲ τούτου φασὶν εἶναι τὸ τὴν

88

[39] Φύσει δ’ ὢν μεγαλοδωρότατος, ἔτιμᾶλλον ἐπέδωκεν εἰς τοῦτο τῶν πραγ-μάτων αὐξομένων· καὶ προσῆν ἡ φιλοφρο-σύνη, μεθ’ ἧς μόνης ὡς ἀληθῶς οἱ διδόντεςχαρίζονται. μνησθήσομαι δ’ ὀλίγων. Ἀρί-στων ὁ τῶν Παιόνων ἡγούμενος, ἀποκτεί-νας πολέμιον ἄνδρα καὶ τὴν κεφαλὴν ἐπι-δειξάμενος αὐτῷ, "τοῦτ’" εἶπεν "ὦ βασιλεῦπαρ’ ἡμῖν ἐκπώματος χρυσοῦ τιμᾶται τὸδῶρον". ὁ δ’ Ἀλέξανδρος γελάσας "κενοῦγ’" εἶπεν, "ἐγὼ δέ σοι μεστὸν ἀκράτου προ-πίομαι". τῶν δὲ πολλῶν τις Μακεδόνωνἤλαυνεν ἡμίονον, βασιλικὸν χρυσίον κομί-ζοντα· κάμνοντος δὲ τοῦ κτήνους, αὐτὸςἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁβασιλεὺς θλιβόμενον αὐτὸν σφόδρα καὶ πυ-θόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθε-σθαι, "μὴ κάμῃς" εἶπεν, "ἀλλὰ πρόσθες ἔτιτὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν, ἑαυτῷ το-ῦτο κομίσας". ὅλως δ’ ἤχθετο τοῖς μὴ λαμ-βάνουσι μᾶλλον ἢ τοῖς αἰτοῦσι. καὶ Φωκί-

93

ὄντος, ἱσταμένου Ἰαννουαρίου μηνὸς(οὗτος δ’ ἂν εἴη Ποσειδεὼν Ἀθηναίοις)ἀφῆκεν εἰς τὸ πέλαγος· καὶ διαβαλὼν τὸνἸόνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἱρεῖ, τὰδὲ πλοῖα πάλιν ἀπέπεμψεν εἰς Βρεντέσιονἐπὶ τοὺς ὑστερήσαντας τῇ πορείᾳ στρα-τιώτας. οἱ δ’ ἄχρι μὲν καθ’ ὁδὸν ἦσαν, ἅτεδὴ καὶ παρηκμακότες ἤδη τοῖς σώμασι καὶπρὸς τὰ πλήθη τῶν πόνων ἀπειρηκότες, ἐναἰτίαις εἶχον τὸν Καίσαρα· „ποῖ δὴ καὶπρὸς τί πέρας ἡμᾶς οὗτος ὁ ἀνὴρ καταθή-σεται περιφέρων καὶ χρώμενος ὥσπερἀτρύτοις καὶ ἀψύχοις ἡμῖν; καὶ σίδηροςἐξέκαμε πληγαῖς, καὶ θυρεοῦ φειδώ τίςἐστιν ἐν χρόνῳ τοσούτῳ καὶ θώρακος. οὐδ’ἀπὸ τῶν τραυμάτων ἄρα λογίζεται Κα-ῖσαρ, ὅτι θνητῶν μὲν ἄρχει, θνητὰ δὲ πεφύ-καμεν πάσχειν καὶ ἀλγεῖν; ὥραν δὲ χει-μῶνος καὶ πνεύματος ἐν θαλάττῃ καιρὸνοὐδὲ θεῷ βιάζεσθαι δυνατόν· ἀλλ’ οὗτοςπαραβάλλεται, καθάπερ οὐ διώκων πολεμί-

246

ἀφθόνῳ γὰρ ἐνέτυχον οἴνῳ, καὶ πιόντεςἀνέδην, εἶτα χρώμενοι κώμοις καὶ βακχεύ-οντες ἀνὰ τὴν ὁδὸν ἐκ μέθης, διεκρούσαντοκαὶ παρήλλαξαν τὸ πάθος, εἰς ἕξιν ἑτέραντοῖς σώμασι μεταπεσόντες.[42] Ὡς δ’ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντεςἀμφότεροι κατεστρατοπέδευσαν, ὁ μὲν Πο-μπήϊος αὖθις εἰς τὸν ἀρχαῖον ἀνεκρούετολογισμὸν τὴν γνώμην, ἔτι καὶ φασμάτωνοὐκ αἰσίων προσγενομένων καὶ καθ’ ὕπνονὄψεως· ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θε-άτρῳ κροτούμενον ὑπὸ Ῥωμαίων. οἱ δὲπερὶ αὐτὸν οὕτω θρασεῖς ἦσαν καὶ τὸ νίκη-μα ταῖς ἐλπίσι προειληφότες, ὥστε φιλονι-κεῖν ὑπὲρ τῆς Καίσαρος ἀρχιερωσύνης Δο-μίτιον καὶ Σπινθῆρα καὶ Σκιπίωνα διαμιλ-λωμένους ἀλλήλοις, πέμπειν δὲ πολλοὺςεἰς Ῥώμην, μισθουμένους καὶ προκατα-λαμβάνοντας οἰκίας ὑπατεύουσι καὶ στρα-τηγοῦσιν ἐπιτηδείους, ὡς εὐθὺς ἄρξοντεςμετὰ τὸν πόλεμον. μάλιστα δ’ ἐσφάδαζον

255

κωμάσασα τὸν Ξέρξου τοῦ κατακαύσαντοςτὰς Ἀθήνας οἶκον, αὐτὴ τὸ πῦρ ἅψασα τοῦβασιλέως ὁρῶντος, ὡς ἂν λόγος ἔχῃ πρὸςἀνθρώπους, ὅτι τῶν ναυμάχων καὶ πεζο-μάχων ἐκείνων στρατηγῶν τὰ μετ’ Ἀλε-ξάνδρου γύναια μείζονα δίκην ἐπέθηκεΠέρσαις ὑπὲρ τῆς Ἑλλάδος. ἅμα δὲ τῷλόγῳ τούτῳ κρότου καὶ θορύβου γενο-μένου καὶ παρακελεύσεως τῶν ἑταίρων καὶφιλοτιμίας, ἐπισπασθεὶς ὁ βασιλεὺς καὶἀναπηδήσας ἔχων στέφανον καὶ λαμπάδαπροῆγεν· οἱ δ’ ἑπόμενοι κώμῳ καὶ βοῇ πε-ριίσταντο τὰ βασίλεια, καὶ τῶν ἄλλων Μα-κεδόνων οἱ πυνθανόμενοι συνέτρεχον μετὰλαμπάδων χαίροντες. ἤλπιζον γὰρ ὅτι τοῖςοἴκοι προσέχοντός ἐστι τὸν νοῦν καὶ μὴμέλλοντος ἐν βαρβάροις οἰκεῖν τὸ πι-μπράναι τὰ βασίλεια καὶ διαφθείρειν. οἱμὲν οὕτω ταῦτα γενέσθαι φασίν, οἱ δ’ ἀπὸγνώμης· ὅτι δ’ οὖν μετενόησε ταχὺ καὶ κα-τασβέσαι προσέταξεν, ὁμολογεῖται.

92

βαφὴν διὰ μέλιτος γίνεσθαι τῶν ἁλουργῶν,δι’ ἐλαίου δὲ λευκοῦ τῶν λευκῶν· καὶ γὰρτούτων τὸν ἴσον χρόνον ἐχόντων τὴν λα-μπρότητα καθαρὰν καὶ στίλβουσανὁρᾶσθαι. Δίνων δέ φησι καὶ ὕδωρ ἀπό τετοῦ Νείλου καὶ τοῦ Ἴστρου μετὰ τῶν ἄλ-λων μεταπεμπομένους εἰς τὴν γάζαν ἀπο-τίθεσθαι τοὺς βασιλεῖς, οἷον ἐκβεβαιου-μένους τὸ μέγεθος τῆς ἀρχῆς καὶ τὸ κυ-ριεύειν ἁπάντων.[37] Τῆς δὲ Περσίδος οὔσης διὰ τραχύτη-τα δυσεμβόλου καὶ φυλαττομένης ὑπὸ τῶνγενναιοτάτων Περσῶν (Δαρεῖος μὲν γὰρἐπεφεύγει), γίγνεταί τινος περιόδου κύ-κλον ἐχούσης οὐ πολὺν ἡγεμὼν αὐτῷ δί-γλωσσος ἄνθρωπος, ἐκ πατρὸς Λυκίου,μητρὸς δὲ Περσίδος γεγονώς· ὅ φασιν ἔτιπαιδὸς ὄντος Ἀλεξάνδρου τὴν Πυθίανπροειπεῖν, ὡς Λύκιος ἔσται καθηγεμὼνἈλεξάνδρῳ τῆς ἐπὶ Πέρσας πορείας.Φόνον μὲν οὖν ἐνταῦθα πολὺν τῶν ἁλισκο-

89

βουλόμενον ἀποθέσθαι τὴν μοναρχίαν, ἀλλ’ἀγαλλόμενον ἡγεμόνων τοσούτων ἐξηρτη-μένων αὐτοῦ καὶ φοιτώντων ἐπὶ σκηνήν.Φαώνιος δὲ τὴν Κάτωνος παῤῥησίαν ὑπο-ποιούμενος μανικῶς, ἐσχετλίαζεν εἰ μηδὲτῆτες ἔσται τῶν περὶ Τουσκλάνον ἀπολα-ῦσαι σύκων διὰ τὴν Πομπηΐου φιλαρχίαν.Ἀφράνιος δὲ (νεωστὶ γὰρ ἐξ Ἰβηρίαςἀφῖκτο κακῶς στρατηγήσας) διαβαλλόμε-νος ἐπὶ χρήμασι προδοῦναι τὸν στρατόν,ἠρώτα διὰ τί πρὸς τὸν ἔμπορον οὐ μάχο-νται τὸν ἐωνημένον παρ’ αὐτοῦ τὰς ἐπαρχί-ας. ἐκ τούτων ἁπάντων συνελαυνόμενοςἄκων εἰς μάχην ὁ Πομπήϊος ἐχώρει τὸνΚαίσαρα διώκων.Ὁ δὲ τὴν μὲν ἄλλην πορείαν χαλεπῶς ἤνυ-σεν, οὐδενὸς παρέχοντος ἀγοράν, ἀλλὰπάντων καταφρονούντων διὰ τὴν ἔναγχοςἧτταν· ὡς δ’ εἷλε Γόμφους Θεσσαλικὴνπόλιν, οὐ μόνον ἔθρεψε τὴν στρατιάν, ἀλλὰκαὶ τοῦ νοσήματος ἀπήλλαξε παραλόγως.

254

ους, ἀλλὰ φεύγων“. τοιαῦτα λέγοντες ἐπο-ρεύοντο σχολαίως εἰς τὸ Βρεντέσιον· ὡς δ’ἐλθόντες εὗρον ἀνηγμένον τὸν Καίσαρα,ταχὺ πάλιν αὖ μεταβαλόντες ἐκάκιζον ἑαυ-τούς, προδότας ἀποκαλοῦντες τοῦ αὐτο-κράτορος, ἐκάκιζον δὲ καὶ τοὺς ἡγεμόνας,οὐκ ἐπιταχύναντας τὴν πορείαν. καθήμενοιδ’ ἐπὶ τῶν ἄκρων, πρὸς τὸ πέλαγος καὶ τὴνἬπειρον ἀπεσκόπουν τὰς ναῦς, ἐφ’ ὧνἔμελλον περαιοῦσθαι πρὸς ἐκεῖνον.[38] Ἐν δ’ Ἀπολλωνίᾳ Καῖσαρ οὐκ ἔχωνἀξιόμαχον τὴν μεθ’ ἑαυτοῦ δύναμιν, βραδυ-νούσης δὲ τῆς ἐκεῖθεν ἀπορούμενος καὶ πε-ριπαθῶν, δεινὸν ἐβούλευσε βούλευμα, κρύ-φα πάντων εἰς πλοῖον ἐμβὰς τὸ μέγεθοςδωδεκάσκαλμον ἀναχθῆναι πρὸς τὸ Βρε-ντέσιον, τηλικούτοις στόλοις περιεχομένουτοῦ πελάγους ὑπὸ τῶν πολεμίων. νυκτὸςοὖν ἐσθῆτι θεράποντος ἐπικρυψάμενοςἐνέβη, καὶ καταβαλὼν ἑαυτὸν ὥς τινα τῶνπαρημελημένων ἡσύχαζε. τοῦ δ’ Ἀῴου πο-

247

μένων γενέσθαι συνέπεσε· γράφει γὰραὐτός, ὡς νομίζων αὐτῷ τοῦτο λυσιτελεῖν,ἐκέλευεν ἀποσφάττεσθαι τοὺς ἀνθρώπους·νομίσματος δ’ εὑρεῖν πλῆθος ὅσον ἐν Σού-σοις, τὴν δ’ ἄλλην κατασκευὴν καὶ τὸνπλοῦτον ἐκκομισθῆναί φασι μυρίοις ὀρικο-ῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις.Ξέρξου δ’ ἀνδριάντα μέγαν θεασάμενοςὑπὸ πλήθους τῶν ὠθουμένων εἰς τὰ βασί-λεια πλημμελῶς ἀνατετραμμένον, ἐπέστη,καὶ καθάπερ ἔμψυχον προσαγορεύσας"πότερόν σε" εἶπε "διὰ τὴν ἐπὶ τοὺς Ἕλλη-νας στρατείαν κείμενον παρέλθωμεν, ἢ διὰτὴν ἄλλην μεγαλοφροσύνην καὶ ἀρετὴνἐγείρωμεν;" τέλος δὲ πολὺν χρόνον πρὸςἑαυτῷ γενόμενος καὶ σιωπήσας, παρῆλθε.βουλόμενος δὲ τοὺς στρατιώτας ἀναλαβεῖν(καὶ γὰρ ἦν χειμῶνος ὥρα), τέσσαραςμῆνας αὐτόθι διήγαγε.Λέγεται δὲ καθίσαντος αὐτοῦ τὸ πρῶτονὑπὸ τὸν χρυσοῦν οὐρανίσκον ἐν τῷ βασιλι-

90

κῷ θρόνῳ, τὸν Κορίνθιον Δημάρατον,εὔνουν ὄντ’ ἄνδρα καὶ πατρῷον φίλον Ἀλε-ξάνδρου, πρεσβυτικῶς ἐπιδακρῦσαι καὶεἰπεῖν, ὡς μεγάλης ἡδονῆς ἐστεροῖντο τῶνἙλλήνων οἱ τεθνηκότες πρὶν ἰδεῖν Ἀλέξαν-δρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον.[38] Ἐκ τούτου μέλλων ἐξελαύνειν ἐπὶ Δα-ρεῖον, ἔτυχε μὲν εἰς μέθην τινὰ καὶ παιδιὰντοῖς ἑταίροις ἑαυτὸν δεδωκώς, ὥστε καὶγύναια συμπίνειν, ἐπὶ κῶμον ἥκοντα πρὸςτοὺς ἐραστάς. ἐν δὲ τούτοις εὐδοκιμοῦσαμάλιστα Θαῒς ἡ Πτολεμαίου τοῦ βασιλεύ-σαντος ὕστερον ἑταίρα, γένος Ἀττική, τὰμὲν ἐμμελῶς ἐπαινοῦσα, τὰ δὲ παίζουσαπρὸς τὸν Ἀλέξανδρον, ἅμα τῇ μέθῃ λόγονεἰπεῖν προήχθη, τῷ μὲν τῆς πατρίδος ἤθειπρέποντα, μείζονα δ’ ἢ καθ’ αὑτήν. ἔφηγάρ, ὧν πεπόνηκε πεπλανημένη τὴν Ἀσί-αν, ἀπολαμβάνειν χάριν ἐκείνης τῆςἡμέρας, ἐντρυφῶσα τοῖς ὑπερηφάνοις Περ-σῶν βασιλείοις· ἔτι δ’ ἂν ἥδιον ὑποπρῆσαι

91

ταμοῦ τὴν ναῦν ὑποφέροντος εἰς τὴνθάλασσαν, τὴν μὲν ἑωθινὴν αὔραν, ἣ παρε-ῖχε τηνικαῦτα περὶ τὰς ἐκβολὰς γαλήνην,ἀπωθοῦσα πόῤῥω τὸ κῦμα, πολὺς πνεύσαςπελάγιος διὰ νυκτὸς ἀπέσβεσε· πρὸς δὲτὴν πλημμύραν τῆς θαλάττης καὶ τὴν ἀντί-βασιν τοῦ κλύδωνος ἀγριαίνων ὁ ποταμός,καὶ τραχὺς ἅμα καὶ κτύπῳ μεγάλῳ καὶσκληραῖς ἀνακοπτόμενος δίναις, ἄπορος ἦνβιασθῆναι τῷ κυβερνήτῃ, καὶ μεταβαλεῖνἐκέλευσε τοὺς ναύτας, ὡς ἀποστρέψων τὸνπλοῦν. αἰσθόμενος δ’ ὁ Καῖσαρ ἀναδείκνυ-σιν ἑαυτόν, καὶ τοῦ κυβερνήτου λαβόμενοςτῆς χειρός, ἐκπεπληγμένου πρὸς τὴν ὄψιν,„ἴθι“ ἔφη „γενναῖε, τόλμα καὶ δέδιθι μη-δέν· Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύ-χην συμπλέουσαν“. Ἐλάθοντο τοῦ χει-μῶνος οἱ ναῦται, καὶ ταῖς κώπαις ἐμφύντεςἐβιάζοντο πάσῃ προθυμίᾳ τὸν ποταμόν· ὡςδ’ ἦν ἄπορα, δεξάμενος πολλὴν θάλαττανἐν τῷ στόματι καὶ κινδυνεύσας, συνεχώρη-

248

πόστατον πρὸς τοὺς ἀγῶνας, ἐν δὲ ταῖςπλάναις καὶ ταῖς στρατοπεδείαις καὶ τειχο-φυλακοῦντες καὶ νυκτεγερτοῦντες ἐξέκα-μνον ὑπὸ γήρως, καὶ βαρεῖς ἦσαν τοῖςσώμασι πρὸς τοὺς πόνους, δι’ ἀσθένειανἐγκαταλείποντες τὴν προθυμίαν. τότε δὲκαί τι νόσημα λοιμῶδες ἐλέχθη, τὴν ἀτοπί-αν τῆς διαίτης ποιησάμενον ἀρχήν, ἐν τῇστρατιᾷ περιφέρεσθαι τῇ Καίσαρος, καὶ τὸμέγιστον, οὔτε χρήμασιν ἐῤῥωμένος οὔτετροφῆς εὐπορῶν, χρόνου βραχέος ἐδόκειπερὶ αὑτῷ καταλυθήσεσθαι.[41] Διὰ ταῦτα Πομπήϊον μάχεσθαι μὴβουλόμενον μόνος ἐπῄνει Κάτων φειδοῖτῶν πολιτῶν· ὅς γε καὶ τοὺς πεσόντας ἐντῇ μάχῃ τῶν πολεμίων εἰς χιλίους τὸπλῆθος γενομένους ἰδών, ἀπῆλθεν ἐγκαλυ-ψάμενος καὶ καταδακρύσας. οἱ δ’ ἄλλοιπάντες ἐκάκιζον τὸν Πομπήϊον φυγομαχο-ῦντα καὶ παρώξυνον, Ἀγαμέμνονα καὶ βα-σιλέα βασιλέων ἀποκαλοῦντες, ὡς δὴ μὴ

253

ὀργὴν Ἀλέξανδρος, μήλων παρακειμένωνἑνὶ βαλὼν ἔπαισεν αὐτὸν καὶ τὸ ἐγχειρίδιονἐζήτει. τῶν δὲ σωματοφυλάκων ἑνὸς Ἀρι-στοφάνους φθάσαντος ὑφελέσθαι, καὶ τῶνἄλλων περιεχόντων καὶ δεομένων, ἀναπη-δήσας ἀνεβόα Μακεδονιστὶ καλῶν τοὺςὑπασπιστάς· τοῦτο δ’ ἦν σύμβολον θορύ-βου μεγάλου· καὶ τὸν σαλπιγκτὴν ἐκέλευσεσημαίνειν καὶ πὺξ ἔπαισεν ὡς διατρίβοντακαὶ μὴ βουλόμενον. οὗτος μὲν οὖν ὕστερονεὐδοκίμησεν, ὡς τοῦ μὴ συνταραχθῆναι τὸστρατόπεδον αἰτιώτατος γενόμενος. τὸν δὲΚλεῖτον οὐχ ὑφιέμενον οἱ φίλοι μόλις ἐξέω-σαν τοῦ ἀνδρῶνος· ὁ δὲ κατ’ ἄλλας θύραςαὖθις εἰσῄει, μάλ’ ὀλιγώρως καὶ θρασέωςΕὐριπίδου τὰ ἐξ Ἀνδρομάχης ἰαμβεῖα τα-ῦτα περαίνων·οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται.Οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυ-φόρων Ἀλέξανδρος αἰχμήν, ἀπαντῶντα τὸνΚλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς

120

ῦσαι, καὶ μάλιστα κακῶς ἀκούων ἐξίστατοτοῦ φρονεῖν, καὶ χαλεπὸς ἦν καὶ ἀπαραίτη-τος, ἅτε δὴ τὴν δόξαν ἀντὶ τοῦ ζῆν καὶ τῆςβασιλείας ἠγαπηκώς.Τότε δ’ ἐξήλαυνεν ἐπὶ Δαρεῖον, ὡς πάλινμαχούμενος· ἀκούσας δὲ τὴν ὑπὸ Βήσσουγενομένην αὐτοῦ σύλληψιν, ἀπέλυσε τοὺςΘεσσαλοὺς οἴκαδε, δισχίλια τάλαντα δω-ρεὰν ἐπιμετρήσας ταῖς μισθοφοραῖς. πρὸςδὲ τὴν δίωξιν, ἀργαλέαν καὶ μακρὰν γινο-μένην (ἕνδεκα γὰρ ἡμέραις ἱππάσατο τρι-σχιλίους καὶ τριακοσίους σταδίους), ἀπη-γόρευσαν μὲν οἱ πλεῖστοι, καὶ μάλιστακατὰ τὴν ἄνυδρον. ἔνθα δὴ Μακεδόνεςἀπήντησαν αὐτῷ τινες ὕδωρ ἐν ἀσκοῖς ἐφ’ἡμιόνων κομίζοντες ἀπὸ τοῦ ποταμοῦ, καὶθεασάμενοι τὸν Ἀλέξανδρον ἤδη μεσημβρί-ας οὔσης κακῶς ὑπὸ δίψους ἔχοντα, ταχὺπλησάμενοι κράνος προσήνεγκαν. πυθο-μένου δ’ αὐτοῦ τίσι κομίζοιεν, "υἱοῖς" ἔφα-σαν "ἰδίοις· ἀλλὰ σοῦ ζῶντος ἑτέρους ποιη-

101

πρὸς θαλάττῃ, ναυκρατούντων τῶν πολεμί-ων πολιορκούμενος τοῖς ἀναγκαίοις μᾶλλονἢ τοῖς ὅπλοις πολιορκῶν.Οὕτω δὴ ῥιπτασθεὶς καὶ ἀδημονήσας πρὸςτὴν ἀπορίαν καὶ χαλεπότητα τῶν πα-ρόντων, ἀνίστη τὸν στρατόν, ἐπὶ Σκιπίωναπροάγειν εἰς Μακεδονίαν ἐγνωκώς· ἢ γὰρἐπισπάσεσθαι Πομπήϊον, ὅπου μαχεῖταιμὴ χορηγούμενος ὁμοίως ἀπὸ τῆς θαλάτ-της, ἢ περιέσεσθαι μεμονωμένου Σκηπίω-νος.[40] Τοῦτο τὴν Πομπηΐου στρατιὰν ἐπῆρεκαὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττη-μένου καὶ φεύγοντος ἔχεσθαι Καίσαρος.αὐτὸς μὲν γὰρ εὐλαβῶς εἶχε Πομπήϊοςἀναῤῥῖψαι μάχην περὶ τηλικούτων, καὶ πα-ρεσκευασμένος ἄριστα πᾶσι πρὸς τὸνχρόνον, ἠξίου τρίβειν καὶ μαραίνειν τὴντῶν πολεμίων ἀκμήν, βραχεῖαν οὖσαν. τὸγάρ τοι μαχιμώτατον τῆς Καίσαρος δυ-νάμεως ἐμπειρίαν μὲν εἶχε καὶ τόλμαν ἀνυ-

252

σε μάλ’ ἄκων τῷ κυβερνήτῃ μεταβαλεῖν.ἀνιόντι δ’ αὐτῷ κατὰ πλῆθος ἀπήντων οἱστρατιῶται, πολλὰ μεμφόμενοι καὶ δυσπα-θοῦντες, εἰ μὴ πέπεισται καὶ σὺν αὐτοῖςμόνοις ἱκανὸς εἶναι νικᾶν, ἀλλ’ ἄχθεται καὶπαραβάλλεται διὰ τοὺς ἀπόντας, ὡς ἀπι-στῶν τοῖς παροῦσιν.[39] Ἐκ τούτου κατέπλευσε μὲν Ἀντώνιος,ἀπὸ Βρεντεσίου τὰς δυνάμεις ἄγων, θαῤῥή-σας δὲ Καῖσαρ προὐκαλεῖτο Πομπήϊον,ἱδρυμένον ἐν καλῷ καὶ χορηγούμενον ἔκ τεγῆς καὶ θαλάττης ἀποχρώντως, αὐτὸς ἐνοὐκ ἀφθόνοις διάγων κατ’ ἀρχάς, ὕστερονδὲ καὶ σφόδρα πιεσθεὶς ἀπορίᾳ τῶν ἀνα-γκαίων, ἀλλὰ ῥίζαν τινὰ κόπτοντες οἱστρατιῶται καὶ γάλακτι φυρῶντες προσε-φέροντο, καί ποτε καὶ διαπλάσαντες ἐξαὐτῆς ἄρτους καὶ ταῖς προφυλακαῖς τῶνπολεμίων ἐπιδραμόντες ἔβαλλον εἴσω καὶδιεῤῥίπτουν, ἐπιλέγοντες ὡς ἄχρι ἂν ἡ γῆτοιαύτας ἐκφέρῃ ῥίζας, οὐ παύσονται πο-

249

σόμεθα, κἂν ἐκείνους ἀπολέσωμεν". ταῦτ’ἀκούσας, ἔλαβεν εἰς τὰς χεῖρας τὸ κράνος·περιβλέψας δὲ καὶ θεασάμενος τοὺς περὶαὑτὸν ἱππεῖς ἅπαντας ἐγκεκλικότας ταῖςκεφαλαῖς καὶ πρὸς αὐτὸν ἀποβλέποντας,ἀπέδωκεν οὐ πιών, ἀλλ’ ἐπαινέσας τοὺς ἀν-θρώπους "ἂν γὰρ αὐτὸς" ἔφη "πίω μόνος,ἀθυμήσουσιν οὗτοι". θεασάμενοι δὲ τὴνἐγκράτειαν αὐτοῦ καὶ μεγαλοψυχίαν οἱ ἱπ-πεῖς ἄγειν ἀνέκραγον θαῤῥοῦντα καὶ τοὺςἵππους ἐμάστιζον· οὔτε γὰρ κάμνειν οὔτεδιψᾶν οὔθ’ ὅλως θνητοὺς εἶναι νομίζειναὑτούς, ἕως ἂν ἔχωσι βασιλέα τοιοῦτον.[43] Ἡ μὲν οὖν προθυμία πάντων ἦνὁμοία, μόνους δέ φασιν ἑξήκοντα συνεισπε-σεῖν εἰς τὸ στρατόπεδον τῶν πολεμίων.ἔνθα δὴ πολὺν μὲν ἄργυρον καὶ χρυσὸνἐῤῥιμμένον ὑπερβαίνοντες, πολλὰς δὲ παί-δων καὶ γυναικῶν ἁρμαμάξας ἡνιόχων ἐρή-μους διαφερομένας παρερχόμενοι, τοὺςπρώτους ἐδίωκον, ὡς ἐν ἐκείνοις Δαρεῖον

102

ἔφη "χαίρομεν Ἀλέξανδρε, τοιαῦτα τέλητῶν πόνων κομιζόμενοι, μακαρίζομεν δὲτοὺς ἤδη τεθνηκότας, πρὶν ἐπιδεῖν Μηδι-καῖς ῥάβδοις ξαινομένους Μακεδόνας, καὶΠερσῶν δεομένους ἵνα τῷ βασιλεῖ προσέλ-θωμεν". τοιαῦτα τοῦ Κλείτου παῤῥησιαζο-μένου, καὶ τῶν περὶ Ἀλέξανδρον ἀντανι-σταμένων καὶ λοιδορούντων αὐτόν, οἱ πρε-σβύτεροι κατέχειν ἐπειρῶντο τὸν θόρυβον.ὁ δ’ Ἀλέξανδρος ἀποστραφεὶς πρὸς Ξε-νόδοχον τὸν Καρδιανὸν καὶ τὸν Κολο-φώνιον Ἀρτέμιον, "οὐ δοκοῦσιν" εἶπεν"ὑμῖν οἱ Ἕλληνες ἐν τοῖς Μακεδόσινὥσπερ ἐν θηρίοις ἡμίθεοι περιπατεῖν;" τοῦδὲ Κλείτου μὴ εἴκοντος, ἀλλ’ εἰς μέσον ἐᾶνἃ βούλεται λέγειν τὸν Ἀλέξανδρον κελεύο-ντος, ἢ μὴ καλεῖν ἐπὶ δεῖπνον ἄνδρας ἐλευ-θέρους καὶ παῤῥησίαν ἔχοντας, ἀλλὰ μετὰβαρβάρων ζῆν καὶ ἀνδραπόδων, οἳ τὴνΠερσικὴν ζώνην καὶ τὸν διάλευκον αὐτοῦχιτῶνα προσκυνήσουσιν, οὐκέτι φέρων τὴν

119

λιορκοῦντες Πομπήϊον. ὁ μέντοι Πομπήϊοςοὔτε τοὺς ἄρτους οὔτε τοὺς λόγους εἴα τού-τους ἐκφέρεσθαι πρὸς τὸ πλῆθος· ἠθύμουνγὰρ οἱ στρατιῶται, τὴν ἀγριότητα καὶ τὴνἀπάθειαν τῶν πολεμίων ὥσπερ θηρίωνὀῤῥωδοῦντες.Ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι τοῖς Πο-μπηΐου μάχαι σποράδες ἐγίγνοντο, καὶ πε-ριῆν πάσαις ὁ Καῖσαρ πλὴν μιᾶς, ἐν ᾗ τρο-πῆς γενομένης μεγάλης ἐκινδύνευσεν μὲνἀπολέσαι τὸ στρατόπεδον. Πομπηΐου γὰρπροσβαλόντος οὐδεὶς ἔμεινεν, ἀλλὰ καὶτάφροι κατεπίμπλαντο κτεινομένων, καὶπερὶ τοῖς αὑτῶν χαρακώμασι καὶ περιτει-χίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτρο-πάδην. Καῖσαρ δ’ ὑπαντιάζων ἐπειρᾶτομὲν ἀναστρέφειν τοὺς φεύγοντας, ἐπέραινεδ’ οὐδέν, ἀλλ’ ἐπιλαμβανομένου τῶν σημεί-ων ἀπεῤῥίπτουν οἱ κομίζοντες, ὥστε δύοκαὶ τριάκοντα λαβεῖν τοὺς πολεμίους,αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. ἀν-

250

δρὶ γὰρ μεγάλῳ καὶ ῥωμαλέῳ φεύγοντιπαρ’ αὐτὸν ἐπιβαλὼν τὴν χεῖρα, μένεινἐκέλευσε καὶ στρέφεσθαι πρὸς τοὺς πολε-μίους· ὁ δὲ μεστὸς ὢν ταραχῆς παρὰ τὸδεινόν, ἐπήρατο τὴν μάχαιραν ὡς καθι-ξόμενος, φθάνει δ’ ὁ τοῦ Καίσαρος ὑπασπι-στὴς ἀποκόψας αὐτοῦ τὸν ὦμον. οὕτω δ’ἀπέγνω τὰ καθ’ αὑτόν, ὥστ’ ἐπεὶ Πομπή-ϊος ὑπ’ εὐλαβείας τινὸς ἢ τύχης ἔργῳ με-γάλῳ τέλος οὐκ ἐπέθηκεν, ἀλλὰ καθείρξαςεἰς τὸν χάρακα τοὺς φεύγοντας ἀνεχώρη-σεν, εἶπεν ἄρα πρὸς τοὺς φίλους ἀπιὼν ὁΚαῖσαρ· „σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πο-λεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον“. αὐτὸς δὲπαρελθὼν εἰς τὴν σκηνὴν καὶ κατακλιθείς,νύκτα πασῶν ἐκείνην ἀνιαροτάτην διήγα-γεν ἐν ἀπόροις λογισμοῖς, ὡς κακῶςἐστρατηγηκώς, ὅτι καὶ χώρας ἐπικειμένηςβαθείας καὶ πόλεων εὐδαιμόνων τῶν Μα-κεδονικῶν καὶ Θετταλικῶν, ἐάσας ἐκεῖ πε-ρισπάσαι τὸν πόλεμον ἐνταῦθα καθέζοιτο

251

ντα, τοῦ δ’ Ἀλεξάνδρου καὶ τῶν περὶ αὐτὸνἡδέως ἀκροωμένων καὶ λέγειν κελευόντων,ὁ Κλεῖτος ἤδη μεθύων, καὶ φύσει τραχὺςὢν πρὸς ὀργὴν καὶ αὐθάδης, ἠγανάκτειμάλιστα, φάσκων οὐ καλῶς ἐν βαρβάροιςκαὶ πολεμίοις ὑβρίζεσθαι Μακεδόνας,πολὺ βελτίονας τῶν γελώντων, εἰ καὶ δυ-στυχίᾳ κέχρηνται. φήσαντος δὲ τοῦ Ἀλε-ξάνδρου τὸν Κλεῖτον αὑτῷ συνηγορεῖν, δυ-στυχίαν ἀποφαίνοντα τὴν δειλίαν, ἐπανα-στὰς ὁ Κλεῖτος "αὕτη μέντοι ς’" εἶπεν "ἡδειλία τὸν ἐκ θεῶν, ἤδη τῷ Σπιθριδάτου ξί-φει τὸν νῶτον ἐπιτρέποντα, περιεποίησε,καὶ τῷ Μακεδόνων αἵματι καὶ τοῖς τραύ-μασι τούτοις ἐγένου τηλικοῦτος, ὥστ’ Ἄμ-μωνι σαυτὸν εἰσποιεῖν, ἀπειπάμενος Φί-λιππον".[51] Παροξυνθεὶς οὖν ὁ Ἀλέξανδρος "ἦταῦτ’" εἶπεν "ὦ κακὴ κεφαλὴ σὺ περὶ ἡμῶνἑκάστοτε λέγων καὶ διαστασιάζων Μακε-δόνας χαιρήσειν νομίζεις;" "ἀλλ’ οὐδὲ νῦν"

118

ὄντα. μόλις δ’ εὑρίσκεται πολλῶν ἀκοντι-σμάτων κατάπλεως τὸ σῶμα κείμενος ἐνἁρμαμάξῃ, μικρὸν ἀπολείπων τοῦ τελευ-τᾶν· ὅμως δὲ καὶ πιεῖν ᾔτησε, καὶ πιὼνὕδωρ ψυχρόν, εἶπε πρὸς τὸν δόντα Πολύ-στρατον· "ὦ ἄνθρωπε, τοῦτό μοι πέραςγέγονε δυστυχίας ἁπάσης, εὖ παθεῖν ἀμεί-ψασθαι μὴ δυνάμενον· ἀλλ’ Ἀλέξανδροςἀποδώσει σοι τὴν χάριν, Ἀλεξάνδρῳ δ’ οἱθεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα καὶ πα-ῖδας τοὺς ἐμοὺς ἐπιεικείας, ᾧ ταύτην δίδω-μι τὴν δεξιὰν διὰ σοῦ". ταῦτ’ εἰπὼν καὶ λα-βόμενος τῆς τοῦ Πολυστράτου χειρός,ἐξέλιπεν.Ἀλέξανδρος δ’ ὡς ἐπῆλθεν, ἀλγῶν τε τῷπάθει φανερὸς ἦν, καὶ τὴν ἑαυτοῦ χλαμύδαλύσας ἐπέβαλε τῷ σώματι καὶ περιέστειλε.καὶ Βῆσσον μὲν ὕστερον εὑρὼν διεσφεν-δόνησεν, ὀρθίων δένδρων εἰς ταὐτὸ καμ-φθέντων ἑκατέρῳ μέρος προσαρτήσας τοῦσώματος, εἶτα μεθεὶς ἑκάτερον, ὡς ὥρμη-

103

γὰρ ἀλλοφύλους ἡγεμόνας οὐδὲ βαρβάρουςβασιλεῖς κατηγωνισμένον, ἀνδρὸς δὲ Ῥω-μαίων κρατίστου τύχαις κεχρημένου πα-ῖδας καὶ γένος ἄρδην ἀνῃρηκότα ταῖς τῆςπατρίδος ἐπιπομπεύειν συμφοραῖς οὐ κα-λῶς εἶχεν, ἀγαλλόμενον ἐπὶ τούτοις ὧν μίακαὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους ἀπολο-γία τὸ μετ’ ἀνάγκης πεπρᾶχθαι, καὶ ταῦταπρότερον μήτ’ ἄγγελον μήτε γράμματα δη-μοσίᾳ πέμψαντα περὶ νίκης ἀπὸ τῶν ἐμφυ-λίων πολέμων, ἀλλ’ ἀπωσάμενον αἰσχύνῃτὴν δόξαν.[57] Οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν τύχην τοῦἀνδρὸς ἐγκεκλικότες, καὶ δεδεγμένοι τὸνχαλινόν, καὶ τῶν ἐμφυλίων πολέμων καὶκακῶν ἀναπνοὴν ἡγούμενοι τὴν μοναρχίαν,δικτάτορα μὲν αὐτὸν ἀπέδειξαν διὰ βίου·τοῦτο δ’ ἦν ὁμολογουμένη μὲν τυραννίς,τῷ ἀνυπευθύνῳ τῆς μοναρχίας τὸ ἀκα-τάπαυστον προσλαβούσης· τιμὰς δὲ τὰςπρώτας Κικέρωνος εἰς τὴν βουλὴν γράψα-

280

ντες ἐκ χειρὸς ἢ κνήμας τῶν πολεμίων,ἀλλὰ τῶν ὄψεων ἐφιέμενοι καὶ τὰ πρόσω-πα συντιτρώσκοντες, ὑπὸ Καίσαρος δεδι-δαγμένοι τοῦτο ποιεῖν, ἐλπίζοντος ἄνδραςοὐ πολλὰ πολέμοις οὐδὲ τραύμασιν ὡμιλη-κότας, νέους δὲ καὶ κομῶντας ἐπὶ κάλλεικαὶ ὥρᾳ, μάλιστα τὰς τοιαύτας πληγὰςὑπόψεσθαι καὶ μὴ μενεῖν, τὸν ἐν τῷ πα-ρόντι κίνδυνον ἅμα καὶ τὴν αὖθις αἰσχύνηνδεδοικότας. ὃ δὴ καὶ συνέβαινεν· οὐ γὰρἠνείχοντο τῶν ὑσσῶν ἀναφερομένων, οὐδ’ἐτόλμων ἐν ὀφθαλμοῖς τὸν σίδηρονὁρῶντες, ἀλλ’ ἀπεστρέφοντο καὶ συνεκαλύ-πτοντο, φειδόμενοι τῶν προσώπων· καὶτέλος οὕτως ταράξαντες ἑαυτοὺς ἐτράπο-ντο φεύγειν, αἴσχιστα λυμηνάμενοι τὸ σύ-μπαν. εὐθὺς γὰρ οἱ μὲν νενικηκότες τού-τους ἐκυκλοῦντο τοὺς πεζοὺς καὶ κατὰνώτου προσπίπτοντες ἔκοπτον. Πομπήϊοςδ’ ὡς κατεῖδεν ἀπὸ θατέρου τοὺς ἱππεῖςφυγῇ σκεδασθέντας, οὐκέτ’ ἦν ὁ αὐτὸς οὐδ’

261

το ῥύμῃ φερόμενον, τὸ προσῆκον αὐτῷμέρος νείμασθαι. τότε δὲ τοῦ Δαρείου τὸμὲν σῶμα κεκοσμημένον βασιλικῶς πρὸςτὴν μητέρ’ ἀπέστειλε, τὸν δ’ ἀδελφὸνἘξάθρην εἰς τοὺς ἑταίρους ἀνέλαβεν.[44] Αὐτὸς δὲ μετὰ τῆς ἀκμαιοτάτης δυ-νάμεως εἰς Ὑρκανίαν κατέβαινε, καὶ πε-λάγους ἰδὼν κόλπον οὐκ ἐλάττονα μὲν τοῦΠόντου φανέντα, γλυκύτερον δὲ τῆς ἄλληςθαλάττης, σαφὲς μὲν οὐδὲν ἔσχε πυθέσθαιπερὶ αὐτοῦ, μάλιστα δ’ εἴκασε τῆς Μαιώτι-δος λίμνης ἀνακοπὴν εἶναι. καίτοι τούς γεφυσικοὺς ἄνδρας οὐκ ἔλαθε τἀληθές, ἀλλὰπολλοῖς ἔτεσιν ἔμπροσθεν τῆς Ἀλεξάνδρουστρατείας ἱστορήκασιν, ὅτι τεσσάρων κόλ-πων εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάσσης βο-ρειότατος οὗτός ἐστι, τὸ Ὑρκάνιον πέλα-γος καὶ Κάσπιον ὁμοῦ προσαγορευόμενον.Ἐνταῦθα τῶν βαρβάρων τινὲς ἀπροσδοκή-τως περιτυχόντες τοῖς ἄγουσι τὸν ἵπποναὐτοῦ τὸν Βουκεφάλαν λαμβάνουσιν. ὁ δ’

104

μὲν ἐτύγχανεν, ἀφεὶς δὲ τὴν θυσίαν ἐβάδι-ζε, καὶ τρία τῶν κατεσπεισμένων προ-βάτων ἐπηκολούθησεν αὐτῷ. πυθόμενος δ’ὁ βασιλεὺς ἀνεκοινοῦτο τοῖς μάντεσιν Ἀρι-στάνδρῳ καὶ Κλεομένει τῷ Λάκωνι· φη-σάντων δὲ πονηρὸν εἶναι τὸ σημεῖον,ἐκέλευσεν ἐκθύσασθαι κατὰ τάχος ὑπὲρτοῦ Κλείτου· καὶ γὰρ αὐτὸς ἡμέρᾳ τρίτῃκατὰ τοὺς ὕπνους ἰδεῖν ὄψιν ἄτοπον· δόξαιγὰρ αὐτῷ τὸν Κλεῖτον μετὰ τῶν Παρμενί-ωνος υἱῶν ἐν μέλασιν ἱματίοις καθέζεσθαι,τεθνηκότων ἁπάντων. οὐ μὴν ἔφθασεν ὁΚλεῖτος ἐκθυσάμενος, ἀλλ’ εὐθὺς ἐπὶ τὸ δε-ῖπνον ἧκε, τεθυκότος τοῦ βασιλέως Διο-σκούροις. πότου δὲ νεανικοῦ συῤῥαγέντος,ᾔδετο ποιήματα Πρανίχου τινός, ὡς δέ φα-σιν ἔνιοι Πιερίωνος, εἰς τοὺς στρατηγοὺςπεποιημένα τοὺς ἔναγχος ἡττημένους ὑπὸτῶν βαρβάρων ἐπ’ αἰσχύνῃ καὶ γέλωτι.τῶν δὲ πρεσβυτέρων δυσχεραινόντων καὶλοιδορούντων τόν τε ποιητὴν καὶ τὸν ᾄδο-

117

ἐμέμνητο Πομπήϊος ὢν Μᾶγνος, ἀλλ’ ὑπὸθεοῦ μάλιστα βλαπτομένῳ τὴν γνώμην ἐοι-κώς ἢ διὰ θείας ἥττης τεθαμβημένος}},ἄφθογγος ᾤχετ’ ἀπιὼν ἐπὶ σκηνήν, καὶ κα-θεζόμενος ἐκαραδόκει τὸ μέλλον, ἄχρι οὗτροπῆς ἁπάντων γενομένης ἐπέβαινον οἱπολέμιοι τοῦ χάρακος καὶ διεμάχοντο πρὸςτοὺς φυλάττοντας. τότε δ’ ὥσπερ ἔννουςγενόμενος, καὶ ταύτην μόνην ὥς φασι φω-νὴν ἀφεὶς „οὐκοῦν καὶ ἐπὶ τὴν παρεμβο-λήν;“ ἀπεδύσατο μὲν τὴν ἐναγώνιον καὶστρατηγικὴν ἐσθῆτα, φεύγοντι δὲ πρέπου-σαν μεταλαβὼν ὑπεξῆλθεν. ἀλλ’ οὗτος μὲνοἵαις ὕστερον χρησάμενος τύχαις, ὅπως τεπαραδοὺς ἑαυτὸν τοῖς Αἰγυπτίοις ἀνδράσινἀνῃρέθη, δηλοῦμεν ἐν τοῖς περὶ ἐκείνουγράμμασιν.[46] Ὁ δὲ Καῖσαρ ὡς ἐν τῷ χάρακι τοῦΠομπηΐου γενόμενος τούς τε κειμένους νε-κροὺς ἤδη τῶν πολεμίων εἶδε καὶ τοὺς ἔτικτεινομένους, εἶπεν ἄρα στενάξας· „τοῦτ’

262

μένους ὁρῶν τοὺς ἑαυτοῦ καὶ κακῶςἀντέχοντας, ἐβόα διὰ τῶν ὅπλων καὶ τῶντάξεων περιθέων, εἰ μηδὲν αἰδοῦνται, λα-βόντας αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις.μόλις δὲ προθυμίᾳ πολλῇ τοὺς πολεμίουςὠσάμενος, ἐκείνων μὲν ὑπὲρ τρισμυρίουςδιέφθειρε, τῶν δ’ ἑαυτοῦ χιλίους ἀπώλεσετοὺς ἀρίστους. ἀπιὼν δὲ μετὰ τὴν μάχηνπρὸς τοὺς φίλους εἶπεν, ὡς πολλάκις μὲνἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶψυχῆς. ταύτην τὴν μάχην ἐνίκησε τῇ τῶνΔιονυσίων ἑορτῇ, καθ’ ἣν λέγεται καὶ Πο-μπήϊος Μᾶγνος ἐπὶ τὸν πόλεμον ἐξελθεῖν·διὰ μέσου δὲ χρόνος ἐνιαυτῶν τεσσάρων δι-ῆλθε. τῶν δὲ Πομπηΐου παίδων ὁ μὲν νε-ώτερος διέφυγε, τοῦ δὲ πρεσβυτέρου μεθ’ἡμέρας ὀλίγας Δείδιος ἀνήνεγκε τὴν κεφα-λήν.Τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε τὸνπόλεμον· ὁ δ’ ἀπ’ αὐτοῦ καταχθεὶς θρίαμ-βος ὡς οὐδὲν ἄλλο Ῥωμαίους ἠνίασεν. οὐ

279

Ταῦτα πραχθέντα πολλοῖς τῶν φίλων φο-βερὸν ἐποίησε τὸν Ἀλέξανδρον, μάλιστα δ’Ἀντιπάτρῳ, καὶ πρὸς Αἰτωλοὺς ἔπεμψεκρύφα, πίστεις διδοὺς καὶ λαμβάνων. ἐφο-βοῦντο γὰρ Ἀλέξανδρον Αἰτωλοὶ διὰ τὴνΟἰνιαδῶν ἀνάστασιν, ἣν πυθόμενος οὐκΟἰνιαδῶν ἔφη παῖδας, ἀλλ’ αὑτὸν ἐπιθή-σειν δίκην Αἰτωλοῖς.[50] Οὐ πολλῷ δ’ ὕστερον συνηνέχθη καὶτὰ περὶ Κλεῖτον, οὕτω μὲν ἁπλῶς πυθο-μένοις τῶν κατὰ Φιλώταν ἀγριώτερα·λόγῳ μέντοι συντιθέντες ἅμα καὶ τὴν αἰτί-αν καὶ τὸν καιρόν, οὐκ ἀπὸ γνώμης, ἀλλὰδυστυχίᾳ τινὶ ταῦθ’ εὑρίσκομεν πεπραγ-μένα τοῦ βασιλέως, ὀργὴν καὶ μέθηνπρόφασιν τῷ Κλείτου δαίμονι παρα-σχόντος. ἐπράχθη δ’ οὕτως. ἧκόν τινεςὀπώραν Ἑλληνικὴν ἀπὸ θαλάσσης τῷ βα-σιλεῖ κομίζοντες. ὁ δὲ θαυμάσας τὴν ἀκμὴνκαὶ τὸ κάλλος, ἐκάλει τὸν Κλεῖτον, ἐπιδε-ῖξαι καὶ μεταδοῦναι βουλόμενος. ὁ δὲ θύων

116

ἤνεγκεν οὐ μετρίως, ἀλλὰ κήρυκα πέμψαςἠπείλησε πάντας ἀποκτενεῖν μετὰ τέκνωνκαὶ γυναικῶν, εἰ τὸν ἵππον αὐτῷ μὴ ἀνα-πέμψειαν. ἐπεὶ δὲ καὶ τὸν ἵππον {αὐτῷ}ἄγοντες ἧκον αὐτῷ καὶ τὰς πόλεις ἐγχειρί-ζοντες, ἐχρήσατο φιλανθρώπως πᾶσι καὶτοῦ ἵππου λύτρα τοῖς λαβοῦσιν ἔδωκεν.[45] Ἐντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύξαςκαὶ σχολάζων, πρῶτον ἐνεδύσατο τὴν βαρ-βαρικὴν στολὴν, εἴτε βουλόμενος αὑτὸν συ-νοικειοῦν τοῖς ἐπιχωρίοις νόμοις, ὡς μέγαπρὸς ἐξημέρωσιν ἀνθρώπων τὸ σύνηθεςκαὶ ὁμόφυλον, εἴτ’ ἀπόπειρά τις ὑφεῖτο τῆςπροσκυνήσεως αὕτη τοῖς Μακεδόσι, κατὰμικρὸν ἀνασχέσθαι τὴν ἐκδιαίτησιν αὐτοῦκαὶ μεταβολὴν ἐθιζομένοις. οὐ μὴν τήν γεΜηδικὴν ἐκείνην προσήκατο, παντάπασιβαρβαρικὴν καὶ ἀλλόκοτον οὖσαν, οὐδ’ἀναξυρίδας οὐδὲ κάνδυν οὐδὲ τιάραν ἔλα-βεν, ἀλλ’ ἐν μέσῳ τινὰ τῆς Περσικῆς καὶτῆς Μηδικῆς μειξάμενος εὖ πως, ἀτυφο-

105

τρικλίνοις ὁμοῦ σύμπαντας, θέας δὲ καὶμονομάχων καὶ ναυμάχων ἀνδρῶν παρα-σχὼν ἐπὶ τῇ θυγατρὶ Ἰουλίᾳ πάλαι τεθνε-ώσῃ.Μετὰ δὲ τὰς θέας γενομένων τιμήσεων,ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυ-ριάδων ἐξητάσθησαν αἱ πᾶσαι πεντεκαίδε-κα. τηλικαύτην ἡ στάσις ἀπειργάσατο συμ-φορὰν καὶ τοσοῦτον ἀπανάλωσε τοῦ δήμουμέρος, ἔξω λόγου τιθεμένοις τὰ κατα-σχόντα τὴν ἄλλην Ἰταλίαν ἀτυχήματα καὶτὰς ἐπαρχίας.[56] Συντελεσθέντων δὲ τούτων ὕπατοςἀποδειχθεὶς τὸ τέταρτον, εἰς Ἰβηρίανἐστράτευσεν ἐπὶ τοὺς Πομπηΐου παῖδας,νέους μὲν ὄντας ἔτι, θαυμαστὴν δὲ τῷ πλή-θει στρατιὰν συνειλοχότας καὶ τόλμανἀποδεικνυμένους ἀξιόχρεων πρὸς ἡγεμονί-αν, ὥστε κίνδυνον τῷ Καίσαρι περιστῆσαιτὸν ἔσχατον. ἡ δὲ μεγάλη μάχη περὶ πόλινσυνέστη Μοῦνδαν, ἐν ᾗ Καῖσαρ ἐκθλιβο-

278

ἐβουλήθησαν, εἰς τοῦτό μ’ ἀνάγκης ὑπη-γάγοντο, ἵνα Γάϊος Καῖσαρ ὁ μεγίστουςπολέμους κατορθώσας, εἰ προηκάμην τὰστρατεύματα, κἂν κατεδικάσθην“. ταῦτάφησι Πολλίων Ἀσίνιος τὰ ῥήματα Ῥω-μαϊστὶ μὲν ἀναφθέγξασθαι τὸν Καίσαραπαρὰ τὸν τότε καιρόν, Ἑλληνιστὶ δ’ ὑφ’αὑτοῦ γεγράφθαι· τῶν δ’ ἀποθανόντωντοὺς πλείστους οἰκέτας γενέσθαι, περὶ τὴνκατάληψιν τοῦ χάρακος ἀναιρεθέντας,στρατιώτας δὲ μὴ πλείους ἑξακισχιλίωνπεσεῖν. τῶν δὲ ζώντων ἁλόντων κατέμειξετοὺς πλείστους ὁ Καῖσαρ εἰς τὰ τάγματα·πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδω-κεν, ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸνὕστερον, ἐφ’ ᾧ λέγεται μὴ φαινομένῳ μὲνἀγωνιᾶσαι, σωθέντος δὲ καὶ παραγενο-μένου πρὸς αὐτὸν ἡσθῆναι διαφερόντως.[47] Σημείων δὲ πολλῶν γενομένων τῆς νί-κης ἐπιφανέστατον ἱστορεῖται τὸ περὶΤράλλεις. ἐν γὰρ ἱερῷ Νίκης ἀνδριὰς

263

τέραν μὲν ἐκείνης, ταύτης δὲ σοβαρωτέρανοὖσαν. ἐχρῆτο δὲ τὸ μὲν πρῶτον ἐντυγ-χάνων τοῖς βαρβάροις καὶ τοῖς ἑταίροιςκατ’ οἶκον, εἶτα τοῖς πολλοῖς οὕτως ἐξε-λαύνων καὶ χρηματίζων ἑωρᾶτο. καὶ λυπη-ρὸν μὲν ἦν τοῖς Μακεδόσι τὸ θέαμα, τὴν δ’ἄλλην αὐτοῦ θαυμάζοντες ἀρετὴν ᾤοντοδεῖν ἔνια τῶν πρὸς ἡδονὴν αὐτῷ καὶ δόξανἐπιχωρεῖν· ὅς γε πρὸς ἅπασι τοῖς ἄλλοιςἔναγχος τόξευμα μὲν εἰς τὴν κνήμην λα-βών, ὑφ’ οὗ τῆς κερκίδος τὸ ὁστέον ἀπο-θραυσθὲν ἐξέπεσε, λίθῳ δὲ πληγεὶς πάλινεἰς τὸν τράχηλον, ὥστε καὶ ταῖς ὄψεσινἀχλὺν ὑποδραμεῖν παραμείνασαν οὐκ ὀλί-γον χρόνον, ὅμως οὐκ ἐπαύετο χρώμενοςἑαυτῷ πρὸς τοὺς κινδύνους ἀφειδῶς, ἀλλὰκαὶ τὸν Ὀρεξάρτην διαβὰς ποταμόν, ὃναὐτὸς ᾤετο Τάναϊν εἶναι, καὶ τοὺς Σκύθαςτρεψάμενος, ἐδίωξεν ἐπὶ σταδίους ἑκατόν,ἐνοχλούμενος ὑπὸ διαῤῥοίας.[46] Ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν

106

τοις λόγοις καὶ ὑπονοίαις ἀναπετάσαντοςτὰ ὦτα τοῦ βασιλέως, ἐπῆγον ἤδη μυρίαςκατὰ τοῦ Φιλώτου διαβολάς. ἐκ τούτου δὲσυλληφθεὶς ἀνεκρίνετο, τῶν ἑταίρων ἐφε-στώτων ταῖς βασάνοις, Ἀλεξάνδρου δὲ κα-τακούοντος ἔξωθεν αὐλαίας παρατετα-μένης· ὅτε δὴ καί φασιν αὐτὸν εἰπεῖν,οἰκτρὰς καὶ ταπεινὰς τοῦ Φιλώτου φωνὰςκαὶ δεήσεις τοῖς περὶ τὸν Ἡφαιστίωναπροσφέροντος· "οὕτω δὴ μαλακὸς ὢν ὦΦιλώτα καὶ ἄνανδρος ἐπεχείρεις πράγμασιτηλικούτοις;"Ἀποθανόντος δὲ τοῦ Φιλώτου, καὶ Παρμε-νίωνα πέμψας εὐθὺς εἰς Μηδίαν ἀνεῖλεν,ἄνδρα πολλὰ μὲν Φιλίππῳ συγκατεργα-σάμενον, μόνον δ’ ἢ μάλιστα τῶν πρεσβυ-τέρων φίλων Ἀλέξανδρον εἰς Ἀσίαν ἐξορ-μήσαντα διαβῆναι, τριῶν δ’ υἱῶν οὓς ἔσχενἐπὶ τῆς στρατιᾶς δύο μὲν ἐπιδόντα πρότε-ρον ἀποθανόντας, τῷ δὲ τρίτῳ συναναιρε-θέντα.

115

εἱστήκει Καίσαρος, καὶ τὸ περὶ αὐτῷ χωρί-ον αὐτό τε στερεὸν φύσει καὶ λίθῳ σκληρῷκατεστρωμένον ἦν ἄνωθεν· ἐκ τούτουλέγουσιν ἀνατεῖλαι φοίνικα παρὰ τὴν βάσιντοῦ ἀνδριάντος. ἐν δὲ Παταβίῳ Γάϊος Κορ-νήλιος, ἀνὴρ εὐδόκιμος ἐπὶ μαντικῇ, Λιβί-ου τοῦ συγγραφέως πολίτης καὶ γνώριμος,ἐτύγχανεν ἐπ’ οἰωνοῖς καθήμενος ἐκείνηντὴν ἡμέραν. καὶ πρῶτον μέν, ὡς Λίβιόςφησι, τὸν καιρὸν ἔγνω τῆς μάχης, καὶ πρὸςτοὺς παρόντας εἶπεν ὅτι καὶ δὴ περαίνεταιτὸ χρῆμα καὶ συνίασιν εἰς ἔργον οἱ ἄνδρες.αὖθις δὲ πρὸς τῇ θέᾳ γενόμενος καὶ τὰ ση-μεῖα κατιδών, ἀνήλατο μετ’ ἐνθουσιασμοῦβοῶν· „νικᾷς ὦ Καῖσαρ“. ἐκπλαγέντων δὲτῶν παρατυχόντων, περιελὼν τὸν στέφα-νον ἀπὸ τῆς κεφαλῆς ἐνώμοτος ἔφη μὴπρὶν ἐπιθήσεσθαι πάλιν, ἢ τῇ τέχνῃ μαρτυ-ρῆσαι τὸ ἔργον. ταῦτα μὲν οὖν ὁ Λίβιοςοὕτως γενέσθαι καταβεβαιοῦται.[48] Καῖσαρ δὲ τῷ Θετταλῶν ἔθνει τὴν

264

Κάτωνα πολλούς.[55] Ἀλλὰ γὰρ ὡς ἐπανῆλθεν εἰς Ῥώμηνἀπὸ Λιβύης, πρῶτον μὲν ὑπὲρ τῆς νίκηςἐμεγαληγόρησε πρὸς τὸν δῆμον, ὡς τοσαύ-την κεχειρωμένος χώραν, ὅση παρέξει καθ’ἕκαστον ἐνιαυτὸν εἰς τὸ δημόσιον σίτουμὲν εἴκοσι μυριάδας Ἀττικῶν μεδίμνων,ἐλαίου δὲ λιτρῶν μυριάδας τριακοσίας.ἔπειτα θριάμβους κατήγαγε <τὸν Κελτι-κόν>, τὸν Αἰγυπτιακόν, τὸν Ποντικόν, τὸνΛιβυκόν, οὐκ ἀπὸ Σκιπίωνος, ἀλλ’ ἀπ’Ἰόβα δῆθεν τοῦ βασιλέως. τότε καὶ Ἰόβας,υἱὸς ὢν ἐκείνου κομιδῇ νήπιος, ἐν τῷθριάμβῳ παρήχθη, μακαριωτάτην ἁλοὺςἅλωσιν, ἐκ βαρβάρου καὶ Νομάδος Ἑλλή-νων τοῖς πολυμαθεστάτοις ἐναρίθμιος γε-νέσθαι συγγραφεῦσι.Μετὰ δὲ τοὺς θριάμβους <τοῖς> στρα-τιώταις τε μεγάλας δωρεὰς ἐδίδου, καὶ τὸνδῆμον ἀνελάμβανεν ἑστιάσεσι καὶ θέαις,ἑστιάσας μὲν ἐν δισμυρίοις καὶ δισχιλίοις

277

τοῦ βασιλέως· καὶ τοῦτο δὶς ἐποίησεν. οἱδὲ καθ’ ὑπ{ερ}οψίαν ἤδη τοῦ Φιλώτου τρα-πόμενοι πρὸς ἕτερον καὶ δι’ ἐκείνου τῷἈλεξάνδρῳ προσαχθέντες, πρῶτον μὲν τὰτοῦ Λίμνου κατεῖπον, ἔπειτα παρεδήλωσανἡσυχῇ τὸν Φιλώταν ὡς ἀμελήσειεν αὐτῶνδὶς ἐντυχόντων. καὶ τοῦτο δὴ σφόδρα πα-ρώξυνε τὸν Ἀλέξανδρον, καὶ τοῦ πεμ-φθέντος ἐπὶ τὸν Λίμνον, ὡς ἠμύνετο συλ-λαμβανόμενος, ἀποκτείναντος αὐτόν, ἔτιμᾶλλον διεταράχθη, τὸν ἔλεγχον ἐκπεφευ-γέναι τῆς ἐπιβουλῆς νομίζων, καὶ πικρῶςἔχων πρὸς τὸν Φιλώταν ἐπεσπάσατο τοὺςπάλαι μισοῦντας αὐτόν, ἤδη φανερῶς λέγο-ντας, ὡς ῥᾳθυμία τοῦ βασιλέως εἴη Λίμνονοἰομένου Χαλαιστραῖον ἄνθρωπον ἐπιχει-ρῆσαι τολμήματι τοσούτῳ καθ’ αὑτόν·ἀλλὰ τοῦτον μὲν ὑπηρέτην εἶναι, μᾶλλον δ’ὄργανον ἀπὸ μείζονος ἀρχῆς ἀφιέμενον, ἐνἐκείνοις δὲ τὴν ἐπιβουλὴν ζητητέον οἷςμάλιστα ταῦτα λανθάνειν συνέφερε. τοιού-

114

Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν, ὧν καὶ Κλεί-ταρχός ἐστι καὶ Πολύκλειτος καὶ Ὀνησί-κριτος καὶ Ἀντιγένης καὶ Ἴστρος. Ἀρι-στόβουλος δὲ καὶ Χάρης ὁ εἰσαγγελεύς,πρὸς δὲ τούτοις Ἑκαταῖος ὁ Ἐρετριεὺς καὶΠτολεμαῖος καὶ Ἀντικλείδης καὶ Φίλων ὁΘηβαῖος καὶ Φίλιππος ὁ Θεαγγελεὺς καὶΦίλιππος ὁ Χαλκιδεὺς καὶ Δοῦρις ὁΣάμιος πλάσμα φασὶ γεγονέναι τοῦτο. καὶμαρτυρεῖν αὐτοῖς ἔοικεν Ἀλέξανδρος·Ἀντιπάτρῳ γὰρ ἅπαντα γράφων ἀκριβῶς,τὸν μὲν Σκύθην φησὶν αὐτῷ διδόναι τὴν θυ-γατέρα πρὸς γάμον, Ἀμαζόνος δ’ οὐ μνη-μονεύει. λέγεται δὲ πολλοῖς χρόνοις Ὀνη-σίκριτος ὕστερον ἤδη βασιλεύοντι Λυσι-μάχῳ τῶν βιβλίων τὸ τέταρτον ἀναγι-νώσκειν, ἐν ᾧ γέγραπται περὶ τῆς Ἀμα-ζόνος· τὸν οὖν Λυσίμαχον ἀτρέμα μει-διάσαντα "καὶ ποῦ" φάναι "τότ’ ἤμην ἐγώ;"ταῦτα μὲν οὖν ἄν τις οὔτ’ ἀπιστῶν ἧττονοὔτε πιστεύων μᾶλλον Ἀλέξανδρον θαυ-

107

<σῆς> σωτηρίας ἐφθόνησας“. ὁ μὲν οὖνμετὰ ταῦτα γραφεὶς ὑπ’ αὐτοῦ πρὸς Κάτω-να τεθνεῶτα λόγος οὐ δοκεῖ πρᾴως ἔχοντοςοὐδ’ εὐδιαλλάκτως σημεῖον εἶναι· πῶς γὰρἂν ἐφείσατο ζῶντος, εἰς ἀναίσθητον ἐκχέαςὀργὴν τοσαύτην; τῇ δὲ πρὸς Κικέρωνα καὶΒροῦτον αὐτοῦ καὶ μυρίους ἄλλους τῶν πε-πολεμηκότων ἐπιεικείᾳ τεκμαίρονται καὶτὸν λόγον ἐκεῖνον οὐκ ἐξ ἀπεχθείας, ἀλλὰφιλοτιμίᾳ πολιτικῇ συντετάχθαι διὰ τοιαύ-την αἰτίαν. ἔγραψε Κικέρων ἐγκώμιονΚάτωνος, ὄνομα τῷ λόγῳ θέμενος Κάτω-να· καὶ πολλοῖς ὁ λόγος ἦν διὰ σπουδῆς,ὡς εἰκός, ὑπὸ τοῦ δεινοτάτου τῶν ῥητόρωνεἰς τὴν καλλίστην πεποιημένος ὑπόθεσιν.τοῦτ’ ἠνία Καίσαρα, κατηγορίαν αὑτοῦ νο-μίζοντα τὸν τοῦ τεθνηκότος δι’ αὐτὸν ἔπαι-νον. ἔγραψεν οὖν πολλάς τινας κατὰ τοῦΚάτωνος αἰτίας συναγαγών· τὸ δὲ βιβλίονἈντικάτων ἐπιγέγραπται, καὶ σπουδαστὰςἔχει τῶν λόγων ἑκάτερος διὰ Καίσαρα καὶ

276

ἐλευθερίαν ἀναθεὶς νικητήριον, ἐδίωκε Πο-μπήϊον· ἁψάμενος δὲ τῆς Ἀσίας, Κνιδίουςτε Θεοπόμπῳ τῷ συναγαγόντι τοὺς μύ-θους χαριζόμενος ἠλευθέρωσε, καὶ πᾶσιτοῖς τὴν Ἀσίαν κατοικοῦσι τὸ τρίτον τῶνφόρων ἀνῆκεν. εἰς δ’ Ἀλεξάνδρειαν ἐπὶ Πο-μπηΐῳ τεθνηκότι καταχθείς, Θεόδοτον μὲνἀπεστράφη, τὴν Πομπηΐου κεφαλὴν προ-σφέροντα, τὴν δὲ σφραγῖδα δεξάμενος τοῦἀνδρὸς κατεδάκρυσεν· ὅσοι δὲ τῶν ἑταίρωναὐτοῦ καὶ συνήθων πλανώμενοι κατὰ τὴνχώραν ἑαλώκεσαν ὑπὸ τοῦ βασιλέως,πάντας εὐεργέτησε καὶ προσηγάγετο. τοῖςδὲ φίλοις εἰς Ῥώμην ἔγραφεν, ὅτι τῆς νί-κης ἀπολαύοι τοῦτο μέγιστον καὶ ἥδιστον,τὸ σῴζειν τινὰς ἀεὶ τῶν πεπολεμηκότωνπολιτῶν αὐτῷ.Τὸν δ’ αὐτόθι πόλεμον οἱ μὲν οὐκ ἀναγκα-ῖον, ἀλλ’ ἔρωτι Κλεοπάτρας ἄδοξον αὐτῷκαὶ κινδυνώδη γενέσθαι λέγουσιν, οἱ δὲτοὺς βασιλικοὺς αἰτιῶνται, καὶ μάλιστα

265

μάσειε.[47] Φοβούμενος δὲ τοὺς Μακεδόνας μὴεἰς τὰ ὑπόλοιπα τῆς στρατείας ἀπαγορεύ-σωσι, τὸ μὲν ἄλλο πλῆθος εἴασε κατὰχώραν, τοὺς δ’ ἀρίστους ἔχων ἐν Ὑρκανίᾳμεθ’ ἑαυτοῦ, δισμυρίους πεζοὺς καὶ τρισχι-λίους ἱππεῖς, πεῖραν προσέβαλε, λέγων ὡςνῦν μὲν αὐτοὺς † ἐνύπνιον τῶν βαρβάρωνὁρώντων, ἂν δὲ μόνον ταράξαντες τὴν Ἀσί-αν ἀπίωσιν, ἐπιθησομένων εὐθὺς ὥσπεργυναιξίν. οὐ μὴν ἀλλ’ ἀφιέναι γε τοὺς βου-λομένους ἔφη, καὶ μαρτυράμενος ὅτι τὴνοἰκουμένην τοῖς Μακεδόσι κτώμενος ἐγκα-ταλέλειπται, μετὰ τῶν φίλων καὶ τῶν ἐθε-λόντων στρατεύειν. ταῦτα σχεδὸν αὐτοῖςὀνόμασιν ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇγέγραπται, καὶ ὅτι ταῦτ’ εἰπόντος αὐτοῦπάντες ἐξέκραγον, ὅπου βούλεται τῆςοἰκουμένης ἄγειν. δεξαμένων δὲ τούτωντὴν πεῖραν, οὐκέτ’ ἦν χαλεπὸν προσα-χθῆναι τὸ πλῆθος, ἀλλὰ ῥᾳδίως ἐπηκολού-

108

οὕτως ἠγνόει καὶ συνῆν τῇ Ἀντιγόνῃ, πολ-λὰ καὶ πρὸς ὀργὴν καὶ μεγαλαυχίαν κατὰτοῦ βασιλέως ῥήματα καὶ λόγους ἀνεπιτη-δείους προϊέμενος. ὁ δ’ Ἀλέξανδρος, καί-περ καρτερᾶς ἐνδείξεως κατὰ τοῦ Φι-λώτου προσπεσούσης, ἐκαρτέρησε σιωπῇκαὶ κατέσχεν, εἴτε θαῤῥῶν τῇ Παρμενίω-νος εὐνοίᾳ πρὸς αὑτόν, εἴτε δεδιὼς τὴνδόξαν αὐτῶν καὶ τὴν δύναμιν.Ἐν δὲ τῷ τότε χρόνῳ Μακεδὼν ὄνομα Λί-μνος ἐκ Χαλαίστρας {χαλεπῶς} ἐπιβουλεύ-ων Ἀλεξάνδρῳ, Νικόμαχόν τινα τῶν νέων,πρὸς ὃν αὐτὸς ἐρωτικῶς εἶχεν, ἐπὶ τὴν κοι-νωνίαν τῆς πράξεως παρεκάλει. τοῦ δὲ μὴδεξαμένου, φράσαντος δὲ τἀδελφῷ Κεβαλί-νῳ τὴν πεῖραν, ἐλθὼν ἐκεῖνος πρὸς Φι-λώταν ἐκέλευσεν εἰσάγειν αὐτοὺς πρὸςἈλέξανδρον, ὡς περὶ ἀναγκαίων ἔχονταςἐντυχεῖν καὶ μεγάλων. ὁ δὲ Φιλώτας, ὅ τιδὴ παθὼν (ἄδηλον γάρ ἐστιν), οὐ παρῆγεναὐτούς, ὡς πρὸς ἄλλοις μείζοσι γινομένου

113

τὸν εὐνοῦχον Ποθεινόν, ὃς πλεῖστον δυ-νάμενος, καὶ Πομπήϊον μὲν ἀνῃρηκὼςἔναγχος, ἐκβεβληκὼς δὲ Κλεοπάτραν, κρύ-φα μὲν ἐπεβούλευε τῷ Καίσαρι—καὶ διὰτοῦτό φασιν αὐτὸν ἀρξάμενον ἔκτοτε δια-νυκτερεύειν ἐν τοῖς πότοις ἕνεκα φυλακῆςτοῦ σώματος—, φανερῶς δ’ οὐκ ἦν ἀνε-κτός, ἐπίφθονα πολλὰ καὶ πρὸς ὕβριν εἰςτὸν Καίσαρα λέγων καὶ πράττων. τοὺς μὲνγὰρ στρατιώτας τὸν κάκιστον μετρου-μένους καὶ παλαιότατον σῖτον ἐκέλευσενἀνέχεσθαι καὶ στέργειν ἐσθίοντας τὰ ἀλ-λότρια, πρὸς δὲ τὰ δεῖπνα σκεύεσιν ἐχρῆτοξυλίνοις καὶ κεραμεοῖς, ὡς τὰ χρυσᾶ καὶἀργυρᾶ πάντα Καίσαρος ἔχοντος εἴς τιχρέος. ὤφειλε γὰρ ὁ τοῦ βασιλεύοντος τότεπατὴρ Καίσαρι χιλίας ἑπτακοσίας πεντή-κοντα μυριάδας, ὧν τὰς μὲν ἄλλας ἀνῆκετοῖς παισὶν αὐτοῦ πρότερον ὁ Καῖσαρ, τὰςδὲ χιλίας ἠξίου τότε λαβὼν διαθρέψαι τὸστράτευμα. τοῦ δὲ Ποθεινοῦ νῦν μὲν αὐτὸν

266

τῶν ἰδίων ἀπέβαλεν. οἱ μὲν <οὖν> ταῦταπερὶ τῆς μάχης ἐκείνης ἀναγγέλλουσιν· οἱδ’ οὔ φασιν αὐτὸν ἐν τῷ ἔργῳ γενέσθαι, συ-ντάττοντος δὲ τὴν στρατιὰν καὶ διακοσμο-ῦντος ἅψασθαι τὸ σύνηθες νόσημα· τὸν δ’εὐθὺς αἰσθόμενον ἀρχομένου, πρὶν ἐκτα-ράττεσθαι καὶ καταλαμβάνεσθαι παντάπα-σιν ὑπὸ τοῦ πάθους τὴν αἴσθησιν ἤδη σειο-μένην, εἴς τινα τῶν πλησίον πύργων κομι-σθῆναι καὶ διαγαγεῖν ἐν ἡσυχίᾳ. τῶν δὲ πε-φευγότων ἐκ τῆς μάχης ὑπατικῶν καὶστρατηγικῶν ἀνδρῶν οἱ μὲν ἑαυτοὺςδιέφθειραν ἁλισκόμενοι, συχνοὺς δὲ Κα-ῖσαρ ἔκτεινεν ἁλόντας.[54] Κάτωνα δὲ λαβεῖν ζῶντα φιλοτιμού-μενος, ἔσπευδε πρὸς Ἰτύκην· ἐκείνην γὰρπαραφυλάττων τὴν πόλιν, οὐ μετέσχε τοῦἀγῶνος. πυθόμενος δ’ ὡς ἑαυτὸν ὁ ἀνὴρδιεργάσαιτο, δῆλος μὲν ἦν δηχθείς, ἐφ’ ᾧδ’ ἄδηλον· εἶπε δ’ οὖν· „ὦ Κάτων, φθονῶσοι τοῦ θανάτου· καὶ γὰρ σὺ ἐμοὶ τῆς

275

βλημένος. ὅτε γὰρ τὰ περὶ Δαμασκὸν ἑάλωχρήματα Δαρείου νικηθέντος ἐν Κιλικίᾳ,πολλῶν σωμάτων κομισθέντων εἰς τὸστρατόπεδον, εὑρέθη γύναιον ἐν τοῖς αἰχ-μαλώτοις, τῷ μὲν γένει Πυδναῖον, εὐπρε-πὲς δὲ τὴν ὄψιν· ἐκαλεῖτο δ’ Ἀντιγόνη·τοῦτ’ ἔσχεν ὁ Φιλώτας. οἷα δὲ νέος πρὸςἐρωμένην καὶ σὺν οἴνῳ πολλὰ φιλότιμα καὶστρατιωτικὰ παῤῥησιαζόμενος ἑαυτοῦ τὰμέγιστα τῶν ἔργων ἀπέφαινε καὶ τοῦ πα-τρός, Ἀλέξανδρον δὲ μειράκιον ἀπεκάλει,δι’ αὐτοὺς τὸ τῆς ἀρχῆς ὄνομα καρπούμε-νον. ταῦτα τῆς γυναικὸς ἐκφερούσης πρόςτινα τῶν συνήθων, ἐκείνου δ’ ὡς εἰκὸςπρὸς ἕτερον, περιῆλθεν εἰς Κρατερὸν ὁλόγος, καὶ λαβὼν τὸ γύναιον εἰσήγαγε κρύ-φα πρὸς Ἀλέξανδρον. ἀκούσας δ’ ἐκεῖνοςἐκέλευσε φοιτᾶν εἰς ταὐτὸ τῷ Φιλώτᾳ καὶπᾶν ὅ τι ἂν ἐκπύθηται τούτου, πρὸς αὐτὸνἀπαγγέλλειν βαδίζουσαν.[49] Ὁ μὲν οὖν Φιλώτας ἐπιβουλευόμενος

112

θησεν.Οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοί-ου τε τοῖς ἐπιχωρίοις ἑαυτόν, ἐκείνους τεπροσῆγε τοῖς Μακεδονικοῖς ἔθεσιν, ἀνα-κράσει καὶ κοινωνίᾳ μᾶλλον δι’ εὐνοίας κα-ταστήσεσθαι τὰ πράγματα νομίζων ἢ βίᾳ,μακρὰν ἀπαίροντος αὐτοῦ. διὸ καὶ τρισμυ-ρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμ-ματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδο-νικοῖς ὅπλοις ἐντρέφεσθαι, πολλοὺς ἐπι-στάτας καταστήσας, καὶ τὰ περὶ Ῥωξάνηνἔρωτι μὲν ἐπράχθη, καλὴν καὶ ὡραίαν ἔντινι χορῷ παρὰ πότον ὀφθεῖσαν, ἔδοξε δ’οὐκ ἀνάρμοστα τοῖς ὑποκειμένοις εἶναιπράγμασιν. ἐθάῤῥησαν γὰρ οἱ βάρβαροι τῇκοινωνίᾳ τοῦ γάμου, καὶ τὸν Ἀλέξανδρονὑπερηγάπησαν, ὅτι σωφρονέστατος περὶταῦτα γεγονὼς οὐδ’ ἧς μόνης ἡττήθη γυ-ναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν.Ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγί-στων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα καὶ

109

κατασχὼν ἐκ τοῦ αὐχένος ἀναστρέψαι καὶεἰπεῖν· „ἐνταῦθ’ εἰσιν οἱ πολέμιοι“.[53] Τούτοις μέντοι τοῖς προτερήμασινἐπήρθη Σκηπίων μάχῃ κριθῆναι, καὶ κατα-λιπὼν χωρὶς μὲν Ἀφράνιον, χωρὶς δ’Ἰόβαν, δι’ ὀλίγου στρατοπεδεύοντας,αὐτὸς ἐτείχιζεν ὑπὲρ λίμνης ἔρυμα τῷστρατοπέδῳ περὶ πόλιν Θάψον, ὡς εἴηπᾶσιν ἐπὶ τὴν μάχην ὁρμητήριον καὶ κατα-φυγή. πονουμένου δ’ αὐτοῦ περὶ ταῦτα Κα-ῖσαρ ὑλώδεις τόπους καὶ προσβολὰςἀφράστους ἔχοντας ἀμηχάνῳ τάχει διελ-θών, τοὺς μὲν ἐκυκλοῦτο, τοῖς δὲ προ-σέβαλλε κατὰ στόμα. τρεψάμενος δὲ τού-τους, ἐχρῆτο τῷ καιρῷ καὶ τῇ ῥύμῃ τῆςτύχης, ὑφ’ ἧς αὐτοβοεὶ μὲν ᾕρει τὸ Ἀφρα-νίου στρατόπεδον, αὐτοβοεὶ δὲ φεύγοντοςἸόβα διεπόρθει τὸ τῶν Νομάδων· ἡμέραςδὲ μιᾶς μέρει μικρῷ τριῶν στρατοπέδωνἐγκρατὴς γεγονὼς καὶ πεντακισμυρίουςτῶν πολεμίων ἀνῃρηκώς, οὐδὲ πεντήκοντα

274

ἀπιέναι καὶ τῶν μεγάλων ἔχεσθαι πραγ-μάτων κελεύοντος, ὕστερον δὲ κομιεῖσθαιμετὰ χάριτος, εἰπὼν ὡς Αἰγυπτίων ἐλάχι-στα δέοιτο συμβούλων, κρύφα τὴν Κλεο-πάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο.[49] Κἀκείνη παραλαβοῦσα τῶν φίλωνἈπολλόδωρον τὸν Σικελιώτην μόνον, εἰςἀκάτιον μικρὸν ἐμβᾶσα, τοῖς μὲν βασιλεί-οις προσέσχεν ἤδη συσκοτάζοντος· ἀπόρουδὲ τοῦ λαθεῖν ὄντος ἄλλως, ἡ μὲν εἰς στρω-ματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυ-τήν, ὁ δ’ Ἀπολλόδωρος ἱμάντι συνδήσαςτὸν στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶνπρὸς τὸν Καίσαρα. καὶ τούτῳ τε πρώτῳλέγεται τῷ τεχνήματι τῆς Κλεοπάτραςἁλῶναι λαμυρᾶς φανείσης, καὶ τῆς ἄλληςὁμιλίας καὶ χάριτος ἥττων γενόμενος,διαλλάξαι πρὸς τὸν ἀδελφὸν ὡς συμβασι-λεύσουσαν. ἔπειτα δ’ ἐπὶ ταῖς διαλλαγαῖςἑστιωμένων ἁπάντων, οἰκέτης Καίσαροςκουρεύς, διὰ δειλίαν ᾗ πάντας ἀνθρώπους

267

συμμετακοσμούμενον αὐτῷ, Κρατερὸν δὲτοῖς πατρίοις ἐμμένοντα, δι’ ἐκείνου μὲνἐχρημάτιζε τοῖς βαρβάροις, διὰ τούτου δὲτοῖς Ἕλλησι καὶ τοῖς Μακεδόσι· καὶ ὅλωςτὸν μὲν ἐφίλει μάλιστα, τὸν δ’ ἐτίμα, νομί-ζων καὶ λέγων ἀεί, τὸν μὲν Ἡφαιστίωναφιλαλέξανδρον εἶναι, τὸν δὲ Κρατερὸν φι-λοβασιλέα. διὸ καὶ πρὸς ἀλλήλους ὑπούλωςἔχοντες, συνέκρουον πολλάκις, ἅπαξ δὲπερὶ τὴν Ἰνδικὴν καὶ εἰς χεῖρας ἦλθον σπα-σάμενοι τὰ ξίφη, καὶ τῶν φίλων ἑκατέρῳπαραβοηθούντων, προσελάσας ὁ Ἀλέξαν-δρος ἐλοιδόρει τὸν Ἡφαιστίωνα φανερῶς,ἔμπληκτον καλῶν καὶ μαινόμενον, εἰ μὴσυνίησιν ὡς ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρονἀφέληται, μηδέν ἐστιν· ἰδίᾳ δὲ καὶ τοῦΚρατεροῦ πικρῶς καθήψατο, καὶ συναγα-γὼν αὐτοὺς καὶ διαλλάξας, ἐπώμοσε τὸνἌμμωνα καὶ τοὺς ἄλλους θεούς, ἦ μὴνμάλιστα φιλεῖν ἀνθρώπων ἁπάντων ἐκεί-νους· ἂν δὲ πάλιν αἴσθηται διαφερομένους,

110

ἀποκτενεῖν ἀμφοτέρους ἢ τὸν ἀρξάμενον.ὅθεν ὕστερον οὐδὲ παίζοντες εἰπεῖν τι πρὸςἀλλήλους οὐδὲ πρᾶξαι λέγονται.[48] Φιλώτας δ’ ὁ Παρμενίωνος ἀξίωμαμὲν εἶχεν ἐν τοῖς Μακεδόσι μέγα· καὶ γὰρἀνδρεῖος ἐδόκει καὶ καρτερικὸς εἶναι, φι-λόδωρος δὲ καὶ φιλέταιρος ὡς μετ’ αὐτὸνἈλέξανδρον οὐδείς. λέγεται γοῦν ὅτι τῶνσυνήθων τινὸς αἰτοῦντος ἀργύριον, ἐκέλευ-σε δοῦναι· φήσαντος δὲ τοῦ διοικητοῦ μὴἔχειν, "τί λέγεις;" εἶπεν "οὐδὲ ποτήριονἔχεις οὐδ’ ἱμάτιον;" ὄγκῳ δὲ φρονήματοςκαὶ βάρει πλούτου καὶ τῇ περὶ τὸ σῶμα θε-ραπείᾳ καὶ διαίτῃ χρώμενος ἐπαχθέστερονἢ κατ’ ἰδιώτην, καὶ τοῦτο δὴ τὸ σεμνὸν καὶὑψηλὸν οὐκ ἐμμελῶς, ἀλλ’ ἄνευ χαρίτωντῷ σολοίκῳ καὶ παρασήμῳ μιμούμενος,ὑποψίαν εἶχε καὶ φθόνον, ὥστε καὶ Παρμε-νίωνά ποτ’ εἰπεῖν πρὸς αὐτόν· "ὦ παῖ, χεί-ρων μοι γίνου". πρὸς δ’ αὐτὸν Ἀλέξανδρονἐκ πάνυ πολλῶν χρόνων ἐτύγχανε διαβε-

111

ὑπερέβαλεν οὐδὲν ἐῶν ἀνεξέταστον, ἀλλ’ὠτακουστῶν καὶ πολυπραγμονῶν, συνῆκενἐπιβουλὴν Καίσαρι πραττομένην ὑπ’ Ἀχιλ-λᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνού-χου. φωράσας δ’ ὁ Καῖσαρ, φρουρὰν μὲνπεριέστησε τῷ ἀνδρῶνι, τὸν δὲ Ποθεινὸνἀνεῖλεν· ὁ δ’ Ἀχιλλᾶς φυγὼν εἰς τὸ στρα-τόπεδον περιΐστησιν αὐτῷ βαρὺν καὶ δυ-σμεταχείριστον πόλεμον, ὀλιγοστῷ τοσαύ-την ἀμυνομένῳ πόλιν καὶ δύναμιν. ἐν ᾧπρῶτον μὲν ἐκινδύνευσεν ὕδατος ἀποκλει-σθείς· αἱ γὰρ διώρυχες ἀπῳκοδομήθησανὑπὸ τῶν πολεμίων· δεύτερον δὲ περικο-πτόμενος τὸν στόλον, ἠναγκάσθη διὰ πυ-ρὸς ἀπώσασθαι τὸν κίνδυνον, ὃ καὶ τὴν με-γάλην βιβλιοθήκην ἐκ τῶν νεωρίων ἐπινε-μόμενον διέφθειρε· τρίτον δὲ περὶ τῇΦάρῳ μάχης συνεστώσης, κατεπήδησεμὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον καὶ πα-ρεβοήθει τοῖς ἀγωνιζομένοις, ἐπιπλεόντωνδὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων, ῥί-

268

οὔθ’ ὑποζυγίοις χιλός, ἀλλὰ βρύοις ἠνα-γκάζοντο θαλαττίοις, ἀποπλυθείσης τῆςἁλμυρίδος, ὀλίγην ἄγρωστιν ὥσπερ ἥδυ-σμα παραμειγνύντες, ἐπάγειν τοὺς ἵππους.οἱ γὰρ Νομάδες, ἐπιφαινόμενοι πολλοὶ καὶταχεῖς ἑκάστοτε, κατεῖχον τὴν χώραν· καίποτε τῶν Καίσαρος ἱππέων σχολὴνἀγόντων (ἔτυχε γὰρ αὐτοῖς ἀνὴρ Λίβυςἐπιδεικνύμενος ὄρχησιν ἅμα καὶ μοναυλῶνθαύματος ἀξίως), οἱ μὲν ἐκάθηντο τερ-πόμενοι, τοῖς παισὶ τοὺς ἵππους ἐπιτρέψα-ντες, ἐξαίφνης δὲ περιελθόντες ἐμβάλλου-σιν οἱ πολέμιοι, καὶ τοὺς μὲν αὐτοῦ κτεί-νουσι, τοῖς δ’ εἰς τὸ στρατόπεδον προτρο-πάδην ἐλαυνομένοις συνεισέπεσον. εἰ δὲ μὴΚαῖσαρ αὐτός, ἅμα δὲ Καίσαρι ΠολλίωνἈσίνιος, βοηθοῦντες ἐκ τοῦ χάρακος ἔσχοντὴν φυγήν, διεπέπρακτ’ ἂν ὁ πόλεμος. ἔστιδ’ ὅτε καὶ καθ’ ἑτέραν μάχην ἐπλεονέκτη-σαν οἱ πολέμιοι συμπλοκῆς γενομένης, ἐν ᾗΚαῖσαρ τὸν ἀετοφόρον φεύγοντα λέγεται

273

σώματος.Ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον ὁ Ἀλέξαν-δρος ἠρώτα, πῶς αὐτῷ χρήσηται, "βασιλι-κῶς" εἶπε· προσπυθομένου δὲ μή τι καὶἄλλο λέγει, "πάντ’" εἶπεν "ἔνεστιν ἐν τῷβασιλικῶς". οὐ μόνον οὖν ἀφῆκεν αὐτὸν ἄρ-χειν ὧν ἐβασίλευε σατράπην καλούμενον,ἀλλὰ καὶ προσέθηκε χώραν {καὶ} τῆς αὐτο-νόμου καταστρεψάμενος, ἐν ᾗ πεντεκαίδε-κα μὲν ἔθνη, πόλεις δὲ πεντακισχιλίαςἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φα-σιν· ἄλλης δὲ τρὶς τοσαύτης Φίλιππόν τινατῶν ἑταίρων σατράπην ἀπέδειξεν.[61] Ἐκ δὲ τῆς πρὸς Πῶρον μάχης καὶ ὁΒουκεφάλας ἐτελεύτησεν, οὐκ εὐθύς, ἀλλ’ὕστερον, ὡς οἱ πλεῖστοι λέγουσιν, ἀπὸτραυμάτων θεραπευόμενος, ὡς δ’ Ὀνησί-κριτος, διὰ γῆρας ὑπέρπονος γενόμενος·τριάκοντα γὰρ ἐτῶν ἀποθανεῖν αὐτόν. ἐδή-χθη δ’ ἰσχυρῶς Ἀλέξανδρος, οὐδὲν ἄλλ’ ἢσυνήθη καὶ φίλον ἀποβεβληκέναι νομίζων,

140

θύρας παρακάλυμμα διελαύνει. πεσόντοςδὲ μετὰ στεναγμοῦ καὶ βρυχήματος, εὐθὺςἀφῆκεν ὁ θυμὸς αὐτόν, καὶ γενόμενος παρ’ἑαυτῷ, καὶ τοὺς φίλους ἰδὼν ἀφώνουςἑστῶτας, ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦτὴν αἰχμὴν ἔφθασε, παῖσαι δ’ ἑαυτὸν ὁρμή-σας παρὰ τὸν τράχηλον ἐπεσχέθη, τῶν σω-ματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντωνκαὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸνθάλαμον.[52] Ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίωνδιήνεγκε, καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἤδη τῷβοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος ἔκει-το, βαρεῖς ἀναφέρων στεναγμούς, δείσα-ντες οἱ φίλοι τὴν ἀποσιώπησιν εἰσῆλθονβίᾳ. καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺςλόγους, Ἀριστάνδρου δὲ τοῦ μάντεως ὑπο-μιμνῄσκοντος αὐτὸν τήν τ’ ὄψιν ἣν εἶδεπερὶ τοῦ Κλείτου καὶ τὸ σημεῖον, ὡς δὴπάλαι καθειμαρμένων τούτων, ἔδοξεν ἐνδι-δόναι.

121

κλύσματος ἔπηξε τὴν ἑαυτοῦ σκηνήν, καὶγενομένου πνεύματος ἐμβὰς ἀνήχθη μετὰτρισχιλίων πεζῶν καὶ ἱππέων ὀλίγων. ἀπο-βιβάσας δὲ τούτους καὶ λαθών, ἀνήχθηπάλιν, ὑπὲρ τῆς μείζονος ὀῤῥωδῶν δυνάμε-ως, καὶ κατὰ θάλατταν οὖσιν ἤδη προστυ-χών, κατήγαγεν ἅπαντας εἰς τὸ στρατόπε-δον. πυνθανόμενος δὲ χρησμῷ τινι παλαιῷθαῤῥεῖν τοὺς πολεμίους, ὡς προσῆκον ἀεὶτῷ Σκιπιώνων γένει κρατεῖν ἐν Λιβύῃ, χα-λεπὸν εἰπεῖν εἴτε φλαυρίζων ἐν παιδιᾷ τινιτὸν Σκιπίωνα, στρατηγοῦντα τῶν πολεμί-ων, εἴτε καὶ σπουδῇ τὸν οἰωνὸν οἰκειούμε-νος, ἦν γὰρ καὶ παρ’ αὐτῷ τις ἄνθρωπος,ἄλλως μὲν εὐκαταφρόνητος καὶ παρημελη-μένος, οἰκίας δὲ τῆς Ἀφρικανῶν, Σκιπίωνἐκαλεῖτο Σαλλουΐτων, τοῦτον ἐν ταῖςμάχαις προέταττεν ὥσπερ ἡγεμόνα τῆςστρατιᾶς, ἀναγκαζόμενος πολλάκιςἐξάπτεσθαι τῶν πολεμίων καὶ φιλομαχεῖν.ἦν γὰρ οὔτε σῖτος τοῖς ἀνδράσιν ἄφθονος

272

ψας ἑαυτὸν εἰς τὴν θάλασσαν ἀπενήξατομόλις καὶ χαλεπῶς. ὅτε καὶ λέγεται βιβλί-δια κρατῶν πολλὰ μὴ προέσθαι βαλλόμε-νος καὶ βαπτιζόμενος, ἀλλ’ ἀνέχων ὑπὲρτῆς θαλάσσης τὰ βιβλίδια, τῇ ἑτέρᾳ χειρὶνήχεσθαι· τὸ δ’ ἀκάτιον εὐθὺς ἐβυθίσθη.τέλος δὲ τοῦ βασιλέως πρὸς τοὺς πολεμί-ους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνάψαςμάχην ἐνίκησε, πολλῶν πεσόντων αὐτοῦ τετοῦ βασιλέως ἀφανοῦς γενομένου. καταλι-πὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσανΑἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τε-κοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωναπροσηγόρευον, ὥρμησεν ἐπὶ Συρίας.[50] Κἀκεῖθεν ἐπιὼν τὴν Ἀσίαν, ἐπυνθάνε-το Δομίτιον μὲν ὑπὸ Φαρνάκου τοῦ Μιθρι-δάτου παιδὸς ἡττημένον ἐκ Πόντου πεφευ-γέναι σὺν ὀλίγοις, Φαρνάκην δὲ τῇ νίκῃχρώμενον ἀπλήστως, καὶ Βιθυνίαν ἔχοντακαὶ Καππαδοκίαν, Ἀρμενίας ἐφίεσθαι τῆςμικρᾶς καλουμένης, καὶ πάντας ἀνιστάναι

269

Διὸ Καλλισθένην τε τὸν φιλόσοφον παρει-σήγαγον, Ἀριστοτέλους οἰκεῖον ὄντα, καὶτὸν Ἀβδηρίτην Ἀνάξαρχον. ὧν Καλλι-σθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πρᾴωςὑποδυόμενος τῷ λόγῳ καὶ περιϊὼν ἀλύπωςλαβέσθαι τοῦ πάθους, ὁ δ’ Ἀνάξαρχος ἰδί-αν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φι-λοσοφίᾳ, καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶὀλιγωρίας τῶν συνήθων, εὐθὺς εἰσελθὼνἀνεβόησεν· "οὗτός ἐστιν Ἀλέξανδρος, εἰςὃν ἡ οἰκουμένη νῦν ἀποβλέπει· ὁ δ’ ἔῤῥι-πται κλαίων ὥσπερ ἀνδράποδον, ἀν-θρώπων νόμον καὶ ψόγον δεδοικώς, οἷςαὐτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶνδικαίων, ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενί-κηκεν, ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξηςκεκρατημένον". "οὐκ οἶσθ’" εἶπεν "ὅτι τὴνΔίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τὴνΘέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατο-ῦντος θεμιτὸν ᾖ καὶ δίκαιον;" τοιούτοιςτισὶ λόγοις χρησάμενος ὁ Ἀνάξαρχος, τὸ

122

δεξιῷ προσβαλεῖν κελεῦσαι. γενομένης δὲτροπῆς, ἑκατέρωθεν ἀναχωρεῖν ἀεὶ πρὸςτὰ θηρία καὶ συνειλεῖσθαι τοὺς ἐκβιαζο-μένους, ὅθεν ἤδη τὴν μάχην ἀναμεμειγ-μένην εἶναι, καὶ μόλις ὀγδόης ὥρας ἀπει-πεῖν τοὺς πολεμίους. ταῦτα μὲν οὖν ὁ τῆςμάχης ποιητὴς αὐτὸς ἐν ταῖς ἐπιστολαῖςεἴρηκεν. οἱ δὲ πλεῖστοι τῶν συγγραφέωνὁμολογοῦσι τὸν Πῶρον, ὑπεραίροντα τεσ-σάρων πηχῶν σπιθαμῇ τὸ μῆκος, ἱππότουμηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμε-τρίᾳ διὰ τὸ μέγεθος καὶ τὸν ὄγκον τοῦσώματος· καίτοι μέγιστος ἦν ὁ ἐλέφας· σύ-νεσιν δὲ θαυμαστὴν ἐπεδείξατο καὶ κηδε-μονίαν τοῦ βασιλέως, ἐῤῥωμένου μὲν ἔτιθυμῷ τοὺς προσμαχομένους ἀμυνόμενοςκαὶ ἀνακόπτων, ὡς δ’ ᾔσθετο βελῶν πλή-θει καὶ τραυμάτων κάμνοντα, δείσας μὴπεριῤῥυῇ, τοῖς μὲν γόνασιν εἰς γῆν ὑφῆκεπρᾴως ἑαυτόν, τῇ δὲ προνομαίᾳ λαμβάνωνἀτρέμα τῶν δορατίων ἕκαστον ἐξῄρει τοῦ

139

τοὺς ταύτῃ βασιλεῖς καὶ τετράρχας. εὐθὺςοὖν ἐπὶ τὸν ἄνδρα τρισὶν ἤλαυνε τάγμασι,καὶ περὶ πόλιν Ζῆλαν μάχην μεγάλην συ-νάψας αὐτὸν μὲν ἐξέβαλε τοῦ Πόντου φεύ-γοντα, τὴν δὲ στρατιὰν ἄρδην ἀνεῖλε· καὶτῆς μάχης ταύτης τὴν ὀξύτητα καὶ τὸτάχος ἀναγγέλλων εἰς Ῥώμην πρός τινατῶν φίλων Μάτιον ἔγραψε τρεῖς λέξεις·„ἦλθον, εἶδον, ἐνίκησα“. Ῥωμαϊστὶ δ’ αἱλέξεις, εἰς ὅμοιον ἀπολήγουσαι σχῆμα ῥή-ματος, οὐκ ἀπίθανον τὴν βραχυλογίανἔχουσιν.[51] Ἐκ τούτου διαβαλὼν εἰς Ἰταλίανἀνέβαινεν εἰς Ῥώμην, τοῦ μὲν ἐνιαυτοῦ κα-ταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸδεύτερον, οὐδέποτε πρότερον τῆς ἀρχῆςἐκείνης ἐνιαυσίου γενομένης· εἰς δὲ τοὐπι-ὸν <ἔτος> ὕπατος ἀπεδείχθη. καὶ κακῶςἤκουσεν, ὅτι τῶν στρατιωτῶν στασια-σάντων καὶ δύο στρατηγικοὺς ἄνδρας ἀνε-λόντων, Κοσκώνιον καὶ Γάλβαν, ἐπετίμησε

270

μὲν αὐτοῖς τοσοῦτον ὅσον ἀντὶ στρατιωτῶνπολίτας προσαγορεῦσαι, χιλίας δὲ διένει-μεν ἑκάστῳ δραχμὰς καὶ χώραν τῆς Ἰταλί-ας ἀπεκλήρωσε πολλήν. ἦν δ’ αὐτοῦ διαβο-λὴ καὶ ἡ Δολοβέλλα μανία, καὶ ἡ Ματίουφιλαργυρία, καὶ μεθύων Ἀντώνιος καὶΚορφίνιος τὴν Πομπηΐου σκευωρούμενοςοἰκίαν καὶ μετοικοδομῶν, ὡς ἱκανὴν οὐκοὖσαν. ἐπὶ τούτοις γὰρ ἐδυσφόρουν Ῥωμα-ῖοι· Καῖσαρ δὲ διὰ τὴν ὑπόθεσιν τῆς πολι-τείας οὐκ ἀγνοῶν οὐδὲ βουλόμενος ἠνα-γκάζετο χρῆσθαι τοῖς ὑπουργοῦσι.[52] Τῶν δὲ περὶ Κάτωνα καὶ Σκιπίωναμετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύηνφυγόντων κἀκεῖ, τοῦ βασιλέως Ἰόβα βοη-θοῦντος αὐτοῖς, ἠθροικότων δυνάμεις ἀξιο-λόγους, ἔγνω στρατεύειν ὁ Καῖσαρ ἐπ’αὐτούς· καὶ περὶ τροπὰς χειμερινὰς διαβὰςεἰς Σικελίαν, καὶ βουλόμενος εὐθὺς ἀπο-κόψαι τῶν περὶ αὐτὸν ἡγεμόνων ἅπασανἐλπίδα μελλήσεως καὶ διατριβῆς, ἐπὶ τοῦ

271

σαιτ’ ἄν, ἡλίκους ὑπομένω κινδύνους ἕνεκατῆς παρ’ ὑμῖν εὐδοξίας;" ἀλλὰ τοῦτο μὲνὈνησίκριτος εἴρηκεν· αὐτὸς δέ φησι τὰςσχεδίας ἀφέντας αὐτοὺς μετὰ τῶν ὅπλωντὸ ἔκρηγμα διαβαίνειν, ἄχρι μαστῶν βρε-χομένους, διαβὰς δὲ τῶν πεζῶν εἴκοσι στα-δίους προϊππεῦσαι, λογιζόμενος, εἰ μὲν οἱπολέμιοι τοῖς ἵπποις προσβάλοιεν, πολὺκρατήσειν, εἰ δὲ κινοῖεν τὴν φάλαγγα, φθή-σεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους·θάτερον δὲ συμβῆναι. τῶν γὰρ ἱππέων χι-λίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπε-σόντα τρεψάμενος, τὰ μὲν ἅρματα λαβεῖνἅπαντα, τῶν δ’ ἱππέων ἀνελεῖν τετρακοσί-ους. οὕτω δὴ συμφρονήσαντα τὸν Πῶρον,ὡς αὐτὸς εἴη διαβεβηκὼς Ἀλέξανδρος,ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως, πλὴνὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι τῶνΜακεδόνων ἀπέλιπε· φοβηθεὶς δὲ τὰ θηρίακαὶ τὸ πλῆθος τῶν πολεμίων, αὐτὸς μὲν ἐν-σεῖσαι κατὰ θάτερον κέρας, Κοῖνον δὲ τῷ

138

μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δ’ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανο-μώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίωςἐνήρμοσε, καὶ τοῦ Καλλισθένους τὴν ὁμιλί-αν, οὐδ’ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸνοὖσαν, προσδιέβαλε.Λέγεται δέ ποτε παρὰ δεῖπνον ὑπὲρ ὡρῶνκαὶ κράσεως τοῦ περιέχοντος λόγων ὄντωντὸν Καλλισθένην, μετέχοντα δόξης τοῖς{δὲ} λέγουσι τἀκεῖ μᾶλλον εἶναι ψυχρὰ καὶδυσχείμερα τῶν Ἑλληνικῶν, ἐναντιου-μένου τοῦ Ἀναξάρχου καὶ φιλονικοῦντος,εἰπεῖν· "ἀλλὰ μὴν ἀνάγκη σοὶ ταῦτ’ ἐκεί-νων ὁμολογεῖν εἶναι ψυχρότερα· σὺ γὰρἐκεῖ μὲν ἐν τρίβωνι διεχείμαζες, ἐνταῦθαδὲ τρεῖς ἐπιβεβλημένος δάπιδας κατάκει-σαι". τὸν μὲν οὖν Ἀνάξαρχον καὶ τοῦτοπροσπαρώξυνε.[53] Τοὺς δ’ ἄλλους σοφιστὰς καὶ κόλακαςὁ Καλλισθένης ἐλύπει, σπουδαζόμενος μὲνὑπὸ τῶν νέων διὰ τὸν λόγον, οὐχ ἧττον δὲ

123

τῆγεν, ὅπερ ἦν σύνθημα τῆς ἐπιχειρήσεως.πρῶτος δὲ Κάσκας ξίφει παίει παρὰ τὸναὐχένα πληγὴν οὐ θανατηφόρον οὐδὲ βαθε-ῖαν, ἀλλ’ ὡς εἰκὸς ἐν ἀρχῇ τολμήματος με-γάλου ταραχθείς, ὥστε καὶ τὸν Καίσαραμεταστραφέντα τοῦ ἐγχειριδίου λαβέσθαικαὶ κατασχεῖν. ἅμα δέ πως ἐξεφώνησαν, ὁμὲν πληγεὶς Ῥωμαϊστί· „μιαρώτατεΚάσκα, τί ποιεῖς;“ ὁ δὲ πλήξας Ἑλληνιστὶπρὸς τὸν ἀδελφόν· „ἀδελφέ, βοήθει“.τοιαύτης δὲ τῆς ἀρχῆς γενομένης, τοὺς μὲνοὐδὲν συνειδότας ἔκπληξις εἶχε καὶ φρίκηπρὸς τὰ δρώμενα, μήτε φεύγειν μήτ’ ἀμύ-νειν, ἀλλὰ μηδὲ φωνὴν ἐκβάλλειν τολ-μῶντας. τῶν δὲ παρεσκευασμένων ἐπὶ τὸνφόνον ἑκάστου γυμνὸν ἀποδείξαντος τὸ ξί-φος, ἐν κύκλῳ περιεχόμενος, καὶ πρὸς ὅ τιτρέψειε τὴν ὄψιν, πληγαῖς ἀπαντῶν καὶ σι-δήρῳ φερομένῳ καὶ κατὰ προσώπου καὶκατ’ ὀφθαλμῶν, διελαυνόμενος ὥσπερ θη-ρίον ἐνειλεῖτο ταῖς πάντων χερσίν· ἅπα-

300

ντος, ὧν ἁμῶς γέ πως ἀνθρώπινον ἦν τὸμέγεθος, ἕτεροι προστιθέντες ὑπερβολὰςκαὶ διαμιλλώμενοι πρὸς ἀλλήλους, ἐξειρ-γάσαντο καὶ τοῖς πρᾳοτάτοις ἐπαχθῆ τὸνἄνδρα καὶ λυπηρὸν γενέσθαι διὰ τὸν ὄγκονκαὶ τὴν ἀτοπίαν τῶν ψηφιζομένων, οἷςοὐδὲν ἧττον οἴονται συναγωνίσασθαι τῶνκολακευόντων Καίσαρα τοὺς μισοῦντας,ὅπως ὅτι πλείστας κατ’ αὐτοῦ προφάσειςἔχωσι καὶ μετὰ μεγίστων ἐγκλημάτων ἐπι-χειρεῖν δοκῶσιν. ἐπεὶ τά γ’ ἄλλα, τῶν ἐμ-φυλίων αὐτῷ πολέμων πέρας ἐσχηκότων,ἀνέγκλητον <ἑαυτὸν> παρεῖχε· καὶ τό γετῆς Ἐπιεικείας ἱερὸν οὐκ ἀπὸ τρόπου δο-κοῦσι χαριστήριον ἐπὶ τῇ πρᾳότητι ψηφί-σασθαι. καὶ γὰρ ἀφῆκε πολλοὺς τῶν πεπο-λεμηκότων πρὸς αὐτόν, ἐνίοις δὲ καὶ ἀρχὰςκαὶ τιμάς, ὡς Βρούτῳ καὶ Κασσίῳ, προ-σέθηκεν· ἐστρατήγουν γὰρ ἀμφότεροι· καὶτὰς Πομπηΐου καταβεβλημένας εἰκόνας οὐπεριεῖδεν, ἀλλ’ ἀνέστησεν, ἐφ’ ᾧ καὶ Κι-

281

τοῖς πρεσβυτέροις ἀρέσκων διὰ τὸν βίον,εὔτακτον ὄντα καὶ σεμνὸν καὶ αὐτάρκη καὶβεβαιοῦντα τὴν λεγομένην τῆς ἀποδημίαςπρόφασιν, ὅτι τοὺς πολίτας καταγαγεῖνκαὶ κατοικίσαι πάλιν τὴν πατρίδα φιλοτι-μούμενος ἀνέβη πρὸς Ἀλέξανδρον. φθονού-μενος δὲ διὰ τὴν δόξαν, ἔστιν ἃ καὶ καθ’αὑτοῦ τοῖς διαβάλλουσι παρεῖχε, τάς τεκλήσεις τὰ πολλὰ διωθούμενος, ἔν τε τῷσυνεῖναι βαρύτητι καὶ σιωπῇ δοκῶν οὐκἐπαινεῖν οὐδ’ ἀρέσκεσθαι τοῖς γινομένοις,ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπ’ αὐτῷ·μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός.Λέγεται δέ ποτε πολλῶν παρακεκλημένωνἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶτοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένηςοὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν, ὥστ’ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺςστεφάνους ἐπ’ αὐτόν· εἰπεῖν οὖν τὸνἈλέξανδρον ὅτι, κατ’ Εὐριπίδην, τὸν λα-βόντα τῶν λόγων

124

ἀεὶ τὸν Πῶρον ἐπιτηρεῖν τὴν διάβασιν.αὑτὸν μὲν οὖν καθ’ ἡμέραν ἑκάστην ψόφονποιεῖν καὶ θόρυβον ἐν τῷ στρατοπέδῳ πο-λύν, ἐθίζοντα τοὺς βαρβάρους μὴ φοβε-ῖσθαι· νυκτὸς δὲ χειμερίου καὶ ἀσελήνουλαβόντα τῶν πεζῶν μέρος, ἱππεῖς δὲ τοὺςκρατίστους, καὶ προελθόντα πόῤῥω τῶνπολεμίων, διαπερᾶσαι πρὸς νῆσον οὐ με-γάλην. ἐνταῦθα δὲ ῥαγδαίου μὲν ἐκχυ-θέντος ὄμβρου, πρηστήρων δὲ πολλῶν καὶκεραυνῶν εἰς τὸ στρατόπεδον φερομένων,ὅμως ὁρῶν ἀπολλυμένους τινὰς καὶ συμ-φλεγομένους ὑπὸ τῶν κεραυνῶν, ἀπὸ τῆςνησῖδος ἄρας προσφέρεσθαι ταῖς ἀντιπέραςὄχθαις. τραχὺν δὲ τὸν Ὑδάσπην ὑπὸ τοῦχειμῶνος ἐπιόντα καὶ μετέωρον ἔκρηγμαποιῆσαι μέγα, καὶ πολὺ μέρος ἐκείνῃ φέρε-σθαι τοῦ ῥεύματος, αὐτοὺς δὲ δέξασθαι τὸμέσον οὐ βεβαίως, ἅτε δὴ συνολισθάνονκαὶ περιῤῥηγνύμενον. ἐνταῦθα δ’ εἰπεῖν φα-σιν αὐτόν· "ὦ Ἀθηναῖοι, ἆρά γε πιστεύ-

137

κέρων εἶπεν, ὅτι Καῖσαρ τοὺς Πομπηΐουστήσας ἀνδριάντας τοὺς ἰδίους ἔπηξε. τῶνδὲ φίλων ἀξιούντων αὐτὸν δορυφορεῖσθαικαὶ πολλῶν ἐπὶ τοῦτο παρεχόντων ἑαυ-τούς, οὐχ ὑπέμεινεν, εἰπὼν ὡς βέλτιόνἐστιν ἅπαξ ἀποθανεῖν ἢ ἀεὶ προσδοκᾶν.τὴν δ’ εὔνοιαν ὡς κάλλιστον ἅμα καὶ βε-βαιότατον ἑαυτῷ περιβαλλόμενος φυλα-κτήριον, αὖθις ἀνελάμβανε τὸν δῆμονἑστιάσεσι καὶ σιτηρεσίοις, τὸ δὲ στρατιω-τικὸν ἀποικίαις, ὧν ἐπιφανέσταται Καρχη-δὼν καὶ Κόρινθος ἦσαν, αἷς καὶ πρότεροντὴν ἅλωσιν καὶ τότε τὴν ἀνάληψιν ἅμα καὶκατὰ τὸν αὐτὸν χρόνον ἀμφοτέραις γε-νέσθαι συνέτυχε.[58] Τῶν δὲ δυνατῶν τοῖς μὲν ὑπατείας καὶστρατηγίας εἰς τοὐπιὸν ἐπηγγέλλετο, τοὺςδ’ ἄλλαις τισὶν ἐξουσίαις καὶ τιμαῖς παρε-μυθεῖτο, πᾶσι δ’ ἐλπίζειν ἐνεδίδου, μνη-στευόμενος ἄρχειν ἑκόντων· ὡς καὶ Μαξί-μου τοῦ ὑπάτου τελευτήσαντος εἰς τὴν πε-

282

λέγεται Κάσσιος εἰς τὸν ἀνδριάντα τοῦ Πο-μπηΐου πρὸ τῆς ἐγχειρήσεως ἀποβλέπωνἐπικαλεῖσθαι σιωπῇ, καίπερ οὐκ ἀλλότριοςὢν τῶν Ἐπικούρου λόγων· ἀλλ’ ὁ καιρὸςὡς ἔοικεν ἤδη τοῦ δεινοῦ παρεστῶτος ἐν-θουσιασμὸν ἐνεποίει καὶ πάθος ἀντὶ τῶνπροτέρων λογισμῶν. Ἀντώνιον μὲν οὖν, πι-στὸν ὄντα Καίσαρι καὶ ῥωμαλέον, ἔξω πα-ρακατεῖχε Βροῦτος Ἀλβῖνος, ἐμβαλὼν ἐπί-τηδες ὁμιλίαν μῆκος ἔχουσαν· εἰσιόντος δὲΚαίσαρος ἡ βουλὴ μὲν ὑπεξανέστη θερα-πεύουσα, τῶν δὲ περὶ Βροῦτον οἱ μὲνἐξόπισθεν τὸν δίφρον αὐτοῦ περιέστησαν,οἱ δ’ ἀπήντησαν ὡς δὴ Τιλλίῳ Κίμβρῳπερὶ ἀδελφοῦ φυγάδος ἐντυχάνοντι συνδεη-σόμενοι, καὶ συνεδέοντο μέχρι τοῦ δίφρουπαρακολουθοῦντες. ὡς δὲ καθίσας διεκρού-ετο τὰς δεήσεις καὶ προσκειμένων βιαιότε-ρον ἠγανάκτει πρὸς ἕκαστον, ὁ μὲν Τίλλιοςτὴν τήβεννον αὐτοῦ ταῖς χερσὶν ἀμφο-τέραις συλλαβὼν ἀπὸ τοῦ τραχήλου κα-

299

φίλους ἰσχυρῶς ἐλύπησε, τῶν δὲ βαρβάρωνπολλοὺς ἐποίησεν ἡμερωτέρως ἔχειν πρὸςαὐτόν.Ἐπεὶ δὲ τῶν Ἰνδῶν οἱ μαχιμώτατοι μισθο-φοροῦντες ἐπεφοίτων ταῖς πόλεσιν ἐῤῥω-μένως ἀμύνοντες, καὶ πολλὰ τὸν Ἀλέξαν-δρον ἐκακοποίουν, σπεισάμενος ἔν τινιπόλει πρὸς αὐτούς, ἀπιόντας ἐν ὁδῷ λαβὼνἅπαντας ἀπέκτεινε. καὶ τοῦτο τοῖς πολεμι-κοῖς ἔργοις αὐτοῦ, τὰ ἄλλα νομίμως καὶβασιλικῶς πολεμήσαντος, ὥσπερ κηλὶςπρόσεστιν.Οὐκ ἐλάσσονα δὲ τούτων οἱ φιλόσοφοιπράγματα παρέσχον αὐτῷ, τούς τε προστι-θεμένους τῶν βασιλέων κακίζοντες, καὶτοὺς ἐλευθέρους δήμους ἀφιστάντες. διὸκαὶ τούτων πολλοὺς ἐκρέμασε.[60] Τὰ δὲ πρὸς Πῶρον αὐτὸς ἐν ταῖς ἐπι-στολαῖς ὡς ἐπράχθη γέγραφε. φησὶ γάρ, ἐνμέσῳ τῶν στρατοπέδων τοῦ Ὑδάσπου ῥέο-ντος, ἀντιπρῴρους ἱστάντα τοὺς ἐλέφαντας

136

καλὰς ἀφορμὰς οὐ μέγ’ ἔργον εὖ λέγειν·"ἀλλ’ ἔνδειξαι" φάναι "τὴν σαυτοῦ δύναμινἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶβελτίους γένωνται μαθόντες ἃ πλημμελο-ῦσιν". οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλι-νῳδίαν τραπόμενον πολλὰ παῤῥησιάσασθαικατὰ τῶν Μακεδόνων, καὶ τὴν Ἑλληνικὴνστάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένηςπερὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως,εἰπεῖν·ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχετιμῆς·ἐφ’ ᾧ πικρὸν καὶ βαρὺ τοῖς Μακεδόσιν ἐγ-γενέσθαι μῖσος, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν,ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰτῆς δυσμενείας Μακεδόσιν ἀπόδειξινδέδωκε.[54] Ταῦτα μὲν οὖν ὁ Ἕρμιππός φησι τὸνἀναγνώστην τοῦ Καλλισθένους ΣτροῖβονἈριστοτέλει διηγεῖσθαι, τὸν δὲ Καλλι-σθένην συνέντα τὴν ἀλλοτριότητα τοῦ βα-

125

σφόδρα προσελθών, „τοῦτ’“ ἔφη „Καῖσαρἀνάγνωθι μόνος καὶ ταχέως· γέγραπταιγὰρ ὑπὲρ πραγμάτων μεγάλων καὶ σοὶ δια-φερόντων“. δεξάμενος οὖν ὁ Καῖσαρ, ἀνα-γνῶναι μὲν ὑπὸ πλήθους τῶν ἐντυγχα-νόντων ἐκωλύθη, καίπερ ὁρμήσας πολ-λάκις, ἐν δὲ τῇ χειρὶ κατέχων καὶ φυλάτ-των μόνον ἐκεῖνο παρῆλθεν εἰς τὴν σύγκλη-τον. ἔνιοι δέ φασιν ἄλλον ἐπιδοῦναι τὸ βι-βλίον τοῦτο, τὸν δ’ Ἀρτεμίδωρον οὐδ’ὅλως προσελθεῖν, ἀλλ’ ἐκθλιβῆναι παρὰπᾶσαν τὴν ὁδόν.[66] Ἀλλὰ ταῦτα μὲν ἤδη που φέρει καὶ τὸαὐτόματον· ὁ δὲ δεξάμενος τὸν φόνον ἐκε-ῖνον καὶ τὸν ἀγῶνα χῶρος, εἰς ὃν ἡ σύ-γκλητος ἠθροίσθη τότε, Πομπηΐου μὲνεἰκόνα κειμένην ἔχων, Πομπηΐου δ’ ἀνάθη-μα γεγονὼς τῶν προσκεκοσμημένων τῷθεάτρῳ, παντάπασιν ἀπέφαινε δαίμονός τι-νος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴνπρᾶξιν ἔργον γεγονέναι. καὶ γὰρ οὖν καὶ

298

ριοῦσαν ἔτι τῆς ἀρχῆς μίαν ἡμέραν ὕπατονἀποδεῖξαι Κανίνιον Ῥεβίλιον. πρὸς ὃν ὡςἔοικε πολλῶν δεξιώσασθαι καὶ προπέμψαιβαδιζόντων, ὁ Κικέρων· „σπεύδωμεν“ ἔφη,„πρὶν φθάσῃ τῆς ὑπατείας ἐξελθὼν ὁ ἄν-θρωπος“.Ἐπεὶ δὲ τὸ φύσει μεγαλουργὸν αὐτοῦ καὶφιλότιμον αἱ πολλαὶ κατορθώσεις οὐ πρὸςἀπόλαυσιν ἔτρεπον τῶν πεπονημένων, ἀλλ’ὑπέκκαυμα καὶ θάρσος οὖσαι πρὸς τὰ μέλ-λοντα μειζόνων ἐνέτικτον ἐπινοίας πραγ-μάτων καὶ καινῆς ἔρωτα δόξης, ὡς ἀποκε-χρημένῳ τῇ παρούσῃ, τὸ μὲν πάθος οὐδὲνἦν ἕτερον ἢ ζῆλος αὑτοῦ καθάπερ ἄλλουκαὶ φιλονικία τις ὑπὲρ τῶν μελλόντωνπρὸς τὰ πεπραγμένα, παρασκευὴ δὲ καὶγνώμη στρατεύειν μὲν ἐπὶ Πάρθους, κατα-στρεψαμένῳ δὲ τούτους καὶ δι’ Ὑρκανίαςπαρὰ τὴν Κασπίαν θάλασσαν καὶ τὸν Καύ-κασον ἐκπεριελθόντι τὸν Πόντον εἰς τὴνΣκυθικὴν ἐμβαλεῖν, καὶ τὰ περίχωρα Γερ-

283

σιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὑτὸν εἰπε-ῖν·κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸνἀμείνων.οὐ φαύλως οὖν εἰπεῖν ἔοικεν ὁ Ἀριστο-τέλης, ὅτι Καλλισθένης λόγῳ μὲν ἦν δυνα-τὸς καὶ μέγας, νοῦν δ’ οὐκ εἶχεν.Ἀλλὰ τήν γε προσκύνησιν ἰσχυρῶς ἀπω-σάμενος καὶ φιλοσόφως, καὶ μόνος ἐν φα-νερῷ διελθὼν ἃ κρύφα πάντες οἱ βέλτιστοικαὶ πρεσβύτατοι τῶν Μακεδόνων ἠγα-νάκτουν, τοὺς μὲν Ἕλληνας αἰσχύνηςἀπήλλαξε μεγάλης, καὶ μείζονος Ἀλέξαν-δρον, ἀποτρέψας τὴν προσκύνησιν, αὑτὸνδ’ ἀπώλεσεν, ἐκβιάσασθαι δοκῶν μᾶλλον ἢπεῖσαι τὸν βασιλέα. Χάρης δ’ ὁ Μιτυληνα-ῖός φησι τὸν Ἀλέξανδρον ἐν τῷ συμποσίῳπιόντα φιάλην προτεῖναί τινι τῶν φίλων·τὸν δὲ δεξάμενον πρὸς ἑστίαν ἀναστῆναι,καὶ πιόντα προσκυνῆσαι πρῶτον, εἶτα φι-λῆσαι τὸν Ἀλέξανδρον {ἐν τῷ συμποσίῳ}

126

κῆς ἔχειν μοῖραν οὐκ ἀποδέουσαν Αἰγύ-πτου τὸ μέγεθος, εὔβοτον δὲ καὶ καλλίκαρ-πον ἐν τοῖς μάλιστα, σοφὸς δέ τις ἀνὴρεἶναι καὶ τὸν Ἀλέξανδρον ἀσπασάμενος "τίδεῖ πολέμων" φάναι "καὶ μάχης ἡμῖνἈλέξανδρε πρὸς ἀλλήλους, εἰ μήθ’ ὕδωρἀφαιρησόμενος ἡμῶν ἀφῖξαι, μήτε τροφὴνἀναγκαίαν, ὑπὲρ ὧν μόνων ἀνάγκη δια-μάχεσθαι νοῦν ἔχουσιν ἀνθρώποις; τοῖς δ’ἄλλοις χρήμασι καὶ κτήμασι λεγομένοις, εἰμέν εἰμι κρείττων, ἕτοιμος εὖ ποιεῖν, εἰ δ’ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παθών".ἡσθεὶς οὖν ὁ Ἀλέξανδρος καὶ δεξιωσάμενοςαὐτόν, "ἦ που νομίζεις" ἔφη "δίχα μάχηςἔσεσθαι τὴν ἔντευξιν ἡμῖν ἀπὸ τοιούτωνλόγων καὶ φιλοφροσύνης; ἀλλ’ οὐδέν σοιπλέον· ἐγὼ γὰρ ἀγωνιοῦμαι πρὸς σὲ καὶδιαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸςὢν μὴ περιγένῃ". λαβὼν δὲ δῶρα πολλὰκαὶ δοὺς πλείονα, τέλος χίλια τάλαντα νο-μίσματος αὐτῷ προέπιεν· ἐφ’ οἷς τοὺς μὲν

135

μανοῖς καὶ Γερμανίαν αὐτὴν ἐπιδραμόντιδιὰ Κελτῶν ἐπανελθεῖν εἰς Ἰταλίαν, καὶσυνάψαι τὸν κύκλον τοῦτον τῆς ἡγεμονίαςτῷ πανταχόθεν Ὠκεανῷ περιορισθείσης.διὰ μέσου δὲ τῆς στρατείας τόν τε Κορίν-θιον Ἰσθμὸν ἐπεχείρει διασκάπτειν, Ἀνιη-νὸν ἐπὶ τούτῳ προχειρισάμενος, καὶ τὸνΤίβεριν εὐθὺς ἀπὸ τῆς πόλεως ὑπολαβὼνδιώρυχι βαθείᾳ καὶ περικλάσας ἐπὶ τὸ Κιρ-καῖον ἐμβαλεῖν εἰς τὴν πρὸς Ταῤῥακίνῃθάλατταν, ἀσφάλειαν ἅμα καὶ ῥᾳστώνηντοῖς δι’ ἐμπορίας φοιτῶσιν εἰς Ῥώμην μη-χανώμενος· πρὸς δὲ τούτοις τὰ μὲν ἕλη τὰπερὶ Πωμεντῖνον καὶ Σητίαν ἐκτρέψας, πε-δίον ἀποδεῖξαι πολλαῖς ἐνεργὸν ἀνθρώπωνμυριάσι, τῇ δ’ ἔγγιστα τῆς Ῥώμης θαλάσ-σῃ κλεῖθρα διὰ χωμάτων ἐπαγαγών, καὶτὰ τυφλὰ καὶ δύσορμα τῆς Ὠστιανῆςἠϊόνος ἀνακαθηράμενος, λιμένας ἐμποιήσα-σθαι καὶ ναύλοχα πρὸς τοσαύτην ἀξιόπι-στα ναυτιλίαν. καὶ ταῦτα μὲν ἐν παρα-

284

ἀλλ’ εἰ δοκεῖ πάντως, ἔφη, τὴν ἡμέρανἀφοσιώσασθαι, βέλτιον αὐτὸν παρελθόντακαὶ προσαγορεύσαντα τὴν βουλὴν ὑπερ-θέσθαι. ταῦθ’ ἅμα λέγων ὁ Βροῦτος ἦγετῆς χειρὸς λαβόμενος τὸν Καίσαρα. καὶ μι-κρὸν μὲν αὐτῷ προελθόντι τῶν θυρῶνοἰκέτης ἀλλότριος ἐντυχεῖν προθυμούμε-νος, ὡς ἡττᾶτο τοῦ περὶ ἐκεῖνον ὠθισμοῦκαὶ πλήθους, βιασάμενος εἰς τὴν οἰκίαν πα-ρέδωκεν ἑαυτὸν τῇ Καλπουρνίᾳ, φυλάττεινκελεύσας ἄχρι ἂν ἐπανέλθῃ Καῖσαρ, ὡςἔχων μεγάλα πράγματα κατειπεῖν πρὸςαὐτόν.[65] Ἀρτεμίδωρος δὲ Κνίδιος τὸ γένος,Ἑλληνικῶν λόγων σοφιστὴς καὶ διὰ τοῦτογεγονὼς ἐνίοις συνήθης τῶν περὶ Βροῦτον,ὥστε καὶ γνῶναι τὰ πλεῖστα τῶν πραττο-μένων, ἧκε μὲν ἐν βιβλιδίῳ κομίζων ἅπερἔμελλε μηνύειν· ὁρῶν δὲ τὸν Καίσαρα τῶνβιβλιδίων ἕκαστον δεχόμενον καὶ παραδι-δόντα τοῖς περὶ αὐτὸν ὑπηρέταις, ἐγγὺς

297

ὀκνούντων προσάγειν (καὶ γὰρ ποταμὸς ἦνπρὸς αὐτῇ βαθύς), ἐπιστὰς "τί γάρ;" εἶπεν"ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον;" καὶ ἤδηἔχων τὴν ἀσπίδα περᾶν ἠθέλησεν. ἐπεὶ δὲκαταπαύσαντος τὴν μάχην αὐτοῦ παρῆσανἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβειςδεησόμενοι, πρῶτον μὲν ὀφθεὶς ἀθεράπευ-τος ἐν τοῖς ὅπλοις, ἐξέπληξεν αὐτούς· ἔπει-τα προσκεφαλαίου τινὸς αὐτῷ κομι-σθέντος, ἐκέλευσε λαβόντα καθίσαι τὸνπρεσβύτατον· Ἄκουφις ἐκαλεῖτο. θαυ-μάσας οὖν τὴν {λαμ}πρᾳότητα καὶ φιλαν-θρωπίαν ὁ Ἄκουφις ἠρώτα, τί βούλεταιποιοῦντας αὐτοὺς ἔχειν φίλους. φήσαντοςδὲ τοῦ Ἀλεξάνδρου "σὲ μὲν ἄρχοντα κατα-στήσαντας αὑτῶν, πρὸς δ’ ἡμᾶς πέμψα-ντας ἑκατὸν ἄνδρας τοὺς ἀρίστους," γε-λάσας ὁ Ἄκουφις "ἀλλὰ βέλτιον" εἶπεν"ἄρξω βασιλεῦ, τοὺς κακίστους πρὸς σὲπέμψας μᾶλλον ἢ τοὺς ἀρίστους".[59] Ὁ δὲ Ταξίλης λέγεται μὲν τῆς Ἰνδι-

134

καὶ κατακλιθῆναι. πάντων δὲ τοῦτο ποιού-ντων ἐφεξῆς, τὸν Καλλισθένην λαβόντατὴν φιάλην, οὐ προσέχοντος τοῦ βασιλέως,ἀλλ’ Ἡφαιστίωνι προσδιαλεγομένου,πιόντα προσιέναι φιλήσοντα· Δημητρίου δὲτοῦ προσονομαζομένου Φείδωνος εἰπόντος"ὦ βασιλεῦ, μὴ φιλήσῃς· οὗτος γάρ σεμόνος οὐ προσεκύνησε," διακλῖναι τὸ φίλη-μα τὸν Ἀλέξανδρον, τὸν δὲ Καλλισθένηνμέγα φθεγξάμενον εἰπεῖν· "φιλήματι τοίνυνἔλασσον ἔχων ἄπειμι".[55] Τοιαύτης ὑπογινομένης ἀλλοτριότη-τος, πρῶτον μὲν Ἡφαιστίων ἐπιστεύετολέγων, ὅτι συνθέμενος πρὸς αὐτὸν ὁ Καλλι-σθένης προσκυνῆσαι, ψεύσαιτο τὴν ὁμολο-γίαν· ἔπειτα Λυσίμαχοι καὶ Ἅγνωνες ἐπε-φύοντο, φάσκοντες περιϊέναι τὸν σοφιστὴνὡς ἐπὶ καταλύσει τυραννίδος μέγα φρονο-ῦντα, καὶ συντρέχειν πρὸς αὐτὸν τὰ μει-ράκια καὶ περιέπειν, ὡς μόνον ἐλεύθερον ἐντοσαύταις μυριάσι. διὸ καὶ τῶν περὶ Ἑρ-

127

κλησιν Ἀλβῖνος, πιστευόμενος μὲν ὑπὸΚαίσαρος, ὥστε καὶ δεύτερος ὑπ’ αὐτοῦκληρονόμος γεγράφθαι, τοῖς δὲ περὶ Βρο-ῦτον τὸν ἕτερον καὶ Κάσσιον μετέχων τῆςσυνωμοσίας, φοβηθεὶς μὴ τὴν ἡμέραν ἐκεί-νην διακρουσαμένου τοῦ Καίσαρος ἔκπυ-στος ἡ πρᾶξις γένηται, τούς τε μάντειςἐχλεύαζε καὶ καθήπτετο τοῦ Καίσαρος, ὡςαἰτίας καὶ διαβολὰς ἑαυτῷ κτωμένου πρὸςτὴν σύγκλητον, ἐντρυφᾶσθαι δοκοῦσαν·ἥκειν μὲν γὰρ αὐτὴν κελεύσαντος ἐκείνου,καὶ προθύμους εἶναι ψηφίζεσθαι πάντας,ὅπως τῶν ἐκτὸς Ἰταλίας ἐπαρχιῶν βασιλε-ὺς ἀναγορεύοιτο καὶ φοροίη διάδημα τὴνἄλλην ἐπιὼν γῆν <τε> καὶ θάλασσαν· εἰ δὲφράσει τις αὐτοῖς καθεζομένοις νῦν μὲνἀπαλλάττεσθαι, παρεῖναι δ’ αὖθις, ὅτανἐντύχῃ βελτίοσιν ὀνείροις Καλπουρνία, τί-νας ἔσεσθαι λόγους παρὰ τῶν φθονούντων;ἢ τίνα τῶν φίλων ἀνέξεσθαι διδασκόντωνὡς οὐχὶ δουλεία ταῦτα καὶ τυραννίς ἐστιν;

296

σκευαῖς ἦν.[59] Ἡ δὲ τοῦ ἡμερολογίου διάθεσις καὶδιόρθωσις τῆς περὶ τὸν χρόνον ἀνωμαλίας,φιλοσοφηθεῖσα χαριέντως ὑπ’ αὐτοῦ καὶτέλος λαβοῦσα, γλαφυρωτάτην παρέσχεχρείαν. οὐ γὰρ μόνον ἐν τοῖς παλαιοῖς πάνυχρόνοις τεταραγμέναις ἐχρῶντο Ῥωμαῖοιταῖς τῶν μηνῶν πρὸς τὸν ἐνιαυτὸν πε-ριόδοις, ὥστε τὰς θυσίας καὶ τὰς ἑορτὰςὑποφερομένας κατὰ μικρὸν εἰς ἐναντίας ἐκ-πεπτωκέναι τοῖς χρόνοις ὥρας, ἀλλὰ καὶπερὶ τὴν τότ’ οὖσαν ἡλικίαν οἱ μὲν ἄλλοιπαντάπασι τούτων ἀσυλλογίστως εἶχον, οἱδ’ ἱερεῖς μόνοι τὸν καιρὸν εἰδότες ἐξαίφνηςκαὶ προῃσθημένου μηδενὸς τὸν ἐμβόλιμονπροσέγραφον μῆνα, Μερκηδόνιον ὀνομάζο-ντες· ὃν Νομᾶς ὁ βασιλεὺς πρῶτος ἐμβα-λεῖν λέγεται, μικρὰν καὶ διατείνουσαν οὐπόῤῥω βοήθειαν ἐξευρὼν τῆς περὶ τὰς ἀπο-καταστάσεις πλημμελείας, ὡς ἐν τοῖς περὶἐκείνου γέγραπται. Καῖσαρ δὲ τοῖς ἀρί-

285

μόλαον ἐπιβουλευσάντων τῷ Ἀλεξάνδρῳκαὶ φανερῶν γενομένων, ἔδοξαν ἀληθέσινὅμοια κατηγορεῖν οἱ διαβάλλοντες, ὡς τῷμὲν προβαλόντι, πῶς ἂν ἐνδοξότατοςγένοιτ’ ἄνθρωπος, εἶπεν "ἂν ἀποκτείνῃ τὸνἐνδοξότατον," τὸν δ’ Ἑρμόλαον ἐπὶ τὴνπρᾶξιν παροξύνων ἐκέλευε μὴ δεδιέναι τὴνχρυσῆν κλίνην, ἀλλὰ μνημονεύειν ὅτι καὶνοσοῦντι καὶ τιτρωσκομένῳ πρόσεισιν ἀν-θρώπῳ. καίτοι τῶν περὶ Ἑρμόλαον οὐδεὶςοὐδὲ διὰ τῆς ἐσχάτης ἀνάγκης τοῦ Καλλι-σθένους κατεῖπεν. ἀλλὰ καὶ Ἀλέξανδροςαὐτὸς εὐθὺς Κρατερῷ γράφων καὶ Ἀττάλῳκαὶ Ἀλκέτᾳ φησὶ τοὺς παῖδας βασανιζο-μένους ὁμολογεῖν, ὡς αὐτοὶ ταῦταπράξειαν, ἄλλος δ’ οὐδεὶς συνειδείη. ὕστε-ρον δὲ γράφων πρὸς Ἀντίπατρον καὶ τὸνΚαλλισθένην συνεπαιτιασάμενος, "οἱ μὲνπαῖδες" φησὶν "ὑπὸ τῶν Μακεδόνων κατε-λεύσθησαν, τὸν δὲ σοφιστὴν ἐγὼ κολάσωκαὶ τοὺς ἐκπέμψαντας αὐτὸν καὶ τοὺς ὑπο-

128

περιέχοντος ἀπειργάσαντο τῆς στρατιᾶς.αὐτὸς δὲ τόλμῃ τὴν τύχην ὑπερβαλέσθαικαὶ τὴν δύναμιν ἀρετῇ φιλοτιμούμενος,οὐδὲν ᾤετο τοῖς θαῤῥοῦσιν ἀνάλωτον οὐδ’ὀχυρὸν εἶναι τοῖς ἀτόλμοις. λέγεται δὲ τὴνΣισιμίθρου πολιορκῶν πέτραν, ἀπότομονοὖσαν καὶ ἀπρόσβατον, ἀθυμούντων τῶνστρατιωτῶν, ἐρωτῆσαι τὸν Ὀξυάρτην, πο-ῖός τις αὐτὸς εἴη τὴν ψυχὴν ὁ Σισιμίθρης.φήσαντος δὲ τοῦ Ὀξυάρτου δειλότατον ἀν-θρώπων, "λέγεις σύ γε" φάναι "τὴν πέτρανἁλώσιμον ἡμῖν εἶναι· τὸ γὰρ ἄρχον αὐτῆςοὐκ ὀχυρόν ἐστι". ταύτην μὲν οὖν ἐκφοβή-σας τὸν Σισιμίθρην ἔλαβεν. ἑτέρᾳ δ’ ὁμοί-ως ἀποτόμῳ προσβαλὼν ἔχων τοὺς νεω-τέρους τῶν Μακεδόνων, Ἀλέξανδρόν τινακαλούμενον προσαγορεύσας, "ἀλλὰ σοί γ’ "εἶπεν "ἀνδραγαθεῖν προσήκει καὶ διὰ τὴνἐπωνυμίαν". ἐπεὶ δὲ λαμπρῶς ὁ νεανίαςἀγωνιζόμενος ἔπεσεν, οὐ μετρίως ἐδήχθη.τῇ δὲ καλουμένῃ Νύσῃ τῶν Μακεδόνων

133

στοις τῶν φιλοσόφων καὶ μαθηματικῶν τὸπρόβλημα προθείς, ἐκ τῶν ὑποκειμένωνἤδη μεθόδων ἔμειξεν ἰδίαν τινὰ καὶ διηκρι-βωμένην μᾶλλον ἐπανόρθωσιν, ᾗ χρώμενοιμέχρι νῦν Ῥωμαῖοι δοκοῦσιν ἧττον ἑτέρωνσφάλλεσθαι περὶ τὴν ἀνωμαλίαν. οὐ μὴνἀλλὰ καὶ τοῦτο τοῖς βασκαίνουσι καὶ βαρυ-νομένοις τὴν δύναμιν αἰτίας παρεῖχε· Κι-κέρων γοῦν ὁ ῥήτωρ ὡς ἔοικε, φήσαντόςτινος αὔριον ἐπιτελεῖν Λύραν, „ναὶ“ εἶπεν,„ἐκ διατάγματος“, ὡς καὶ τοῦτο πρὸςἀνάγκην τῶν ἀνθρώπων δεχομένων.[60] Τὸ δ’ ἐμφανὲς μάλιστα μῖσος καὶ θα-νατηφόρον ἐπ’ αὐτὸν ὁ τῆς βασιλείας ἔρωςἐξειργάσατο, τοῖς μὲν πολλοῖς αἰτίαπρώτη, τοῖς δ’ ὑπούλοις πάλαι πρόφασιςεὐπρεπεστάτη γενομένη. καίτοι καὶ λόγοντινὰ κατέσπειραν εἰς τὸν δῆμον οἱ ταύτηνΚαίσαρι τὴν τιμὴν προξενοῦντες, ὡς ἐκγραμμάτων Σιβυλλείων ἁλώσιμα τὰ Πάρ-θων φαίνοιτο Ῥωμαίοις σὺν βασιλεῖ στρα-

286

ταῖς ἀγκάλαις ἔχουσα κατεσφαγμένον· οἱδ’ οὔ φασι τῇ γυναικὶ ταύτην γενέσθαι τὴνὄψιν, ἀλλ’, ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳπροσκείμενον οἷον ἐπὶ κόσμῳ καὶ σεμνότη-τι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον,ὡς Λίβιος ἱστορεῖ, τοῦτ’ ὄναρ ἡ Καλπουρ-νία θεασαμένη καταῤῥηγνύμενον ἔδοξεποτνιᾶσθαι καὶ δακρύειν. ἡμέρας δ’ οὖν γε-νομένης ἐδεῖτο τοῦ Καίσαρος, εἰ μὲν οἷόντε, μὴ προελθεῖν, ἀλλ’ ἀναβαλέσθαι τὴνσύγκλητον· εἰ δὲ τῶν ἐκείνης ὀνείρωνἐλάχιστα φροντίζει, σκέψασθαι διὰ μαντι-κῆς ἄλλης καὶ ἱερῶν περὶ τοῦ μέλλοντος.εἶχε δέ τις ὡς ἔοικε κἀκεῖνον ὑποψία καὶφόβος· οὐδένα γὰρ γυναικισμὸν ἐν δεισι-δαιμονίᾳ πρότερον κατεγνώκει τῆς Καλ-πουρνίας, τότε δ’ ἑώρα περιπαθοῦσαν.Ὡς δὲ καὶ πολλὰ καταθύσαντες οἱ μάντειςἔφρασαν αὐτῷ δυσιερεῖν, ἔγνω πέμψαςἈντώνιον ἀφεῖναι τὴν σύγκλητον.[64] Ἐν δὲ τούτῳ Δέκιμος Βροῦτος ἐπί-

295

κάλυψε πηγὴν ὑγροῦ λιπαροῦ καὶ πιμε-λώδους· ἀπαντλουμένου δὲ τοῦ πρώτου,καθαρὸν ἀνέβλυζεν ἤδη καὶ διαυγές{ἔλαιον}, οὔτ’ ὀσμῇ δοκοῦν ἐλαίου δια-φέρειν οὔτε γεύσει, στιλπνότητά τε καὶ λι-παρότητα παντάπασιν ἀπαράλλακτον, καὶταῦτα τῆς χώρας μηδ’ ἐλαίας φερούσης.λέγεται μὲν οὖν καὶ τὸν Ὦξον αὐτὸν εἶναιμαλακώτατον ὕδωρ, ὥστε τὸ δέρμα τοῖςλουομένοις ἐπιλιπαίνειν. οὐ μὴν ἀλλὰ καὶθαυμαστῶς Ἀλέξανδρος ἡσθεὶς δῆλός ἐστινἐξ ὧν γράφει πρὸς Ἀντίπατρον, ἐν τοῖς με-γίστοις τοῦτο τῶν ἀπὸ τοῦ θεοῦ γεγονότωναὐτῷ τιθέμενος. οἱ δὲ μάντεις ἐνδόξου μὲνστρατείας, ἐπιπόνου δὲ καὶ χαλεπῆς τὸ ση-μεῖον ἐποιοῦντο· πόνων γὰρ ἀρωγὴν ἔλαιονἀνθρώποις ὑπὸ θεοῦ δεδόσθαι.[58] Πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷκίνδυνοι συνέπεσον, καὶ τραύμασι νεανικο-ῖς ἀπήντησε, τὴν δὲ πλείστην φθορὰν ἀπο-ρίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ

132

δεχομένους ταῖς πόλεσι τοὺς ἐμοὶ ἐπιβου-λεύοντας," ἄντικρυς ἔν γε τούτοις ἀποκα-λυπτόμενος πρὸς Ἀριστοτέλην· καὶ γὰρἐτέθραπτο Καλλισθένης παρ’ αὐτῷ διὰ τὴνσυγγένειαν, ἐξ Ἡροῦς γεγονώς, ἀνεψιᾶςἈριστοτέλους. ἀποθανεῖν δ’ αὐτὸν οἱ μὲνὑπ’ Ἀλεξάνδρου κρεμασθέντα λέγουσιν, οἱδ’ ἐν πέδαις δεδεμένον καὶ νοσήσαντα,Χάρης δὲ μετὰ τὴν σύλληψιν ἑπτὰ μῆναςφυλάττεσθαι δεδεμένον, ὡς ἐν τῷ συνεδρίῳκριθείη παρόντος Ἀριστοτέλους· ἐν αἷς δ’ἡμέραις Ἀλέξανδρος {ἐν Μαλλοῖς Ὀξυ-δράκαις} ἐτρώθη περὶ τὴν Ἰνδίαν, ἀποθανε-ῖν ὑπέρπαχυν γενόμενον καὶ φθειριάσαντα.[56] Ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη. Δη-μάρατος δ’ ὁ Κορίνθιος ἤδη πρεσβύτεροςὢν ἐφιλοτιμήθη πρὸς Ἀλέξανδρον ἀνα-βῆναι· καὶ θεασάμενος αὐτὸν εἶπε μεγάληςἡδονῆς ἐστερῆσθαι τοὺς Ἕλληνας, ὅσοι τε-θνήκασι πρὶν ἰδεῖν Ἀλέξανδρον ἐν τῷ Δα-ρείου θρόνῳ καθήμενον. οὐ μὴν ἐπὶ πλέον

129

Εἰδοὺς Ῥωμαῖοι καλοῦσι προείποι μέγανφυλάττεσθαι κίνδυνον, ἐλθούσης δὲ τῆςἡμέρας προϊὼν ὁ Καῖσαρ εἰς τὴν σύγκλη-τον ἀσπασάμενος προσπαίξειε τῷ μάντειφάμενος· „αἱ μὲν δὴ Μάρτιαι Εἰδοὶ πάρει-σιν“, ὁ δ’ ἡσυχῇ πρὸς αὐτὸν εἴποι· „ναί,πάρεισιν, ἀλλ’ οὐ παρεληλύθασι“. πρὸ μιᾶςδ’ ἡμέρας Μάρκου Λεπίδου δειπνίζοντοςαὐτόν, ἔτυχε μὲν ἐπιστολαῖς ὑπογράφωνὥσπερ εἰώθει κατακείμενος· ἐμπεσόντοςδὲ λόγου, ποῖος ἄρα τῶν θανάτων ἄριστος,ἅπαντας φθάσας ἐξεβόησεν· „ὁ ἀπροσ-δόκητος“. μετὰ ταῦτα κοιμώμενος ὥσπερεἰώθει παρὰ τῇ γυναικί, πασῶν ἅμα τῶνθυρῶν τοῦ δωματίου καὶ τῶν θυρίδων ἀνα-πεταννυμένων, διαταραχθεὶς ἅμα τῷ κτύ-πῳ καὶ τῷ φωτὶ καταλαμπούσης τῆς σελή-νης, ᾔσθετο τὴν Καλπουρνίαν βαθέως μὲνκαθεύδουσαν, ἀσαφεῖς δὲ φωνὰς καὶ στε-ναγμοὺς ἀνάρθρους ἀναπέμπουσαν ἐκ τῶνὕπνων· ἐδόκει δ’ ἄρα κλαίειν ἐκεῖνον ἐπὶ

294

τευομένοις ἐπ’ αὐτούς, ἄλλως ἀνέφικτ’ὄντα· καὶ καταβαίνοντος ἐξ Ἄλβης Καίσα-ρος εἰς τὴν πόλιν, ἐτόλμησαν αὐτὸνἀσπάσασθαι βασιλέα· τοῦ δὲ δήμου διατα-ραχθέντος, ἀχθεσθεὶς ἐκεῖνος οὐκ ἔφη βα-σιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι, καὶ γενο-μένης πρὸς τοῦτο πάντων σιωπῆς, οὐ πάνυφαιδρὸς οὐδ’ εὐμενὴς παρῆλθεν. ἐν δὲ συ-γκλήτῳ τιμάς τινας ὑπερφυεῖς αὐτῷ ψηφι-σαμένων, ἔτυχε μὲν ὑπὲρ τῶν ἐμβόλων κα-θεζόμενος, προσιόντων δὲ τῶν ὑπάτων καὶτῶν στρατηγῶν, ἅμα δὲ καὶ τῆς βουλῆςἁπάσης ἑπομένης, οὐχ ὑπεξαναστάς, ἀλλ’ὥσπερ ἰδιώταις τισὶ χρηματίζων ἀπεκρίνα-το συστολῆς μᾶλλον ἢ προσθέσεως τὰς τι-μὰς δεῖσθαι. καὶ τοῦτ’ οὐ μόνον ἠνίασε τὴνβουλήν, ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βου-λῇ τῆς πόλεως προπηλακιζομένης, καὶμετὰ δεινῆς κατηφείας ἀπῆλθον εὐθὺς οἷςἐξῆν μὴ παραμένειν, ὥστε κἀκεῖνον ἐννοή-σαντα παραχρῆμα μὲν οἴκαδε τραπέσθαι

287

γε τῆς πρὸς αὑτὸν εὐνοίας τοῦ βασιλέωςἀπέλαυσεν, ἀλλ’ ἐξ ἀῤῥωστίας ἀποθανὼνἐκηδεύθη μεγαλοπρεπῶς, καὶ τάφον ἔχω-σεν ὁ στρατὸς ἐπ’ αὐτῷ τῇ περιμέτρῳμέγαν, ὕψος δὲ πηχῶν ὀγδοήκοντα· τὰ δὲλείψανα τέθριππον κεκοσμημένον λαμπρῶςἐπὶ θάλασσαν κατεκόμισε.[57] Μέλλων δ’ ὑπερβάλλειν εἰς τὴν Ἰνδι-κὴν ὡς ἑώρα πλήθει λαφύρων τὴν στρατιὰνἤδη βαρεῖαν καὶ δυσκίνητον οὖσαν, ἅμ’ἡμέρᾳ συνεσκευασμένων τῶν ἁμαξῶνπρώτας μὲν ὑπέπρησε τὰς αὑτοῦ καὶ τὰςτῶν ἑταίρων, μετὰ δὲ ταύτας ἐκέλευσε καὶταῖς τῶν Μακεδόνων ἐνεῖναι πῦρ. καὶ τοῦπράγματος τὸ βούλευμα μεῖζον ἐφάνη καὶδεινότερον ἢ τὸ ἔργον· ὀλίγους μὲν γὰρἠνίασεν, οἱ δὲ πλεῖστοι βοῇ καὶ ἀλαλαγμῷμετ’ ἐνθουσιασμοῦ, τὰ μὲν ἀναγκαῖα τοῖςδεομένοις μεταδιδόντες, τὰ δὲ περιόντατῆς χρείας αὐτοὶ κατακαίοντες καὶ δια-φθείροντες, ὁρμῆς καὶ προθυμίας ἐνεπί-

130

μπλασαν τὸν Ἀλέξανδρον. ἤδη δὲ καὶ φο-βερὸς ἦν καὶ ἀπαραίτητος κολαστὴς τῶνπλημμελούντων· καὶ γὰρ Μένανδρόν τινατῶν ἑταίρων ἄρχοντα φρουρίου καταστή-σας, ὡς οὐκ ἐβούλετο μένειν, ἀπέκτεινε,καὶ τῶν ἀποστάντων βαρβάρων Ὀρσο-δάτην αὐτὸς κατετόξευσε. προβάτου δὲ τε-κόντος ἄρνα περὶ τῇ κεφαλῇ σχῆμα καὶχρῶμα τιάρας ἔχοντα καὶ διδύμους ἑκα-τέρωθεν αὐτῆς, βδελυχθεὶς τὸ σημεῖον ἐκα-θάρθη μὲν ὑπὸ τῶν Βαβυλωνίων, οὓς ἐξἔθους ἐπήγετο πρὸς τὰ τοιαῦτα, διελέχθηδὲ πρὸς τοὺς φίλους, ὡς οὐ δι’ αὑτόν, ἀλλὰδι’ ἐκείνους ταράττοιτο, μὴ τὸ κράτος εἰςἀγεννῆ καὶ ἄναλκιν ἄνθρωπον ἐκλιπόντοςαὐτοῦ περιστήσῃ τὸ δαιμόνιον. οὐ μὴνἀλλὰ βέλτιόν τι σημεῖον γενόμενον τὴνἀθυμίαν ἔλυσεν. ὁ γὰρ ἐπὶ τῶν στρωματο-φυλάκων τεταγμένος ἀνὴρ Μακεδὼν ὄνο-μα Πρόξενος, τῇ βασιλικῇ σκηνῇ χώρανὀρύττων παρὰ τὸν Ὦξον ποταμόν, ἀνε-

131

καὶ βοᾶν πρὸς τοὺς φίλους ἀπαγαγόντατοῦ τραχήλου τὸ ἱμάτιον, ὡς ἕτοιμος εἴητῷ βουλομένῳ τὴν σφαγὴν παρέχειν, ὕστε-ρον δὲ προφασίζεσθαι τὴν νόσον· οὐ γὰρἐθέλειν τὴν αἴσθησιν ἀτρεμεῖν τῶν οὕτωςἐχόντων, ὅταν ἱστάμενοι διαλέγωνται πρὸςὄχλον, ἀλλὰ σειομένην ταχὺ καὶ περιφερο-μένην ἰλίγγους ἐπισπᾶσθαι καὶ καταλαμ-βάνεσθαι. τότε δ’ οὐκ εἶχεν οὕτως, ἀλλὰκαὶ πάνυ βουλόμενον αὐτὸν ὑπεξαναστῆναιτῇ βουλῇ λέγουσιν ὑπό του τῶν φίλων,μᾶλλον δὲ κολάκων, Κορνηλίου Βάλβου,κατασχεθῆναι φήσαντος· „οὐ μεμνήσῃ Κα-ῖσαρ ὤν, οὐδ’ ἀξιώσεις ὡς κρείττονα θερα-πεύεσθαι σεαυτόν;“[61] Ἐπιγίνεται τούτοις τοῖς προσκρού-σμασιν ὁ τῶν δημάρχων προπηλακισμός.ἦν μὲν γὰρ ἡ τῶν Λουπερκαλίων ἑορτή,περὶ ἧς πολλοὶ γράφουσιν ὡς ποιμένων τὸπαλαιὸν εἴη, καί τι καὶ προσήκει τοῖς Ἀρ-καδικοῖς Λυκαίοις. τῶν δ’ εὐγενῶν νεανί-

288

λεπτοὺς ἐκείνους“, Κάσσιον λέγων καὶΒροῦτον.[63] Ἀλλ’ ἔοικεν οὐχ οὕτως ἀπροσδόκητονὡς ἀφύλακτον εἶναι τὸ πεπρωμένον, ἐπεὶκαὶ σημεῖα θαυμαστὰ καὶ φάσματα φα-νῆναι λέγουσι. σέλα μὲν οὖν οὐράνια καὶκτύπους νύκτωρ πολλαχοῦ διαφερομένουςκαὶ καταίροντας εἰς ἀγορὰν <ἀν>ημέρουςὄρνιθας οὐκ ἄξιον ἴσως ἐπὶ πάθει τηλικού-τῳ μνημονεῦσαι· Στράβων δ’ ὁ φιλόσοφοςἱστορεῖ πολλοῖς μὲν ἀνθρώπους διαπύρουςἐπιφερομένους φανῆναι, στρατιώτου δ’ ἀν-δρὸς οἰκέτην ἐκ τῆς χειρὸς ἐκβαλεῖν πολ-λὴν φλόγα καὶ δοκεῖν καίεσθαι τοῖςὁρῶσιν, ὡς δ’ ἐπαύσατο, μηδὲν ἔχειν κα-κὸν τὸν ἄνθρωπον· αὐτῷ δὲ Καίσαρι θύοντιτὴν καρδίαν ἀφανῆ γενέσθαι τοῦ ἱερείου,καὶ δεινὸν εἶναι τὸ τέρας· οὐ γὰρ ἂν φύσειγε συστῆναι ζῷον ἀκάρδιον. ἔστι δὲ καὶ τα-ῦτα πολλῶν ἀκοῦσαι διεξιόντων, ὥς τιςαὐτῷ μάντις ἡμέρᾳ Μαρτίου μηνὸς ἣν

293

δὲ συμφρονήσαντες ἐβάδιζον ἄνοπλοι καὶμονοχίτωνες ἐπὶ τὴν σκηνήν, μετὰ βοῆςκαὶ κλαυθμοῦ παραδιδόντες ἑαυτούς, καὶχρήσασθαι κελεύοντες ὡς κακοῖς καὶ ἀχα-ρίστοις. ὁ δ’ οὐ προσίετο, καίπερ ἤδη μα-λασσόμενος· οἱ δ’ οὐκ ἀπέστησαν, ἀλλ’ἡμέρας δύο καὶ νύκτας οὕτω προσεστῶτεςκαὶ ὀλοφυρόμενοι καὶ κοίρανον ἀνακαλο-ῦντες ἐκαρτέρησαν. τῇ δὲ τρίτῃ προελθὼνκαὶ θεασάμενος οἰκτροὺς καὶ τεταπεινω-μένους, ἐδάκρυε πολὺν χρόνον· εἶτα μεμ-ψάμενος μέτρια καὶ προσαγορεύσας φιλαν-θρώπως, ἀπέλυσε τοὺς ἀχρήστους, δωρη-σάμενος μεγαλοπρεπῶς καὶ γράψας πρὸςἈντίπατρον, ὅπως ἐν πᾶσι τοῖς ἀγῶσι καὶτοῖς θεάτροις προεδρίαν ἔχοντες ἐστεφανω-μένοι καθέζοιντο. τῶν δὲ τεθνηκότων τοὺςπαῖδας ὀρφανοὺς ὄντας ἐμμίσθους ἐποίη-σεν.[72] Ὡς δ’ ἧκεν εἰς Ἐκβάτανα τῆς Μηδίαςκαὶ διῴκησε τὰ κατεπείγοντα, πάλιν ἦν ἐν

160

καὶ πόλιν οἰκίσας ἐπ’ αὐτῷ παρὰ τὸνὙδάσπην Βουκεφαλίαν προσηγόρευσε.λέγεται δὲ καὶ κύνα Περίταν ὄνομα τε-θραμμένον ὑπ’ αὐτοῦ καὶ στεργόμενον ἀπο-βαλών, κτίσαι πόλιν ἐπώνυμον. τοῦτο δὲΣωτίων φησὶ Ποτάμωνος ἀκοῦσαι τοῦ Λε-σβίου.[62] Τοὺς μέντοι Μακεδόνας ὁ πρὸςΠῶρον ἀγὼν ἀμβλυτέρους ἐποίησε, καὶτοῦ πρόσω τῆς Ἰνδικῆς ἔτι προελθεῖνἐπέσχε. μόλις γὰρ ἐκεῖνον ὠσάμενοι, δι-σμυρίοις πεζοῖς καὶ δισχιλίοις ἱππεῦσι πα-ραταξάμενον, ἀντέστησαν ἰσχυρῶς Ἀλε-ξάνδρῳ, βιαζομένῳ καὶ τὸν Γάγγην πε-ρᾶσαι ποταμόν, εὖρος μὲν αὐτοῦ δύο καὶτριάκοντα σταδίων εἶναι πυνθανόμενοι καὶβάθος ὀργυιὰς ἑκατόν, ἀντιπέρας δὲ τὰςὄχθας ἀποκεκρύφθαι πλήθεσιν ὅπλων καὶἵππων καὶ ἐλεφάντων. ἐλέγοντο γὰρ ὀκτὼμὲν μυριάδας ἱπποτῶν, εἴκοσι δὲ πεζῶν,ἅρματα δ’ ὀκτακισχίλια καὶ μαχίμους

141

ταβολῆς ἐφιέμενοι καὶ πρὸς μόνον ἐκεῖνονἢ πρῶτον ἀποβλέποντες, αὐτῷ μὲν οὐκἐτόλμων διαλέγεσθαι, νύκτωρ δὲ κατεπί-μπλασαν γραμμάτων τὸ βῆμα καὶ τὸν δί-φρον, ἐφ’ οὗ στρατηγῶν ἐχρημάτιζεν, ὧνἦν τὰ πολλὰ τοιαῦτα· „καθεύδεις ὦ Βρο-ῦτε“ καὶ „οὐκ εἶ Βροῦτος“. ὑφ’ ὧν ὁ Κάσ-σιος αἰσθόμενος διακινούμενον ἡσυχῇ τὸφιλότιμον αὐτοῦ, μᾶλλον ἢ πρότερονἐνέκειτο καὶ παρώξυνεν, αὐτὸς ἰδίᾳ τι καὶμίσους ἔχων πρὸς τὸν Καίσαρα δι’ αἰτίαςἃς ἐν τοῖς περὶ Βρούτου γεγραμμένοις δε-δηλώκαμεν. εἶχε μέντοι καὶ δι’ ὑποψίας ὁΚαῖσαρ αὐτόν, ὥστε καὶ πρὸς τοὺς φίλουςεἰπεῖν ποτε· „τί φαίνεται βουλόμενος ὑμῖνΚάσσιος; ἐμοὶ μὲν γὰρ οὐ λίαν ἀρέσκει,λίαν ὠχρὸς ὤν“. πάλιν δὲ λέγεται περὶἈντωνίου καὶ Δολοβέλλα διαβολῆς πρὸςαὐτὸν ὡς νεωτερίζοιεν ἐλθούσης, „οὐπάνυ“ φάναι „τούτους δέδοικα τοὺς παχεῖςκαὶ κομήτας, μᾶλλον δὲ τοὺς ὠχροὺς καὶ

292

σκων καὶ ἀρχόντων πολλοὶ διαθέουσιν ἀνὰτὴν πόλιν γυμνοί, σκύτεσι λασίοις τοὺςἐμποδὼν ἐπὶ παιδιᾷ καὶ γέλωτι παίοντες·πολλαὶ δὲ καὶ τῶν ἐν τέλει γυναικῶν ἐπί-τηδες ἀπαντῶσαι παρέχουσιν ὥσπερ ἐν δι-δασκάλου τὼ χεῖρε ταῖς πληγαῖς, πεπει-σμέναι πρὸς εὐτοκίαν κυούσαις, ἀγόνοις δὲπρὸς κύησιν ἀγαθὸν εἶναι. ταῦτα Καῖσαρἐθεᾶτο, καθήμενος ὑπὲρ τῶν ἐμβόλων ἐπὶδίφρου χρυσοῦ, θριαμβικῷ κόσμῳ κεκο-σμημένος. Ἀντώνιος δὲ τῶν θεόντων τὸνἱερὸν δρόμον εἷς ἦν· καὶ γὰρ ὑπάτευεν· ὡςοὖν εἰς τὴν ἀγορὰν ἐνέβαλε καὶ τὸ πλῆθοςαὐτῷ διέστη, φέρων διάδημα στεφάνῳδάφνης περιπεπλεγμένον ὤρεξε τῷ Καίσα-ρι· καὶ γίνεται κρότος οὐ λαμπρός, ἀλλ’ὀλίγος ἐκ παρασκευῆς. ἀπωσαμένου δὲ τοῦΚαίσαρος, ἅπας ὁ δῆμος ἀνεκρότησεν·αὖθις δὲ προσφέροντος, ὀλίγοι, καὶ μὴ δε-ξαμένου, πάλιν ἅπαντες. οὕτω δὲ τῆς πεί-ρας ἐξελεγχομένης, Καῖσαρ μὲν ἀνίσταται,

289

ἐλέφαντας ἑξακισχιλίους ἔχοντες οἱ Γανδα-ριτῶν καὶ Πραισίων βασιλεῖς ὑπομένειν.καὶ κόμπος οὐκ ἦν περὶ ταῦτα. Ἀνδρόκοτ-τος γὰρ ὕστερον οὐ πολλῷ βασιλεύσας Σε-λεύκῳ πεντακοσίους ἐλέφαντας ἐδωρήσα-το, καὶ στρατοῦ μυριάσιν ἑξήκοντα τὴν Ἰν-δικὴν ἐπῆλθεν ἅπασαν καταστρεφόμενος.τὸ μὲν οὖν πρῶτον ὑπὸ δυσθυμίας καὶ ὀρ-γῆς αὑτὸν εἰς τὴν σκηνὴν καθείρξας ἔκει-το, χάριν οὐδεμίαν εἰδὼς τοῖς διαπεπραγ-μένοις, εἰ μὴ περάσειε τὸν Γάγγην, ἀλλ’ἐξομολόγησιν ἥττης τιθέμενος τὴν ἀνα-χώρησιν. ὡς δ’ οἵ τε φίλοι τὰ εἰκότα παρη-γοροῦντες αὐτόν, οἵ τε στρατιῶται κλαυθ-μῷ καὶ βοῇ προσιστάμενοι ταῖς θύραιςἱκέτευον, ἐπικλασθεὶς ἀνεζεύγνυε, πολλὰπρὸς δόξαν ἀπατηλὰ καὶ σοφιστικὰ μηχα-νώμενος. καὶ γὰρ ὅπλα μείζονα καὶ φάτναςἵππων καὶ χαλινοὺς βαρυτέρους κατα-σκευάσας ἀπέλιπέ τε καὶ διέῤῥιψεν. ἱδρύ-σατο δὲ βωμοὺς θεῶν, οὓς μέχρι νῦν οἱ

142

ὡς ἧττον αὐτοῖς τοῦ βασιλέως προσέξο-ντος. διὸ καὶ τοὺς ἀσθενεῖς καὶ πεπηρω-μένους αὐτοῦ καταπέμποντος ἐπὶ θάλατ-ταν, ὕβριν ἔφασαν εἶναι καὶ προπηλακι-σμόν, ἀνθρώποις ἀποχρησάμενον εἰς ἅπα-ντα, νῦν ἀποτίθεσθαι σὺν αἰσχύνῃ καὶπροσρίπτειν ταῖς πατρίσι καὶ τοῖς γονε-ῦσιν, οὐ τοιούτους παραλαβόντα. πάνταςοὖν ἐκέλευον ἀφιέναι καὶ πάντας ἀχρή-στους νομίζειν Μακεδόνας, ἔχοντα τοὺςνέους τούτους πυῤῥιχιστάς, σὺν οἷς ἐπιὼνκατακτήσεται τὴν οἰκουμένην. πρὸς ταῦταχαλεπῶς ὁ Ἀλέξανδρος ἔσχε, καὶ πολλὰμὲν ἐλοιδόρησεν αὐτοὺς πρὸς ὀργήν, ἀπε-λάσας δὲ τὰς φυλακὰς παρέδωκε Πέρσαις,καὶ κατέστησεν ἐκ τούτων δορυφόρους καὶῥαβδοφόρους, ὑφ’ ὧν ὁρῶντες αὐτὸν παρα-πεμπόμενον, αὑτοὺς δ’ ἀπειργομένους καὶπροπηλακιζομένους, ἐταπεινοῦντο, καὶ δι-δόντες λόγον εὕρισκον αὑτοὺς ὀλίγου δεῖνμανέντας ὑπὸ ζηλοτυπίας καὶ ὀργῆς. τέλος

159

τὸν στέφανον εἰς τὸ Καπιτώλιον ἀπενε-χθῆναι κελεύσας. ὤφθησαν δ’ ἀνδριάντεςαὐτοῦ διαδήμασιν ἀναδεδεμένοι βασιλικο-ῖς, καὶ τῶν δημάρχων δύο, Φλάουϊος καὶΜάρυλλος, ἐπελθόντες ἀπέσπασαν, καὶτοὺς ἀσπασαμένους βασιλέα τὸν Καίσαραπρώτους ἐξευρόντες ἀπῆγον εἰς τὸ δεσμω-τήριον. ὁ δὲ δῆμος εἵπετο κροτῶν καὶΒρούτους ἀπεκάλει τοὺς ἄνδρας, ὅτι Βρο-ῦτος ἦν ὁ καταλύσας τὴν τῶν βασιλέωνδιαδοχὴν καὶ τὸ κράτος εἰς βουλὴν καὶδῆμον ἐκ μοναρχίας καταστήσας. ἐπὶ τού-τῳ Καῖσαρ παροξυνθείς, τὴν μὲν ἀρχὴνἀφείλετο τῶν περὶ τὸν Μάρυλλον, ἐν δὲ τῷκατηγορεῖν αὐτῶν ἅμα καὶ τὸν δῆμον ἐφυ-βρίζων, πολλάκις Βρούτους τε καὶ Κυμαί-ους ἀπεκάλει τοὺς ἄνδρας.[62] Οὕτω δὴ τρέπονται πρὸς ΜᾶρκονΒροῦτον οἱ πολλοί, γένος μὲν ἐκεῖθεν εἶναιδοκοῦντα πρὸς πατέρων, καὶ τὸ πρὸς μη-τρὸς δ’ ἀπὸ Σερουιλίων, οἰκίας ἑτέρας ἐπι-

290

φανοῦς, γαμβρὸν δὲ καὶ ἀδελφιδοῦν Κάτω-νος. τοῦτον ἐξ ἑαυτοῦ μὲν ὁρμῆσαι πρὸςκατάλυσιν τῆς μοναρχίας ἤμβλυνον αἱπαρὰ Καίσαρος τιμαὶ καὶ χάριτες. οὐ γὰρμόνον ἐσώθη περὶ Φάρσαλον ἀπὸ τῆς Πο-μπηΐου φυγῆς, οὐδὲ πολλοὺς τῶν ἐπιτηδεί-ων ἔσωσεν ἐξαιτησάμενος, ἀλλὰ καὶ πίστινεἶχε μεγάλην παρ’ αὐτῷ. καὶ στρατηγιῶνμὲν ἐν ταῖς τότε τὴν ἐπιφανεστάτην ἔλα-βεν, ὑπατεύειν δ’ ἔμελλεν εἰς τέταρτονἔτος, ἐρίσαντος Κασσίου προτιμηθείς.λέγεται γὰρ ὁ Καῖσαρ εἰπεῖν, ὡς δικαιότε-ρα μὲν λέγοι Κάσσιος, αὐτὸς μέντοι Βρο-ῦτον οὐκ ἂν παρέλθοι. καί ποτε καὶ διαβαλ-λόντων τινῶν τὸν ἄνδρα, πραττομένης ἤδητῆς συνωμοσίας, οὐ προσέσχεν, ἀλλὰ τοῦσώματος τῇ χειρὶ θιγὼν ἔφη πρὸς τοὺςδιαβάλλοντας· „ἀναμενεῖ τοῦτο τὸ δέρμαΒροῦτος,“ ὡς ἄξιον μὲν ὄντα τῆς ἀρχῆς δι’ἀρετήν, διὰ δὲ τὴν ἀρετὴν οὐκ ἂν ἀχάρι-στον καὶ πονηρὸν γενόμενον. οἱ δὲ τῆς με-

291

ἐφωράθη ψευδόμενος, ὀργισθεὶς ὁ βασιλεὺςἀπήλασε τῆς αὐλῆς αὐτὸν καὶ παρείλετοτὴν ἡγεμονίαν. ἦν δὲ λαμπρὸς ἐν τοῖς πολε-μικοῖς ὁ Ἀντιγένης, καὶ ἔτι {δὲ} νέος ὤν,Φιλίππου πολιορκοῦντος Πέρινθον, ἐμπε-σόντος αὐτῷ καταπελτικοῦ βέλους εἰς τὸνὀφθαλμόν, οὐ παρέσχε βουλομένοις ἐξελεῖντὸ βέλος οὐδ’ ὑφήκατο πρὶν ὤσασθαι προ-σμαχόμενος καὶ κατακλεῖσαι τοὺς πολεμί-ους εἰς τὸ τεῖχος. οὐ μετρίως οὖν τότε τὴνἀτιμίαν ἔφερεν, ἀλλὰ δῆλος ἦν ἑαυτὸν ὑπὸλύπης καὶ βαρυθυμίας διαχρησόμενος, καὶτοῦτο δείσας ὁ βασιλεὺς ἀνῆκε τὴν ὀργὴνκαὶ τὰ χρήματ’ ἔχειν ἐκέλευσεν αὐτόν.[71] Τῶν δὲ παίδων τῶν τρισμυρίων, οὓςἀσκουμένους καὶ μανθάνοντας ἀπέλιπε,τοῖς τε σώμασιν ἀνδρείων φανέντων καὶτοῖς εἴδεσιν εὐπρεπῶν, ἔτι δὲ καὶ ταῖς με-λέταις εὐχέρειαν καὶ κουφότητα θαυμα-στὴν ἐπιδειξαμένων, αὐτὸς μὲν ἥσθη, τοῖςδὲ Μακεδόσι δυσθυμία παρέστη καὶ δέος,

158

Πραισίων βασιλεῖς διαβαίνοντες σέβονταικαὶ θύουσιν Ἑλληνικὰς θυσίας. Ἀνδρόκοτ-τος δὲ μειράκιον ὢν αὐτὸν Ἀλέξανδρονεἶδε, καὶ λέγεται πολλάκις εἰπεῖν ὕστερον,ὡς παρ’ οὐδὲν ἦλθε τὰ πράγματα λαβεῖνἈλέξανδρος, μισουμένου τε καὶ καταφρο-νουμένου τοῦ βασιλέως διὰ μοχθηρίαν καὶδυσγένειαν.[63] Ἐντεῦθεν ὁρμήσας Ἀλέξανδρος τὴνἔξω θάλασσαν ἐπιδεῖν, καὶ πολλὰ πορθμεῖακωπήρη καὶ σχεδίας πηξάμενος, ἐκομίζετοτοῖς ποταμοῖς ὑποφερόμενος σχολαίως. ὁδὲ πλοῦς οὐκ ἀργὸς ἦν οὐδ’ ἀπόλεμος, προ-σβάλλων δὲ ταῖς πόλεσι καὶ ἀποβαίνων,ἐχειροῦτο πάντα. πρὸς δὲ τοῖς καλουμένοιςΜαλλοῖς, οὕς φασιν Ἰνδῶν μαχιμωτάτουςγενέσθαι, μικρὸν ἐδέησε κατακοπῆναι.τοὺς μὲν γὰρ ἀνθρώπους βέλεσιν ἀπὸ τῶντειχῶν ἀπεσκέδασε, πρῶτος δὲ διὰ κλίμα-κος τεθείσης ἀναβὰς ἐπὶ τὸ τεῖχος, ὡς ἥ τεκλίμαξ συνετρίβη καὶ τῶν βαρβάρων ὑφι-

143

ντας γὰρ ἔδει κατάρξασθαι καὶ γεύσασθαιτοῦ φόνου. διὸ καὶ Βροῦτος αὐτῷ πληγὴνἐνέβαλε μίαν εἰς τὸν βουβῶνα. λέγεται δ’ὑπό τινων, ὡς ἄρα πρὸς τοὺς ἄλλους ἀπο-μαχόμενος καὶ διαφέρων δεῦρο κἀκεῖ τὸσῶμα καὶ κεκραγώς, ὅτε Βροῦτον εἶδενἐσπασμένον τὸ ξίφος, ἐφειλκύσατο κατὰτῆς κεφαλῆς τὸ ἱμάτιον καὶ παρῆκεν ἑαυ-τόν, εἴτ’ ἀπὸ τύχης εἴθ’ ὑπὸ τῶν κτει-νόντων ἀπωσθεὶς πρὸς τὴν βάσιν ἐφ’ ἧς ὁΠομπηΐου βέβηκεν ἀνδριάς. καὶ πολὺς κα-θῄμαξεν αὐτὴν ὁ φόνος, ὡς δοκεῖν αὐτὸνἐφεστάναι τῇ τιμωρίᾳ τοῦ πολεμίου Πο-μπήϊον, ὑπὸ πόδας κεκλιμένου καὶ περι-σπαίροντος ὑπὸ πλήθους τραυμάτων. εἴκο-σι γὰρ καὶ τρία λαβεῖν λέγεται, καὶ πολλοὶκατετρώθησαν ὑπ’ ἀλλήλων, εἰς ἓν ἀπερει-δόμενοι σῶμα πληγὰς τοσαύτας.[67] Κατειργασμένου δὲ τοῦ ἀνδρός, ἡ μὲνγερουσία, καίπερ εἰς μέσον Βρούτου<προ>ελθόντος ὥς τι περὶ τῶν πεπραγ-

301

σταμένων παρὰ τὸ τεῖχος ἐλάμβανε πλη-γὰς κάτωθεν, ὀλιγοστὸς ὢν συστρέψαςἑαυτὸν εἰς μέσους ἀφῆκε τοὺς πολεμίους,καὶ κατὰ τύχην ὀρθὸς ἔστη. τιναξαμένουδὲ τοῖς ὅπλοις ἔδοξαν οἱ βάρβαροι σέλας τικαὶ φάσμα πρὸ τοῦ σώματος φέρεσθαι. διὸκαὶ τὸ πρῶτον ἔφυγον καὶ διεσκεδάσθη-σαν· ὡς δ’ εἶδον αὐτὸν μετὰ δυεῖν ὑπασπι-στῶν, ἐπιδραμόντες οἱ μὲν ἐκ χειρὸς ξίφε-σι καὶ δόρασι διὰ τῶν ὅπλων συνετίτρω-σκον ἀμυνόμενον, εἷς δὲ μικρὸν ἀπωτέρωστάς, ἐφῆκεν ἀπὸ τόξου βέλος οὕτως εὔτο-νον καὶ βίαιον, ὥστε τὸν θώρακα διακόψανἐμπαγῆναι τοῖς περὶ τὸν μασθὸν ὀστέοις.πρὸς δὲ τὴν πληγὴν ἐνδόντος αὐτοῦ καὶ τὸσῶμα κάμψαντος, ὁ μὲν βαλὼν ἐπέδραμε,βαρβαρικὴν μάχαιραν σπασάμενος, Πευ-κέστας δὲ καὶ Λιμναῖος προέστησαν· ὧνπληγέντων ἑκατέρων, ὁ μὲν ἀπέθανε, Πευ-κέστας δ’ ἀντεῖχε, τὸν δὲ βάρβαρονἈλέξανδρος ἀπέκτεινεν. αὐτὸς δὲ τραύμα-

144

τρεῖς ἐπέζησε· τῶν δ’ ἄλλων, ὡς Χάρηςφησί, τετταράκοντα καὶ εἷς ἀπέθανονπιόντες, ἰσχυροῦ τῇ μέθῃ κρύους ἐπιγενο-μένου.Τῶν δ’ ἑταίρων γάμον ἐν Σούσοις ἐπιτε-λῶν, καὶ λαμβάνων μὲν αὐτὸς γυναῖκα τὴνΔαρείου θυγατέρα Στάτειραν, διανέμων δὲτὰς ἀρίστας τοῖς ἀρίστοις, κοινὸν δὲ τῶνἤδη προγεγαμηκότων Μακεδόνων γάμον{καλὸν} ἑστιάσας, ἐν ᾧ φασιν, ἐνακισχιλί-ων τῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνονὄντων, ἑκάστῳ χρυσῆν φιάλην πρὸς τὰςσπονδὰς δοθῆναι, τά τ’ ἄλλα θαυμαστῶςἐλαμπρύνατο, καὶ τὰ χρέα τοῖς δανείσασινὑπὲρ τῶν ὀφειλόντων αὐτὸς διαλύσας, τοῦπαντὸς ἀναλώματος ἐλάσσονος μυρίων τα-λάντων ἑκατὸν τριάκοντα ταλάντοις γενο-μένου. ἐπεὶ δ’ Ἀντιγένης ὁ ἑτερόφθαλμοςὡς ὀφείλων ἀπεγράψατο ψευδῶς, καὶ πα-ραγαγών τινα φάσκοντα δεδανεικέναι πρὸςτὴν τράπεζαν ἀπέτεισε τὸ ἀργύριον, εἶτ’

157

μένων ἐροῦντος, οὐκ ἀνασχομένη διὰ θυ-ρῶν ἐξέπιπτε καὶ φεύγουσα κατέπλησε τα-ραχῆς καὶ δέους ἀπόρου τὸν δῆμον, ὥστετοὺς μὲν οἰκίας κλείειν, τοὺς δ’ ἀπολείπειντραπέζας καὶ χρηματιστήρια, δρόμῳ δὲχωρεῖν τοὺς μὲν ἐπὶ τὸν τόπον ὀψομένουςτὸ πάθος, τοὺς δ’ ἐκεῖθεν ἑωρακότας.Ἀντώνιος δὲ καὶ Λέπιδος οἱ μάλιστα φίλοιΚαίσαρος ὑπεκδύντες εἰς οἰκίας ἑτέρας κα-τέφυγον. οἱ δὲ περὶ Βροῦτον, ὥσπερ ἦσανἔτι θερμοὶ τῷ φόνῳ, γυμνὰ τὰ ξίφη δεικνύ-ντες ἅμα πάντες ἀπὸ τοῦ βουλευτηρίου συ-στραφέντες ἐχώρουν εἰς τὸ Καπιτώλιον, οὐφεύγουσιν ἐοικότες, ἀλλὰ μάλα φαιδροὶκαὶ θαῤῥαλέοι, παρακαλοῦντες ἐπὶ τὴνἐλευθερίαν τὸ πλῆθος καὶ προσδεχόμενοιτοὺς ἀρίστους τῶν ἐντυγχανόντων. ἔνιοι δὲκαὶ συνανέβαινον αὐτοῖς καὶ κατεμείγνυ-σαν ἑαυτούς, ὡς μετεσχηκότες τοῦ ἔργου,καὶ προσεποιοῦντο τὴν δόξαν, ὧν ἦν καὶΓάϊος Ὀκτάουϊος καὶ Λέντλος Σπινθήρ.

302

τὸν καὶ τῶν τριχῶν ἀπαρξάμενος, ἀναβαί-νων ἐδεξιοῦτο τοὺς παρόντας τῶν Μακε-δόνων καὶ παρεκάλει τὴν ἡμέραν ἐκείνηνἡδέως γενέσθαι καὶ μεθυσθῆναι μετὰ τοῦβασιλέως, αὐτὸν δ’ ἐκεῖνον ἔφη μετ’ ὀλίγονχρόνον ἐν Βαβυλῶνι ὄψεσθαι. ταῦτα δ’εἰπών, κατακλιθεὶς καὶ συγκαλυψάμενος,οὐκ ἐκινήθη τοῦ πυρὸς πλησιάζοντος, ἀλλ’ἐν ᾧ κατεκλίθη σχήματι, τοῦτο διατηρῶν,ἐκαλλιέρησεν ἑαυτὸν τῷ πατρίῳ νόμῳ τῶνἐκεῖ σοφιστῶν. τοῦτο πολλοῖς ἔτεσιν ὕστε-ρον ἄλλος Ἰνδὸς ἐν Ἀθήναις Καίσαρι συ-νὼν ἐποίησε, καὶ δείκνυται μέχρι νῦν τὸμνημεῖον, Ἰνδοῦ προσαγορευόμενον.[70] Ὁ δ’ Ἀλέξανδρος ἀπὸ τῆς πυρᾶς γε-νόμενος, καὶ συναγαγὼν πολλοὺς τῶν φί-λων καὶ τῶν ἡγεμόνων ἐπὶ δεῖπνον, ἀγῶναπροὔθηκε καὶ στέφανον ἀκρατοποσίας. ὁμὲν οὖν πλεῖστον πιὼν Πρόμαχος ἄχριχοῶν τεσσάρων προῆλθε· καὶ λαβὼν τὸ νι-κητήριον, στέφανον ταλαντιαῖον, ἡμέρας

156

τα πολλὰ λαβών, τέλος δὲ πληγεὶς ὑπέρῳκατὰ τοῦ τραχήλου, προσήρεισε τῷ τείχειτὸ σῶμα, βλέπων πρὸς τοὺς πολεμίους. ἐντούτῳ δὲ τῶν Μακεδόνων περιχυθέντων,ἁρπασθεὶς ἀναίσθητος ἤδη τῶν περὶ αὐτὸνἐπὶ σκηνῆς ἐκομίζετο. καὶ παραυτίκα μὲνὡς τεθνεῶτος ἦν λόγος ἐν τῷ στρατοπέδῳ·χαλεπῶς δὲ καὶ πολυπόνως τὸν ὀϊστὸν ἐκ-πρισάντων ξύλινον ὄντα, καὶ τοῦ θώρακοςοὕτω μόλις ἀπολυθέντος, περὶ τὴν ἐκκοπὴνἐγίνοντο τῆς ἀκίδος, ἐνδεδυκυίας ἑνὶ τῶνὀστέων. λέγεται δὲ τὸ μὲν πλάτος τριῶνδακτύλων εἶναι, τὸ δὲ μῆκος τεσσάρων·διὸ ταῖς λιποθυμίαις ἔγγιστα θανάτου συ-νελαυνόμενος ἐξαιρουμένης αὐτῆς, ὅμωςἀνέλαβε, καὶ διαφυγὼν τὸν κίνδυνον, ἔτι δ’ἀσθενὴς ὢν καὶ πολὺν χρόνον ἐν διαίτῃ καὶθεραπείαις ἔχων αὑτόν, ἔξω θορυβοῦνταςὡς ᾔσθετο ποθοῦντας αὐτὸν ἰδεῖν τοὺς Μα-κεδόνας, λαβὼν ἱμάτιον προῆλθε, καὶ θύ-σας τοῖς θεοῖς αὖθις ἀνήχθη καὶ παρεκομί-

145

310

οὗτοι μὲν οὖν τῆς ἀλαζονείας δίκην ἔδωκανὕστερον, ὑπ’ Ἀντωνίου καὶ τοῦ νέου Καί-σαρος ἀναιρεθέντες, καὶ μηδὲ τῆς δόξης δι’ἣν ἀπέθνῃσκον ἀπολαύσαντες ἀπιστίᾳ τῶνἄλλων. οὐδὲ γὰρ οἱ κολάζοντες αὐτοὺς τῆςπράξεως, ἀλλὰ τῆς βουλήσεως τὴν δίκηνἔλαβον.Μεθ’ ἡμέραν δὲ τῶν περὶ Βροῦτον κατελ-θόντων καὶ ποιησαμένων λόγους, ὁ μὲνδῆμος οὔτε δυσχεραίνων οὔθ’ ὡς ἐπαινῶντὰ πεπραγμένα τοῖς λεγομένοις προσεῖχεν,ἀλλ’ ὑπεδήλου τῇ πολλῇ σιωπῇ Καίσαραμὲν οἰκτίρων, αἰδούμενος δὲ Βροῦτον· ἡ δὲσύγκλητος ἀμνηστίας τινὰς καὶ συμβάσειςπράττουσα πᾶσι, Καίσαρα μὲν ὡς θεὸν τι-μᾶν ἐψηφίσατο καὶ κινεῖν μηδὲ τὸ μικρότα-τον ὧν ἐκεῖνος ἄρχων ἐβούλευσε, τοῖς δὲπερὶ Βροῦτον ἐπαρχίας τε διένειμε καὶ τι-μὰς ἀπέδωκε πρεπούσας, ὥστε πάντας οἴε-σθαι τὰ πράγματα κατάστασιν ἔχειν καὶσύγκρασιν ἀπειληφέναι τὴν ἀρίστην.

303

ζετο, χώραν τε πολλὴν καὶ πόλεις μεγάλαςκαταστρεφόμενος.[64] Τῶν δὲ Γυμνοσοφιστῶν τοὺς μάλιστατὸν Σάββαν ἀναπείσαντας ἀποστῆναι καὶκακὰ πλεῖστα τοῖς Μακεδόσι παρασχόνταςλαβὼν δέκα, δεινοὺς δοκοῦντας εἶναι περὶτὰς ἀποκρίσεις καὶ βραχυλόγους, ἐρωτή-ματα προὔθηκεν αὐτοῖς ἄπορα, φήσας ἀπο-κτενεῖν τὸν μὴ ὀρθῶς ἀποκρινάμενονπρῶτον, εἶτ’ ἐφεξῆς οὕτω τοὺς ἄλλους· ἕναδὲ τὸν πρεσβύτατον ἐκέλευσεν ἐπικρίνειν.ὁ μὲν οὖν πρῶτος ἐρωτηθείς, πότερον οἴε-ται τοὺς ζῶντας εἶναι πλείονας ἢ τοὺς τε-θνηκότας, ἔφη τοὺς ζῶντας· οὐκέτι γὰρεἶναι τοὺς τεθνηκότας. ὁ δὲ δεύτερος, πότε-ρον τὴν γῆν ἢ τὴν θάλατταν μείζονατρέφειν θηρία, τὴν γῆν ἔφη· ταύτης γὰρμέρος εἶναι τὴν θάλατταν. ὁ δὲ τρίτος, πο-ῖόν ἐστι ζῷον πανουργότατον, ὃ μέχρι νῦν,εἶπεν, ἄνθρωπος οὐκ ἔγνωκεν. ὁ δὲ τέταρ-τος ἀνακρινόμενος, τίνι λογισμῷ τὸν Σάβ-

146

ἅπαξ εἰς Πέρσας παραγενέσθαι, διὰ μικρο-λογίαν ἀποξενώσαντα τῆς πατρίδος ἑαυ-τόν.Ἔπειτα τὸν Κύρου τάφον εὑρὼν διορωρυγ-μένον, ἀπέκτεινε τὸν ἀδικήσαντα, καίτοιΠελλαῖος ἦν οὐ τῶν ἀσημοτάτων ὁ πλημ-μελήσας, ὄνομα Πουλαμάχος. τὴν δ’ ἐπι-γραφὴν ἀναγνούς, ἐκέλευσεν Ἑλληνικοῖςὑποχαράξαι γράμμασιν. εἶχε δ’ οὕτως· "ὦἄνθρωπε, ὅστις εἶ καὶ ὁπόθεν ἥκεις, ὅτιμὲν γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρ-σαις κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆςὀλίγης μοι ταύτης γῆς φθονήσῃς ἣ τοὐμὸνσῶμα περικαλύπτει". ταῦτα μὲν οὖν ἐμπα-θῆ σφόδρα τὸν Ἀλέξανδρον ἐποίησεν, ἐν νῷλαβόντα τῶν πραγμάτων τὴν ἀδηλότητακαὶ μεταβολήν.Ὁ δὲ Καλανὸς ἐνταῦθα χρόνον οὐ πολὺνὑπὸ κοιλίας ἐνοχληθείς, ᾐτήσατο πυρὰναὑτῷ γενέσθαι· καὶ κομισθεὶς ἵππῳ πρὸςαὐτήν, ἐπευξάμενος καὶ κατασπείσας ἑαυ-

155

[68] Ἐπεὶ δὲ τῶν διαθηκῶν τῶν Καίσαροςἀνοιχθεισῶν εὑρέθη δεδομένη Ῥωμαίωνἑκάστῳ δόσις ἀξιόλογος, καὶ τὸ σῶμα κο-μιζόμενον δι’ ἀγορᾶς ἐθεάσαντο ταῖς πλη-γαῖς διαλελωβημένον, οὐκέτι κόσμον εἶχενοὐδὲ τάξιν αὐτῶν τὸ πάθος, ἀλλὰ τῷ μὲννεκρῷ περισωρεύσαντες ἐξ ἀγορᾶς βάθρακαὶ κιγκλίδας καὶ τραπέζας, ὑφῆψαν αὐτοῦκαὶ κατέκαυσαν, ἀράμενοι δὲ δαλοὺς δια-πύρους ἔθεον ἐπὶ τὰς οἰκίας τῶν ἀνῃρη-κότων ὡς καταφλέξοντες, ἄλλοι δ’ ἐφοίτωνπανταχόσε τῆς πόλεως, συλλαβεῖν καὶ δια-σπάσασθαι τοὺς ἄνδρας ζητοῦντες. οἷςἐκείνων μὲν οὐδεὶς ἀπήντησεν, ἀλλ’ εὖ πε-φραγμένοι πάντες ἦσαν· Κίννας δέ τις τῶνΚαίσαρος ἑταίρων ἔτυχε μὲν ὥς φασι τῆςπαρῳχημένης νυκτὸς ὄψιν ἑωρακὼς ἄτο-πον· ἐδόκει γὰρ ὑπὸ Καίσαρος ἐπὶ δεῖπνονκαλεῖσθαι, παραιτούμενος δ’ ἄγεσθαι τῆςχειρὸς ὑπ’ αὐτοῦ, μὴ βουλόμενος ἀλλ’ ἀντι-τείνων. ὡς δ’ ἤκουσεν ἐν ἀγορᾷ τὸ σῶμα

304 309

Ἀλέξανδρος βέλτιον ἔφη βεβουλεῦσθαι τὴνμητέρα· Μακεδόνας γὰρ οὐκ ἂν ὑπομεῖναιβασιλευομένους ὑπὸ γυναικός. διὰ ταῦταΝέαρχον μὲν αὖθις ἐπὶ θάλασσαν ἔπεμψεν,ἐμπλῆσαι πολέμων ἅπασαν ἐγνωκὼς τὴνπαραλίαν, αὐτὸς δὲ καταβαίνων ἐκόλαζετοὺς πονηροὺς τῶν στρατηγῶν. τῶν δ’Ἀβουλίτου παίδων ἕνα μὲν Ὀξυάρτηναὐτὸς ἀπέκτεινε σαρίσῃ διελάσας, Ἀβουλί-του δὲ μηδὲν τῶν ἀναγκαίων παρα-σκευάσαντος, ἀλλ’ ἢ τρισχίλαι τάλαντα νο-μίσματος αὐτῷ προσαγαγόντος, ἐκέλευσετοῖς ἵπποις τὸ ἀργύριον παραβαλεῖν. ὡς δ’οὐκ ἐγεύοντο, φήσας "τί οὖν ὄφελος ἡμῖντῆς σῆς παρασκευῆς;" καθεῖρξε τὸν Ἀβου-λίτην.[69] Ἐν δὲ Πέρσαις πρῶτον μὲν ἀπέδωκετὸ νόμισμα ταῖς γυναιξίν, ὥσπερ εἰώθεισανοἱ βασιλεῖς, ὁσάκις εἰς Πέρσας ἀφίκοιντο,διδόναι χρυσοῦν ἑκάστῃ. καὶ διὰ τοῦτό φα-σιν ἐνίους μὴ πολλάκις, Ὦχον δὲ μηδ’

154

βαν ἀπέστησεν, ἀπεκρίνατο, καλῶς ζῆνβουλόμενος αὐτὸν ἢ καλῶς ἀποθανεῖν. ὁ δὲπέμπτος ἐρωτηθείς, πότερον οἴεται τὴνἡμέραν πρότερον ἢ τὴν νύκτα γεγονέναι,τὴν ἡμέραν, εἶπεν, ἡμέρᾳ μιᾷ· καὶ προσε-πεῖπεν οὗτος, θαυμάσαντος τοῦ βασιλέως,ὅτι τῶν ἀπόρων ἐρωτήσεων ἀνάγκη καὶτὰς ἀποκρίσεις ἀπόρους εἶναι. μεταβαλὼνοὖν τὸν ἕκτον ἠρώτα, πῶς ἄν τις φιληθείημάλιστα· ἂν κράτιστος ὤν, ἔφη, μὴ φοβε-ρὸς ᾖ. τῶν δὲ λοιπῶν τριῶν ὁ μὲν ἐρωτη-θείς, πῶς ἄν τις ἐξ ἀνθρώπου γένοιτο θεός,εἴ τι πράξειεν, εἶπεν, ὃ πρᾶξαι δυνατὸν ἀν-θρώπῳ μὴ ἔστιν· ὁ δὲ περὶ ζῳῆς καὶ θα-νάτου, πότερον ἰσχυρότερον, ἀπεκρίνατοτὴν ζῳήν, τοσαῦτα κακὰ φέρουσαν. ὁ δὲτελευταῖος, μέχρι τίνος ἂν ἄνθρωπον κα-λῶς ἔχοι ζῆν, μέχρι οὗ μὴ νομίζει τὸ τε-θνάναι τοῦ ζῆν ἄμεινον. οὕτω δὴ τραπόμε-νος πρὸς τὸν δικαστήν, ἐκέλευσεν ἀποφαί-νεσθαι. τοῦ δ’ ἕτερον ἑτέρου χεῖρον εἰρη-

147

νον, ἀλλ’ ἑστῶτα σιγῇ παρὰ τὴν κλίνην,ἠρώτα ὅςτίς ἐστιν. ἀποκρίνεται δ’ αὐτῷ τὸφάσμα· „ὁ σὸς ὦ Βροῦτε δαίμων κακός·ὄψει δέ με περὶ Φιλίππους“. τότε μὲν οὖνὁ Βροῦτος εὐθαρσῶς „ὄψομαι“ εἶπε, καὶ τὸδαιμόνιον εὐθὺς ἐκποδὼν ἀπῄει. τῷ δ’ἱκνουμένῳ χρόνῳ περὶ τοὺς Φιλίππουςἀντιταχθεὶς Ἀντωνίῳ καὶ Καίσαρι, τῇ μὲνπρώτῃ μάχῃ κρατήσας τὸ καθ’ ἑαυτὸνἐτρέψατο, καὶ διεξήλασε πορθῶν τὸ Καίσα-ρος στρατόπεδον· τὴν δὲ δευτέραν αὐτῷμάχεσθαι μέλλοντι φοιτᾷ τὸ αὐτὸ φάσματῆς νυκτὸς αὖθις, οὐχ ὥστε τι προσειπεῖν,ἀλλὰ συνεὶς ὁ Βροῦτος τὸ πεπρωμένον,ἔῤῥιψε φέρων ἑαυτὸν εἰς τὸν κίνδυνον.Οὐ μὴν ἔπεσεν ἀγωνιζόμενος, ἀλλὰ τῆςτροπῆς γενομένης ἀναφυγὼν πρός τι κρη-μνῶδες, καὶ τῷ ξίφει γυμνῷ προσβαλὼν τὸστέρνον, ἅμα καὶ φίλου τινὸς ὥς φασι συνε-πιῤῥώσαντος τὴν πληγήν, ἀπέθανεν.

308

καίεσθαι τοῦ Καίσαρος, ἀναστὰς ἐβάδιζενἐπὶ τιμῇ, καίπερ ὑφορώμενός τε τὴν ὄψινἅμα καὶ πυρέττων. καί τις ὀφθέντος αὐτοῦτῶν πολλῶν ἔφρασεν ἑτέρῳ τοὔνομα πυν-θανομένῳ, κἀκεῖνος ἄλλῳ, καὶ διὰ πάντωνθροῦς ἦν, ὡς οὗτός ἐστιν ὁ ἀνὴρ τῶνἀνῃρηκότων Καίσαρα· καὶ γὰρ ἦν τιςὁμώνυμος ἐκείνῳ Κίννας ἐν τοῖς συνομοσα-μένοις, ὃν τοῦτον εἶναι προλαβόντες, ὥρ-μησαν εὐθὺς καὶ διέσπασαν ἐν μέσῳ τὸνἄνθρωπον. τοῦτο μάλιστα δείσαντες οἱπερὶ Βροῦτον καὶ Κάσσιον οὐ πολλῶν ἡμε-ρῶν διαγενομένων ἀπεχώρησαν ἐκ τῆςπόλεως. ἃ δὲ καὶ πράξαντες καὶ παθόντεςἐτελεύτησαν, ἐν τοῖς περὶ Βρούτου γέγρα-πται.[69] Θνῄσκει δὲ Καῖσαρ τὰ μὲν πάντα γε-γονὼς ἔτη πεντήκοντα καὶ ἕξ, Πομπηΐῳ δ’ἐπιβιώσας οὐ πολὺ πλέον ἐτῶν τεσσάρων,ἣν δὲ τῷ βίῳ παντὶ δυναστείαν καὶ ἀρχὴνδιὰ κινδύνων τοσούτων διώκων μόλις κα-

305

κέναι φήσαντος, "οὐκοῦν" ἔφη "καὶ σὺπρῶτος ἀποθανῇ τοιαῦτα κρίνων". "οὐκ ἄνγ’" εἶπεν "ὦ βασιλεῦ, εἰ μὴ σὺ ψεύδῃ, φή-σας πρῶτον ἀποκτενεῖν τὸν ἀποκρινάμενονκάκιστα".[65] Τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος·πρὸς δὲ τοὺς ἐν δόξῃ μάλιστα καὶ καθ’αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησί-κριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτόν. ὁδ’ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διο-γένει τῷ κυνικῷ συνεσχολακότων· καίφησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυκαὶ τραχέως κελεύειν ἀποδύντα τὸν χι-τῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων· ἄλλωςδ’ οὐ διαλέξεσθαι πρὸς αὐτὸν, οὐδ’ εἰ παρὰτοῦ Διὸς ἀφῖκται. τὸν δὲ Δάνδαμιν πρᾳότε-ρον εἶναι, καὶ διακούσαντα περὶ Σω-κράτους καὶ Πυθαγόρου καὶ Διογένους,εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δο-κοῦσιν οἱ ἄνδρες, λίαν δὲ τοὺς νόμουςαἰσχυνόμενοι βεβιωκέναι. ἄλλοι δέ φασι

148

[68] Ἐνταῦθα τῶν περὶ Νέαρχον ἀνα-βάντων πρὸς αὐτόν, ἡσθεὶς καὶ διακούσαςτὰ περὶ τὸν πλοῦν ὥρμησεν αὐτὸς πλεύσαςκατὰ τὸν Εὐφράτην στόλῳ μεγάλῳ, εἶταπερὶ τὴν Ἀραβίαν καὶ τὴν Λιβύην παρακο-μισθείς, διὰ στηλῶν Ἡρακλείων ἐμβαλεῖνεἰς τὴν ἐντὸς θάλασσαν, καὶ πλοῖα παντο-δαπὰ περὶ Θάψακον ἐπήγνυτο, καὶ συνήγο-ντο ναῦται καὶ κυβερνῆται πανταχόθεν. ἡδ’ ἄνω στρατεία χαλεπὴ γενομένη, καὶ τὸπερὶ Μαλλοὺς τραῦμα, καὶ ἡ φθορὰ πολλὴλεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτη-ρίας αὐτοῦ τά θ’ ὑπήκοα πρὸς ἀποστάσειςἐπῆρε, καὶ τοῖς στρατηγοῖς καὶ σατράπαιςἀδικίαν πολλὴν καὶ πλεονεξίαν καὶ ὕβρινἐνεποίησε, καὶ ὅλως διέδραμε σάλοςἁπάντων καὶ νεωτερισμός. ὅπου καὶ πρὸςἈντίπατρον Ὀλυμπιὰς καὶ Κλεοπάτραστασιάσασαι, διείλοντο τὴν ἀρχήν, Ὀλυ-μπιὰς μὲν Ἤπειρον, Κλεοπάτρα δὲ Μακε-δονίαν παραλαβοῦσα. καὶ τοῦτ’ ἀκούσας

153

τειργάσατο, ταύτης οὐδὲν ὅτι μὴ τοὔνομαμόνον καὶ τὴν ἐπίφθονον καρπωσάμενοςδόξαν παρὰ τῶν πολιτῶν.Ὁ μέντοι μέγας αὐτοῦ δαίμων, ᾧ παρὰτὸν βίον ἐχρήσατο, καὶ τελευτήσαντος ἐπη-κολούθησε τιμωρὸς τοῦ φόνου, διά τε γῆςπάσης καὶ θαλάττης ἐλαύνων καὶ ἀνιχνεύ-ων ἄχρι τοῦ μηδένα λιπεῖν τῶν ἀπεκτο-νότων, ἀλλὰ καὶ τοὺς καθ’ ὁτιοῦν ἢ χειρὶτοῦ ἔργου θιγόντας ἢ γνώμῃ μετασχόνταςἐπεξελθεῖν. θαυμασιώτατον δὲ τῶν μὲν ἀν-θρωπίνων τὸ περὶ Κάσσιον· ἡττηθεὶς γὰρἐν Φιλίπποις, ἐκείνῳ τῷ ξιφιδίῳ διέφθει-ρεν ἑαυτὸν ᾧ κατὰ Καίσαρος ἐχρήσατο·τῶν δὲ θείων ὅ τε μέγας κομήτης (ἐφάνηγὰρ ἐπὶ νύκτας ἑπτὰ μετὰ τὴν Καίσαροςσφαγὴν διαπρεπής, εἶτ’ ἠφανίσθη), καὶ τὸπερὶ τὸν ἥλιον ἀμαύρωμα τῆς αὐγῆς. ὅλονγὰρ ἐκεῖνον τὸν ἐνιαυτὸν ὠχρὸς μὲν ὁ κύ-κλος καὶ μαρμαρυγὰς οὐκ ἔχων ἀνέτελλεν,ἀδρανὲς δὲ καὶ λεπτὸν ἀπ’ αὐτοῦ κατῄει τὸ

306

θερμόν, ὥστε τὸν μὲν ἀέρα δνοφερὸν καὶβαρὺν ἀσθενείᾳ τῆς διακρινούσης αὐτὸνἀλέας ἐπιφέρεσθαι, τοὺς δὲ καρποὺς ἡμι-πέπτους καὶ ἀτελεῖς ἀπανθῆσαι καὶ παρακ-μάσαι διὰ τὴν ψυχρότητα τοῦ περιέχοντος.Μάλιστα δὲ τὸ Βρούτῳ γενόμενον φάσματὴν Καίσαρος ἐδήλωσε σφαγὴν οὐ γενο-μένην θεοῖς ἀρεστήν· ἦν δὲ τοιόνδε. μέλ-λων τὸν στρατὸν ἐξ Ἀβύδου διαβιβάζεινεἰς τὴν ἑτέραν ἤπειρον, ἀνεπαύετο νυκτὸςὥσπερ εἰώθει κατὰ σκηνήν, οὐ καθεύδων,ἀλλὰ φροντίζων περὶ τοῦ μέλλοντος· λέγε-ται γὰρ οὗτος ἁνὴρ ἥκιστα δὴ τῶν στρατη-γῶν ὑπνώδης γενέσθαι καὶ πλεῖστον ἑαυτῷχρόνον ἐγρηγορότι χρῆσθαι πεφυκώς·ψόφου δέ τινος αἰσθέσθαι περὶ τὴν θύρανἔδοξε, καὶ πρὸς τὸ τοῦ λύχνου φῶς ἤδη κα-ταφερομένου σκεψάμενος, ὄψιν εἶδε φοβε-ρὰν ἀνδρὸς ἐκφύλου τὸ μέγεθος καὶ χαλε-ποῦ τὸ εἶδος. ἐκπλαγεὶς δὲ τὸ πρῶτον, ὡςἑώρα μήτε πράττοντά τι μήτε φθεγγόμε-

307