Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4

42
παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας παῖδες Ἀθηναίων τῷδέ ποτ' ἐν πελάγει ναυμαχίῃ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, σήματα ταῦτ' ἔθεσαν παρθένῳ Ἀρτέμιδι. δείκνυται δὲ τῆς ἀκτῆς τόπος ἐν πολλῇ τῇ πέριξ θινὶ κόνιν τεφρώδη καὶ μέλαιναν ἐκ βάθους ἀναδιδούς, ὥσπερ πυρίκαυστον, ἐν ᾧ τὰ ναυάγια καὶ νεκροὺς καῦσαι δοκοῦσι. [9] τῶν μέντοι περὶ Θερμοπύλας εἰς τὸ Ἀρτεμίσιον ἀπαγγελλόντων πυθόμενοι Λε- ωνίδαν τε κεῖσθαι καὶ κρατεῖν Ξέρξην τῶν κατὰ γῆν παρόδων, εἴσω τῆς Ἑλλάδος ἀνε- κομίζοντο, τῶν Ἀθηναίων ἐπὶ πᾶσι τεταγ- μένων δι' ἀρετὴν καὶ μέγα τοῖς πεπραγ- μένοις φρονούντων. παραπλέων δὲ τὴν χώραν ὁ Θεμιστοκλῆς, ᾗπερ κατάρσεις ἀναγκαίας καὶ καταφυγὰς ἑώρα τοῖς πολε- μίοις, ἐνεχάραττε κατὰ τῶν λίθων ἐπιφανῆ γράμματα, τοὺς μὲν εὑρίσκων ἀπὸ τύχης, 20 ΠΛΟΥΤΑΡΧΟΥ ΠΑΡΑΛΛΗΛΑ Η ΒΙΟΙ ΠΑΡΑΛΛΗΛΟΙ ΘΕΜΙΣΤΟΚΛHΣ ΚΑΙ ΚΑΜΙΛΛΟΣ 1 καὶ πρὸς τὴν καινότητα τῆς ἡδονῆς ἔκφρο- νες γενέσθαι πάντες, ὥστ' ἀράμενοι τὰ ὅπλα καὶ γενεὰς ἀναλαβόντες ἐπὶ τὰς Ἄλ- πεις φέρεσθαι καὶ ζητεῖν ἐκείνην τὴν γῆν ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι, τὴν δ' ἄλλην ἄκαρπον ἡγεῖσθαι καὶ ἀνήμερον. Ὁ δ' εἰσαγαγὼν τὸν οἶνον πρὸς αὐτοὺς καὶ παροξύνας ἐπὶ τὴν Ἰταλίαν μάλιστα καὶ πρῶτος Ἄρρων λέγεται γενέσθαι Τυρρη- νός, ἀνὴρ ἐπιφανὴς καὶ φύσει μὲν οὐ πονη- ρός, συμφορᾷ δὲ τοιαύτῃ χρησάμενος. ἦν ἐπίτροπος παιδὸς ὀρφανοῦ πλούτῳ τε πρώτου τῶν πολιτῶν καὶ θαυμαζομένου κατ' εἶδος, ὄνομα Λουκούμωνος. οὗτος ἐκ νέου παρὰ τῷ Ἄρρωνι δίαιταν εἶχε, καὶ μειράκιον ὢν οὐκ ἀπέλιπε τὴν οἰκίαν, ἀλλὰ προσεποιεῖτο χαίρειν συνὼν ἐκείνῳ, καὶ πολὺν χρόνον ἐλάνθανε διεφθαρκὼς αὐτοῦ τὴν γυναῖκα καὶ διεφθαρμένος ὑπ' ἐκείνης· ἤδη δὲ πόρρω τοῦ πάθους ἀμφοτέρων γε- γονότων καὶ μήτ' ἀφεῖναι τὴν ἐπιθυμίαν 98 Ῥώμην θεοῖς, τὸ δ' ἄγαλμά φασιν ὑπο- φθεγξάμενον εἰπεῖν ὅτι καὶ βούλεται καὶ συγκαταινεῖ. Λίουιος δέ φησιν εὔχεσθαι μὲν τὸν Κάμιλλον ἁπτόμενον τῆς θεοῦ καὶ παρακαλεῖν, ἀποκρίνασθαι δέ τινας τῶν παρόντων ὅτι καὶ βούλεται καὶ συνακολου- θεῖ προθύμως. οἱ δ' ἰσχυριζόμενοι καὶ τῷ παραδόξῳ βοηθοῦντες μεγίστην μὲν ἔχουσι συνήγορον τὴν τύχην τῆς πόλεως, ἣν ἀπὸ μικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ το- σοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχα θεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαις ἑκάστοτε συμπαρόντος ἀμήχανον. οὐ μὴν ἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτο μὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυ- θέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθέντας ἀποστροφάς τε δεικνύντες καὶ καταμύσεις ξοάνων, ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶν πρότερον. πολλὰ δὲ καὶ τῶν καθ' ἡμᾶς ἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν ἄξια θαύματος, ὧν οὐκ ἄν τις εἰκῇ καταφρονή- 83

Transcript of Clasicos de bolsillo : Plutarco - Vidas paralelas 4

παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸχώραςπαῖδες Ἀθηναίων τῷδέ ποτ' ἐν πελάγειναυμαχίῃ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετοΜήδων,σήματα ταῦτ' ἔθεσαν παρθένῳ Ἀρτέμιδι.δείκνυται δὲ τῆς ἀκτῆς τόπος ἐν πολλῇ τῇπέριξ θινὶ κόνιν τεφρώδη καὶ μέλαιναν ἐκβάθους ἀναδιδούς, ὥσπερ πυρίκαυστον, ἐνᾧ τὰ ναυάγια καὶ νεκροὺς καῦσαι δοκοῦσι.[9] τῶν μέντοι περὶ Θερμοπύλας εἰς τὸἈρτεμίσιον ἀπαγγελλόντων πυθόμενοι Λε-ωνίδαν τε κεῖσθαι καὶ κρατεῖν Ξέρξην τῶνκατὰ γῆν παρόδων, εἴσω τῆς Ἑλλάδος ἀνε-κομίζοντο, τῶν Ἀθηναίων ἐπὶ πᾶσι τεταγ-μένων δι' ἀρετὴν καὶ μέγα τοῖς πεπραγ-μένοις φρονούντων. παραπλέων δὲ τὴνχώραν ὁ Θεμιστοκλῆς, ᾗπερ κατάρσειςἀναγκαίας καὶ καταφυγὰς ἑώρα τοῖς πολε-μίοις, ἐνεχάραττε κατὰ τῶν λίθων ἐπιφανῆγράμματα, τοὺς μὲν εὑρίσκων ἀπὸ τύχης,

20

ΠΛΟΥΤΑΡΧΟΥ

ΠΑΡΑΛΛΗΛΑ

Η

ΒΙΟΙ ΠΑΡΑΛΛΗΛΟΙ

ΘΕΜΙΣΤΟΚΛHΣ ΚΑΙ

ΚΑΜΙΛΛΟΣ

1

καὶ πρὸς τὴν καινότητα τῆς ἡδονῆς ἔκφρο-νες γενέσθαι πάντες, ὥστ' ἀράμενοι τὰὅπλα καὶ γενεὰς ἀναλαβόντες ἐπὶ τὰς Ἄλ-πεις φέρεσθαι καὶ ζητεῖν ἐκείνην τὴν γῆν ἣτοιοῦτον καρπὸν ἀναδίδωσι, τὴν δ' ἄλληνἄκαρπον ἡγεῖσθαι καὶ ἀνήμερον.Ὁ δ' εἰσαγαγὼν τὸν οἶνον πρὸς αὐτοὺς καὶπαροξύνας ἐπὶ τὴν Ἰταλίαν μάλιστα καὶπρῶτος Ἄρρων λέγεται γενέσθαι Τυρρη-νός, ἀνὴρ ἐπιφανὴς καὶ φύσει μὲν οὐ πονη-ρός, συμφορᾷ δὲ τοιαύτῃ χρησάμενος. ἦνἐπίτροπος παιδὸς ὀρφανοῦ πλούτῳ τεπρώτου τῶν πολιτῶν καὶ θαυμαζομένουκατ' εἶδος, ὄνομα Λουκούμωνος. οὗτος ἐκνέου παρὰ τῷ Ἄρρωνι δίαιταν εἶχε, καὶμειράκιον ὢν οὐκ ἀπέλιπε τὴν οἰκίαν, ἀλλὰπροσεποιεῖτο χαίρειν συνὼν ἐκείνῳ, καὶπολὺν χρόνον ἐλάνθανε διεφθαρκὼς αὐτοῦτὴν γυναῖκα καὶ διεφθαρμένος ὑπ' ἐκείνης·ἤδη δὲ πόρρω τοῦ πάθους ἀμφοτέρων γε-γονότων καὶ μήτ' ἀφεῖναι τὴν ἐπιθυμίαν

98

Ῥώμην θεοῖς, τὸ δ' ἄγαλμά φασιν ὑπο-φθεγξάμενον εἰπεῖν ὅτι καὶ βούλεται καὶσυγκαταινεῖ. Λίουιος δέ φησιν εὔχεσθαιμὲν τὸν Κάμιλλον ἁπτόμενον τῆς θεοῦ καὶπαρακαλεῖν, ἀποκρίνασθαι δέ τινας τῶνπαρόντων ὅτι καὶ βούλεται καὶ συνακολου-θεῖ προθύμως. οἱ δ' ἰσχυριζόμενοι καὶ τῷπαραδόξῳ βοηθοῦντες μεγίστην μὲν ἔχουσισυνήγορον τὴν τύχην τῆς πόλεως, ἣν ἀπὸμικρᾶς καὶ καταφρονουμένης ἀρχῆς ἐπὶ το-σοῦτον δόξης καὶ δυνάμεως προελθεῖν δίχαθεοῦ πολλαῖς καὶ μεγάλαις ἐπιφανείαιςἑκάστοτε συμπαρόντος ἀμήχανον. οὐ μὴνἀλλὰ καὶ συνάγουσιν ὁμοειδῆ τινα, τοῦτομὲν ἱδρῶτας ἀγαλμάτων πολλάκις ἐκχυ-θέντας, τοῦτο δὲ στεναγμοὺς ἀκουσθένταςἀποστροφάς τε δεικνύντες καὶ καταμύσειςξοάνων, ἃς ἱστορήκασιν οὐκ ὀλίγοι τῶνπρότερον. πολλὰ δὲ καὶ τῶν καθ' ἡμᾶςἀκηκοότες ἀνθρώπων λέγειν ἔχομεν ἄξιαθαύματος, ὧν οὐκ ἄν τις εἰκῇ καταφρονή-

83

2

δεινὸν ἀνδράσιν ἐπισταμένοις εἰς χεῖραςἰέναι καὶ μάχεσθαι τολμῶσιν, ἀλλὰ δεῖ τῶντοιούτων καταφρονοῦντας ἐπ' αὐτὰ τὰσώματα φέρεσθαι καὶ πρὸς ἐκεῖνα διαγωνί-ζεσθαι συμπλακέντας. ὃ δὴ καὶ Πίνδαροςοὐ κακῶς ἔοικε συνιδὼν ἐπὶ τῆς ἐν Ἀρτεμι-σίῳ μάχης εἰπεῖν·ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰνκρηπῖδ' ἐλευθερίας·ἀρχὴ γὰρ ὄντως τοῦ νικᾶν τὸ θαῤῥεῖν. ἔστιδὲ τῆς Εὐβοίας τὸ Ἀρτεμίσιον ὑπὲρ τὴνἙστίαιαν αἰγιαλὸς εἰς βορέαν ἀναπεπτα-μένος, ἀντιτείνει δ' αὐτῷ μάλιστα τῆς ὑπὸΦιλοκτήτῃ γενομένης χώρας Ὀλιζών.ἔχει δὲ ναὸν οὐ μέγαν Ἀρτέμιδος ἐπίκλη-σιν Προσηῴας, καὶ δένδρα περὶ αὐτῷπέφυκε καὶ στῆλαι κύκλῳ λίθου λευκοῦ πε-πήγασιν· ὁ δὲ λίθος τῇ χειρὶ τριβόμενοςκαὶ χρόαν καὶ ὀσμὴν κροκίζουσαν ἀναδίδω-σιν. ἐν μιᾷ δὲ τῶν στηλῶν ἐλεγεῖον ἦν τόδεγεγραμμένον·

19

σειεν. ἀλλὰ τοῖς τοιούτοις καὶ τὸ πιστεύεινσφόδρα καὶ τὸ λίαν ἀπιστεῖν ἐπισφαλέςἐστι διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, ὅρονοὐκ ἔχουσαν οὐδὲ κρατοῦσαν αὑτῆς, ἀλλ'ἐκφερομένην ὅπου μὲν εἰς δεισιδαιμονίανκαὶ τῦφον, ὅπου δ' εἰς ὀλιγωρίαν τῶν θείωνκαὶ περιφρόνησιν· ἡ δ' εὐλάβεια καὶ τὸ μη-δὲν ἄγαν ἄριστον.[7] Ὁ δὲ Κάμιλλος, εἴτε μεγέθει τοῦ ἔρ-γου, πόλιν ἀντίπαλον τῆς Ῥώμης ἔτει δε-κάτῳ τῆς πολιορκίας καθῃρηκώς, εἴθ' ὑπὸτῶν εὐδαιμονιζόντων αὐτὸν εἰς ὄγκονἐξαρθεὶς καὶ φρόνημα νομίμου καὶ πολιτι-κῆς ἀρχῆς ἐπαχθέστερον, τά τ' ἄλλα σοβα-ρῶς ἐθριάμβευσε, καὶ τέθριππον ὑποζευ-ξάμενος λευκόπωλον ἐπέβη καὶ διεξήλασετῆς Ῥώμης, οὐδενὸς τοῦτο ποιήσαντοςἡγεμόνος πρότερον οὐδ' ὕστερον. ἱερὸν γὰρἡγοῦνται τὸ τοιοῦτον ὄχημα, τῷ βασιλεῖκαὶ πατρὶ τῶν θεῶν ἐπιπεφημισμένον. ἔκτε δὴ τούτου διεβλήθη πρὸς τοὺς πολίτας

84

σθαι μὲν οὐδένα, φωνῆς δὲ μείζονος ἢ κατ'ἀνθρωπίνην ἀκοῦσαι τάδε λεγούσης· "ἄγεΜᾶρκε Καιδίκιε, λέγε πρὸς τοὺς ἄρχονταςἕωθεν ἐλθὼν ὀλίγου χρόνου Γαλάτας προσ-δέχεσθαι." ταῦτ' ἀκούσαντες οἱ χιλίαρχοιγέλωτα καὶ παιδιὰν ἐποιοῦντο, καὶ μετ'ὀλίγον συνέβη τὰ περὶ Κάμιλλον.[15] Οἱ δὲ Γαλάται τοῦ Κελτικοῦ γένουςὄντες ὑπὸ πλήθους λέγονται τὴν αὑτῶνἀπολιπόντες, οὐκ οὖσαν αὐτάρκη τρέφεινπάντας, ἐπὶ γῆς ζήτησιν ἑτέρας ὁρμῆσαι·μυριάδες δὲ πολλαὶ γενόμενοι νέων ἀνδρῶνκαὶ μαχίμων, ἔτι δὲ πλείους παίδων καὶγυναικῶν ἄγοντες, οἱ μὲν ἐπὶ τὸν βόρειονὨκεανὸν ὑπερβαλόντες τὰ Ῥιπαῖα ὄρη ῥυ-ῆναι καὶ τὰ ἔσχατα τῆς Εὐρώπης κατασχε-ῖν, οἱ δὲ μεταξὺ Πυρήνης ὄρους καὶ τῶνἌλπεων ἱδρυθέντες ἐγγὺς Σενώνων καὶ Βι-τουρίγων κατοικεῖν χρόνον πολύν· ὀψὲ δ'οἴνου γευσάμενοι τότε πρῶτον ἐξ Ἰταλίαςκομισθέντος, οὕτως ἄρα θαυμάσαι τὸ πόμα

97

ῖν ἔσπευδεν ἀποπλεῦσαι, παρώξυνεν ἔτιμᾶλλον ὁ Θεμιστοκλῆς τοὺς τριηρίτας ἐπ'αὐτόν, ὥστε τὸ δεῖπνον ἁρπάσαι συνδρα-μόντας. τοῦ δ' Ἀρχιτέλους ἀθυμοῦντος ἐπὶτούτῳ καὶ βαρέως φέροντος, εἰσέπεμψεν ὁΘεμιστοκλῆς πρὸς αὐτὸν ἐν κίστῃ δεῖπνονἄρτων καὶ κρεῶν, ὑποθεὶς κάτω τάλαντονἀργυρίου καὶ κελεύσας αὐτόν τε δειπνεῖν ἐντῷ παρόντι καὶ μεθ' ἡμέραν ἐπιμεληθῆναιτῶν τριηριτῶν· εἰ δὲ μή, καταβοήσειναὐτοῦ πρὸς τοὺς παρόντας ὡς ἔχοντος ἀρ-γύριον παρὰ τῶν πολεμίων. ταῦτα μὲν οὖνΦανίας ὁ Λέσβιος εἴρηκεν.[8] αἱ δὲ γενόμεναι τότε πρὸς τὰς τῶν βαρ-βάρων ναῦς περὶ τὰ στενὰ μάχαι κρίσινμὲν εἰς τὰ ὅλα μεγάλην οὐκ ἐποίησαν, τῇδὲ πείρᾳ μέγιστα τοὺς Ἕλληνας ὤνησαν,ὑπὸ τῶν ἔργων παρὰ τοὺς κινδύνους διδα-χθέντας, ὡς οὔτε πλήθη νεῶν οὔτε κόσμοικαὶ λαμπρότητες ἐπισήμων οὔτε κραυγαὶκομπώδεις ἢ βάρβαροι παιᾶνες ἔχουσι τι

18

ΘΕΜΙΣΤΟΚΛHΣ

[1] Θεμιστοκλεῖ δὲ τὰ μὲν ἐκ γένους ἀμαυ-ρότερα πρὸς δόξαν ὑπῆρχε· πατρὸς γὰρ ἦνΝεοκλέους οὐ τῶν ἄγαν ἐπιφανῶν Ἀθήνη-σι, Φρεαῤῥίου τῶν δήμων ἐκ τῆς Λεοντί-δος φυλῆς, νόθος δὲ πρὸς μητρός, ὡςλέγουσιν·Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τε-κέσθαιτὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα.Φανίας μέντοι τὴν μητέρα τοῦ Θεμιστο-κλέους οὐ Θρᾷτταν, ἀλλὰ Καρίνην, οὐδ'Ἀβρότονον ὄνομα, ἀλλ' Εὐτέρπην ἀνα-γράφει. Νεάνθης δὲ καὶ πόλιν αὐτῇ τῆςΚαρίας Ἀλικαρνασσὸν προστίθησι. διὸτικαὶ τῶν νόθων εἰς Κυνόσαργες συντελού-ντων - τοῦτο δ' ἐστὶν ἔξω πυλῶν γυμνάσιον

3

νέσθαι τιμωρίαν αὐτῷ τῆς ἀδικίας οὐχ ἡδε-ῖαν, ἀλλ' ἀνιαράν, ὀνομαστὴν δὲ καὶ περι-βόητον· τοσαύτη περιῆλθε τὴν Ῥώμηννέμεσις, καὶ τοσοῦτον ἄγων φθόρον καὶκίνδυνον ἅμα μετ' αἰσχύνης ἐφάνη καιρὸςἐπὶ τὴν πόλιν, εἴτε τῆς τύχης οὕτω συνελ-θούσης, εἴτε καὶ θεῶν τινος ἔργον ἐστὶ μὴπαραμελεῖν ἀρετῆς ἀχαριστουμένης.[14] Πρῶτον μὲν οὖν ἔδοξε σημεῖον γεγο-νέναι κακοῦ μεγάλου προσιόντος <ἡΓαΐου> Ἰουλίου [μηνὸς ἡ] τοῦ τιμητοῦ τε-λευτή· μάλιστα γὰρ δὴ Ῥωμαῖοι σέβονταικαὶ νομίζουσιν ἱερὰν τὴν τῶν τιμητῶν ἀρ-χήν. δεύτερον δὲ πρὸ τῆς Καμίλλου φυγῆςἀνὴρ οὐκ ἐπιφανὴς μὲν οὐδ' ἐκ τῆς βουλῆς,ἐπιεικὴς δὲ καὶ χρηστὸς εἶναι δοκῶν, Μᾶρ-κος Καιδίκιος, ἀνήνεγκε πρὸς τοὺς χιλιάρ-χους πρᾶγμα φροντίδος ἄξιον. ἔφη γὰρ ἐντῇ παρῳχημένῃ νυκτὶ καθ' ὁδὸν βαδίζωνἣν Καινὴν ὀνομάζουσι, κληθεὶς ὑπό τινοςφθεγξαμένου μεταστραφῆναι, καὶ θεάσα-

96

οὐκ εἰθισμένους ἐντρυφᾶσθαι, καὶ δευτέρανἔλαβεν αἰτίαν ἐνιστάμενος νόμῳ διοικίζο-ντι τὴν πόλιν. εἰσηγοῦντο γὰρ οἱ δήμαρχοιτόν τε δῆμον καὶ τὴν σύγκλητον εἰς μέρηδύο νεμηθῆναι, καὶ τοὺς μὲν αὐτόθι κατοι-κεῖν, τοὺς δὲ κλήρῳ λαχόντας εἰς τὴν αἰχ-μάλωτον μεταστῆναι πόλιν, ὡς εὐπορω-τέρων ἐσομένων καὶ δυσὶ μεγάλοις καὶ κα-λοῖς ἄστεσι τήν τε χώραν ὁμοῦ καὶ τὴν ἄλ-λην εὐδαιμονίαν φυλαξόντων. ὁ μὲν οὖνδῆμος, ἤδη πολὺς γεγονὼς καὶ ἀχρήματος,ἄσμενος ἐδέξατο, καὶ συνεχὴς ἦν τοῖς περὶτὸ βῆμα θορύβοις αἰτῶν τὴν ψῆφον· ἡ δὲβουλὴ καὶ τῶν ἄλλων οἱ κράτιστοι πολι-τῶν, οὐ διαίρεσιν, ἀλλ' ἀναίρεσιν ἡγούμε-νοι τῆς Ῥώμης πολιτεύεσθαι τοὺς δημάρ-χους καὶ δυσανασχετοῦντες, ἐπὶ τὸνΚάμιλλον κατέφυγον. κἀκεῖνος ὀρρωδῶντὸν ἀγῶνα προφάσεις ἐνέβαλλε τῷ δήμῳκαὶ ἀσχολίας, δι' ὧν αἰεὶ τὸν νόμονἐξέκρουεν. ἦν μὲν οὖν διὰ ταῦτα λυπηρός.

85

Ἡρακλέους, ἐπεὶ κἀκεῖνος οὐκ ἦν γνήσιοςἐν θεοῖς, ἀλλ' ἐνείχετο νοθείᾳ διὰ τὴν μη-τέρα θνητὴν οὖσαν - ἔπειθέ τινας ὁ Θεμι-στοκλῆς τῶν εὖ γεγονότων νεανίσκων κα-ταβαίνοντας εἰς τὸ Κυνόσαργες ἀλείφεσθαιμετ' αὐτοῦ. καὶ τούτου γενομένου δοκεῖπανούργως τὸν τῶν νόθων καὶ γνησίωνδιορισμὸν ἀνελεῖν. ὅτι μέντοι τοῦ Λυκομι-δῶν γένους μετεῖχε δῆλός ἐστι· τὸ γὰρΦλυῆσι τελεστήριον, ὅπερ ἦν Λυκομιδῶνκοινόν, ἐμπρησθὲν ὑπὸ τῶν βαρβάρωναὐτὸς ἐπεσκεύασε καὶ γραφαῖς ἐκόσμησεν,ὡς Σιμωνίδης ἱστόρηκεν.[2] ἔτι δὲ παῖς ὢν ὁμολογεῖται φορᾶς με-στὸς εἶναι, καὶ τῇ μὲν φύσει συνετός, τῇ δὲπροαιρέσει μεγαλοπράγμων καὶ πολιτικός.ἐν γὰρ ταῖς ἀνέσεσι καὶ σχολαῖς ἀπὸ τῶνμαθημάτων γινόμενος οὐκ ἔπαιζεν οὐδ'ἐῤῥᾳθύμει, καθάπερ οἱ λοιποὶ παῖδες, ἀλλ'εὑρίσκετο λόγους τινὰς μελετῶν καὶ συ-νταττόμενος πρὸς ἑαυτόν. ἦσαν δ' οἱ λόγοι

4

προαγαγεῖν εἰς δόξαν, ὡς ἀνδρείᾳ μὲν τῶνπολεμίων, εὐγνωμοσύνῃ δὲ τῶν συμμάχωνπεριγενομένους.ἐπεὶ δὲ ταῖς Ἀφεταῖς τοῦ βαρβαρικοῦστόλου προσμίξαντος ἐκπλαγεὶς ὁ Εὐρυ-βιάδης τῶν κατὰ στόμα νεῶν τὸ πλῆθος,ἄλλας δὲ πυνθανόμενος διακοσίας ὑπὲρΣκιάθου περιπλεῖν, ἐβούλετο τὴν ταχίστηνεἴσω τῆς Ἑλλάδος κομισθεὶς ἅψασθαι Πε-λοποννήσου καὶ τὸν πεζὸν στρατὸν ταῖςναυσὶ προσπεριβαλέσθαι, παντάπασινἀπρόσμαχον ἡγούμενος τὴν κατὰ θάλαττανἀλκὴν βασιλέως, δείσαντες οἱ Εὐβοεῖς, μὴσφᾶς οἱ Ἕλληνες πρόωνται, κρύφα τῷ Θε-μιστοκλεῖ διελέγοντο, Πελάγοντα μετὰχρημάτων πολλῶν πέμψαντες. ἃ λαβὼνἐκεῖνος, ὡς Ἡρόδοτος ἱστόρηκε, τοῖς περὶτὸν Εὐρυβιάδην ἔδωκεν. ἐναντιουμένου δ'αὐτῷ μάλιστα τῶν πολιτῶν Ἀρχιτέλους,ὃς ἦν μὲν ἐπὶ τῆς ἱερᾶς νεὼς τριήραρχος,οὐκ ἔχων δὲ χρήματα τοῖς ναύταις χορηγε-

17

ἡ δὲ φανερωτάτη καὶ μεγίστη τῶν ἄλλωνἀπεχθειῶν αὐτῷ πρὸς τὸν δῆμον ἐκ τῆς δε-κάτης τῶν λαφύρων ὑπῆρξεν, οὐκ ἄλογονεἰ καὶ μὴ πάνυ δικαίαν ἀρχὴν τῶν πολλῶνλαβόντων. εὔξατο μὲν γὰρ ὡς ἔοικεν ἐπὶτοὺς Βηίους βαδίζων, εἰ τὴν πόλιν ἕλοι, τῷθεῷ τούτων τὴν δεκάτην καθιερώσειν.ἁλούσης δὲ τῆς πόλεως καὶ διαρπαγείσης,εἴτ' ὀκνήσας ἐνοχλῆσαι τοῖς πολίταις, εἴτελήθη τις αὐτὸν ὑπὸ τῶν παρόντων πραγ-μάτων ἔλαβε τῆς εὐχῆς, περιεῖδεν ὠφελη-θέντας. ὕστερον δὲ χρόνῳ τῆς ἀρχῆς ἐκεί-νης ἤδη πεπαυμένος, ἀνήνεγκε περὶ τού-των πρὸς τὴν σύγκλητον, οἵ τε μάντεις ἤγ-γελλον ἐπὶ τοῖς ἱεροῖς προφαίνεσθαι θεῶνμῆνιν, ἱλασμοῦ καὶ χαριστηρίων δεομένην.[8] Ψηφισαμένης δὲ τῆς βουλῆς τὴν μὲνὠφέλειαν -- χαλεπὸν γὰρ ἦν -- ἀνάδαστονμὴ γενέσθαι, τοὺς δὲ λαβόντας αὐτοὺς σὺνὅρκῳ τὴν δεκάτην ἀναφέρειν εἰς μέσον,ἐγίνετο πολλὰ λυπηρὰ καὶ βίαια περὶ τοὺς

86

νος ἔγνω μεταστῆναι καὶ φυγεῖν ἐκ τῆςπόλεως πρὸς ὀργήν. ἀσπασάμενος οὖν τὴνγυναῖκα καὶ τὸν υἱὸν ἀπὸ τῆς οἰκίας προῄεισιωπῇ μέχρι τῆς πύλης· ἐκεῖ δ' ἐπέστη,καὶ μεταστραφεὶς ὀπίσω καὶ τὰς χεῖραςἀνατείνας πρὸς τὸ Καπιτώλιον ἐπεύξατοτοῖς θεοῖς, εἰ μὴ δικαίως, ἀλλ' ὕβρει δήμουκαὶ φθόνῳ προπηλακιζόμενος ἐκπίπτει,ταχὺ Ῥωμαίους μετανοῆσαι καὶ πᾶσιν ἀν-θρώποις φανεροὺς γενέσθαι δεομένουςαὐτοῦ καὶ ποθοῦντας Κάμιλλον.[13] Ἐκεῖνος μὲν οὖν ὥσπερ ὁ Ἀχιλλεὺςἀρὰς θέμενος ἐπὶ τοὺς πολίτας καὶ μετα-στὰς ὦφλε τὴν δίκην ἐρήμην, τίμημα μυρί-ων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσαν.ὃ γίνεται πρὸς ἀργυρίου λόγον χίλιαι δραχ-μαὶ καὶ πεντακόσιαι· ἀσσαρίων γὰρ ἦν τὸἀργύριον <δέκα>, καὶ τὸ δεκάχαλκονοὕτως ἐκαλεῖτο δηνάριον. οὐδεὶς δ' ἔστιῬωμαίων ὃς οὐ νομίζει τὰς εὐχὰς τοῦ Κα-μίλλου ταχὺ τὴν Δίκην ὑπολαβεῖν, καὶ γε-

95

Τέμπη μετὰ Λακεδαιμονίων, ὡς αὐτόθιπροκινδυνευσόντων τῆς Θετταλίας οὔπωτότε μηδίζειν δοκούσης· ἐπεὶ δ' ἀνεχώρη-σαν ἐκεῖθεν ἄπρακτοι καὶ Θετταλῶν βασι-λεῖ προσγενομένων ἐμήδιζε τὰ μέχρι Βοιω-τίας, μᾶλλον ἤδη τῷ Θεμιστοκλεῖ προσε-ῖχον οἱ Ἀθηναῖοι περὶ τῆς θαλάσσης, καὶπέμπεται μετὰ νεῶν ἐπ' Ἀρτεμίσιον τὰστενὰ φυλάξων. ἔνθα δὴ τῶν μὲν ἙλλήνωνΕὐρυβιάδην καὶ Λακεδαιμονιους ἡγεῖσθαικελευόντων, τῶν δ' Ἀθηναίων, ὅτι πλήθειτῶν νεῶν σύμπαντας ὁμοῦ τι τοὺς ἄλλουςὑπερέβαλλον, οὐκ ἀξιούντων ἑτέροις ἕπε-σθαι, συνιδὼν τὸν κίνδυνον ὁ Θεμιστοκλῆςαὐτός τε τὴν ἀρχὴν τῷ Εὐρυβιάδῃ παρῆκεκαὶ κατεπράϋνε τοὺς Ἀθηναίους, ὑπισχνού-μενος, ἂν ἄνδρες ἀγαθοὶ γένωνται πρὸς τὸνπόλεμον, ἑκόντας αὐτοῖς παρέξειν εἰς τὰλοιπὰ πειθομένους τοὺς Ἕλληνας. διόπερδοκεῖ τῆς σωτηρίας αἰτιώτατος γενέσθαιτῇ Ἑλλάδι καὶ μάλιστα τοὺς Ἀθηναίους

16

κατηγορία τινὸς ἢ συνηγορία τῶν παίδων.ὅθεν εἰώθει λέγειν πρὸς αὐτὸν ὁ διδάσκα-λος ὡς “οὐδὲν ἔσῃ, παῖ, σὺ μικρόν, ἀλλὰμέγα πάντως ἀγαθὸν ἢ κακόν.” ἐπεὶ καὶτῶν παιδεύσεων τὰς μὲν ἠθοποιοὺς ἢ πρὸςἡδονήν τινα καὶ χάριν ἐλευθέριον σπουδα-ζομένας ὀκνηρῶς καὶ ἀπροθύμως ἐξεμάν-θανε, τῶν δὲ εἰς σύνεσιν ἢ πρᾶξιν λεγο-μένων δῆλος ἦν ὑπερορῶν παρ' ἡλικίαν, ὡςτῇ φύσει πιστεύων. ὅθεν ὕστερον ἐν ταῖςἐλευθερίοις καὶ ἀστείαις λεγομέναις δια-τριβαῖς ὑπὸ τῶν πεπαιδεῦσθαι δοκούντωνχλευαζόμενος ἠναγκάζετο φορτικώτερονἀμύνεσθαι, λέγων, ὅτι λύραν μὲν ἁρμόσα-σθαι καὶ μεταχειρίσασθαι ψαλτήριον οὐκἐπίσταται, πόλιν δὲ μικρὰν καὶ ἄδοξον πα-ραλαβὼν ἔνδοξον καὶ μεγάλην ἀπεργάσα-σθαι. καίτοι Στησίμβροτος Ἀναξαγόρου τεδιακοῦσαι τὸν Θεμιστοκλέα φησὶ καὶ περὶΜέλισσον σπουδάσαι τὸν φυσικόν, οὐκ εὖτῶν χρόνων ἁπτόμενος· Περικλεῖ γάρ, ὃς

5

οἴκτῳ τῆς ὀργῆς ὑφέσθαι. καίτοι τὸ πάθοςοὐ μετρίως ἤνεγκεν ἀνὴρ ἥμερος φύσει καὶχρηστός, ἀλλὰ τῆς δίκης προγεγραμμένηςαὐτῷ διὰ πένθος οἰκούρει καθειργμένοςμετὰ τῶν γυναικῶν.[12] Ὁ μὲν οὖν κατήγορος ἦν ΛεύκιοςἈπουλήιος, ἔγκλημα δὲ κλοπῆς περὶ τὰΤυρρηνικὰ χρήματα, καὶ δῆτα καὶ θύραιτινὲς ἐλέγοντο χαλκαῖ παρ' αὐτῷ φανῆναιτῶν αἰχμαλώτων. ὁ δὲ δῆμος ἐξηρέθιστοκαὶ δῆλος ἦν ἐκ πάσης προφάσεως κατ'αὐτοῦ τῇ ψήφῳ χρησόμενος. οὕτως οὖν συ-ναγαγὼν τούς τε φίλους καὶ τοὺς συστρα-τευσαμένους, οὐκ ὀλίγους τὸ πλῆθοςὄντας, ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν ἀδίκωςἐπ' αἰτίαις πονηραῖς ὀφλόντα καὶ κατα-γέλαστον ὑπὸ τῶν ἐχθρῶν γενόμενον. ἐπεὶδ' οἱ φίλοι βουλευσάμενοι καὶ διαλεχθέντεςαὑτοῖς ἀπεκρίναντο, πρὸς μὲν τὴν κρίσιναὐτῷ μηδὲν οἴεσθαι βοηθήσειν, τὴν δὲ ζη-μίαν ὀφλόντι συνεκτείσειν, οὐκ ἀνασχόμε-

94

στρατιώτας, ἀνθρώπους πένητας καὶ πολ-λὰ πεπονηκότας, ἀναγκαζομένους ὧνἐκέκτηντο καὶ κατεκέχρηντο μέροςεἰσφέρειν τοσοῦτον. θορυβουμένῳ δ' ὑπ'αὐτῶν τῷ Καμίλλῳ καὶ προφάσεως ἀπορο-ῦντι βελτίονος εἰς τὸν ἀτοπώτατον τῶνλόγων συνέβαινε καταφεύγειν, ὁμολογο-ῦντι λαθέσθαι τῆς εὐχῆς. οἱ δ' ἐχαλέπαινονεἰ τὰ τῶν πολεμίων δεκατεύσειν εὐξάμενοςτότε, νῦν δεκατεύει τὰ τῶν πολιτῶν. οὐμὴν ἀλλὰ πάντων ὅσον ἔδει μέρος εἰσενε-γκόντων, ἔδοξε κρατῆρα χρυσοῦν κατα-σκευάσαντας εἰς Δελφοὺς ἀποστεῖλαι. χρυ-σίου δ' ἦν σπάνις ἐν τῇ πόλει, καὶ τῶν ἀρ-χόντων ὅθεν ἂν πορισθείη σκοπούντων, αἱγυναῖκες αὐταὶ καθ' αὑτὰς βουλευσάμεναιτὸν ὄντα χρυσοῦν ἑκάστῃ περὶ τὸ σῶμακόσμον ἐπέδωκαν εἰς τὸ ἀνάθημα, σταθμῷχρυσίου γενόμενον ὀκτὼ ταλάντων. καὶταύταις μὲν ἡ σύγκλητος ἀποδιδοῦσα τι-μὴν πρέπουσαν, ἐψηφίσατο μετὰ θάνατον

87

πολὺ νεώτερος ἦν Θεμιστοκλέους, Μέλισ-σος μὲν ἀντεστρατήγει πολιορκοῦντι Σαμί-ους, Ἀναξαγόρας δὲ συνδιέτριβε. μᾶλλονοὖν ἄν τις προσέχοι τοῖς Μνησιφίλου τὸνΘεμιστοκλέα τοῦ Φρεαῤῥίου ζηλωτὴν γε-νέσθαι λέγουσιν, οὔτε ῥήτορος ὄντος οὔτετῶν φυσικῶν κληθέντων φιλοσόφων, ἀλλὰτὴν τότε καλουμένην σοφίαν, οὖσαν δὲ δει-νότητα πολιτικὴν καὶ δραστήριον σύνεσιν,ἐπιτήδευμα πεποιημένου καὶ διασώζοντοςὥσπερ αἵρεσιν ἐκ διαδοχῆς ἀπὸ Σόλωνος·ἣν οἱ μετὰ ταῦτα δικανικαῖς μίξαντεςτέχναις καὶ μεταγαγόντες ἀπὸ τῶν πράξε-ων τὴν ἄσκησιν ἐπὶ τοὺς λόγους, σοφισταὶπροσηγορεύθησαν. τούτῳ μὲν οὖν ἤδη πο-λιτευόμενος ἐπλησίαζεν. ἐν δὲ ταῖςπρώταις τῆς νεότητος ὁρμαῖς ἀνώμαλος ἦνκαὶ ἀστάθμητος, ἅτε τῇ φύσει καθ' αὑτὴνχρώμενος ἄνευ λόγου καὶ παιδείας ἐπ' ἀμ-φότερα μεγάλας ποιουμένῃ μεταβολὰς τῶνἐπιτηδευμάτων καὶ πολλάκις ἐξισταμένῃ

6

ῖσιν ὑπὸ βασιλέως ἐπὶ γῆς καὶ ὕδατοςαἴτησιν. ἑρμηνέα γὰρ ὄντα συλλαβὼν διὰψηφίσματος ἀπέκτεινεν ὅτι φωνὴν Ἑλληνί-δα βαρβάροις προστάγμασιν ἐτόλμησεχρῆσαι. ἔτι δὲ καὶ τὸ περὶ Ἄρθμιον τὸν Ζε-λείτην· Θεμιστοκλέους γὰρ εἰπόντος καὶτοῦτον εἰς τοὺς ἀτίμους καὶ παῖδας αὐτοῦκαὶ γένος ἐνέγραψαν, ὅτι τὸν ἐκ Μήδωνχρυσὸν εἰς τοὺς Ἕλληνας ἐκόμισε. μέγι-στον δὲ πάντων τὸ καταλῦσαι τοὺς Ἑλλη-νικοὺς πολέμους καὶ διαλλάξαι τὰς πόλειςἀλλήλαις, πείσαντα τὰς ἔχθρας διὰ τὸνπόλεμον ἀναβαλέσθαι· πρὸς ὃ καὶ Χείλεωντὸν Ἀρκάδα μάλιστα συναγωνίσασθαιλέγουσι.[7] παραλαβὼν δὲ τὴν ἀρχὴν εὐθὺς μὲνἐπεχείρει τοὺς πολίτας ἐμβιβάζειν εἰς τὰςτριήρεις, καὶ τὴν πόλιν ἔπειθεν ἐκλιπόνταςὡς προσωτάτω τῆς Ἑλλάδος ἀπαντᾶν τῷβαρβάρῳ κατὰ θάλατταν. ἐνισταμένων δὲπολλῶν ἐξήγαγε πολλὴν στρατιὰν εἰς τὰ

15

ὥσπερ ἐπὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶλέγεσθαι τὸν ἄξιον ἔπαινον· οὐ γὰρ ἦν εἰθι-σμένον πρότερον ἐγκωμιάζεσθαι γυναῖκαδημοσίᾳ τελευτήσασαν· ἑλόμενοι δὲ τρεῖςἄνδρας ἐκ τῶν ἀρίστων θεωρούς, καὶ ναῦνμακρὰν εὐανδροῦντι πληρώματι καὶ κόσμῳπανηγυρικῷ κατασκευάσαντες, ἐξέπεμψαν.ἦν δ' ἄρα καὶ χειμὼν καὶ γαλήνη τῆς θα-λάσσης ἀργαλέον, ὡς ἐκείνοις συνέτυχετότε παρ' οὐδὲν ἐλθόντας ἀπολέσθαι, δια-φυγεῖν αὖθις ἀπροσδοκήτως τὸν κίνδυνον.ἐπέπλευσαν γὰρ αὐτοῖς Λιπαρέων τριήρειςπαρὰ τὰς Αἰόλου νήσους τοῦ πνεύματοςἐκλιπόντος ὡς λῃσταῖς. δεομένων δὲ καὶπροϊσχομένων χεῖρας, ἐμβολῆς μὲν ἔσχο-ντο, τὴν δὲ ναῦν ἀναψάμενοι καὶ καταγα-γόντες ἀπεκήρυττον ἅμα καὶ τὰ χρήματακαὶ τὰ σώματα, πειρατικὰ κρίναντες εἶναι,μόλις δ' ἑνὸς ἀνδρὸς ἀρετῇ καὶ δυνάμει Τι-μησιθέου τοῦ στρατηγοῦ πεισθέντες με-θῆκαν. ὁ δὲ καὶ προσκαθελκύσας ἰδίᾳ πλο-

88

δοκοῦντας, ὅσον ἡττᾶσθαι τῆς ἀρετῆς ὁμο-λογοῦντας. ἀποδούσης δὲ τῆς βουλῆς πάλινἐκείνῳ τὸ κρῖναι καὶ διαιτῆσαι ταῦτα, χρή-ματα λαβὼν παρὰ τῶν Φαλερίων καὶ φιλί-αν πρὸς ἅπαντας Φαλίσκους θέμενος ἀνε-χώρησεν.[11] Οἱ δὲ στρατιῶται διαρπάσειν προσδο-κήσαντες τοὺς Φαλερίους, ὡς ἐπανῆλθονεἰς Ῥώμην κεναῖς χερσί, κατηγόρουν τοῦΚαμίλλου πρὸς τοὺς ἄλλους πολίτας ὡς μι-σοδήμου καὶ φθονήσαντος ὠφεληθῆναι τοῖςπένησιν. ἐπεὶ δὲ τὸν περὶ τοῦ διοικισμοῦνόμον οἱ δήμαρχοι προθέντες αὖθις ἐπὶ τὴνψῆφον ἐκάλουν τὸν δῆμον, ὁ δὲ Κάμιλλοςοὐδεμιᾶς ἀπεχθείας οὐδὲ παρρησίας φει-σάμενος ἐφάνη μάλιστα πάντων ἐκβια-ζόμενος τοὺς πολλούς, τὸν μὲν νόμον ἄκο-ντες ἀπεψηφίσαντο, τὸν δὲ Κάμιλλον δι'ὀργῆς εἶχον, ὥστε καὶ δυστυχήσαντοςαὐτοῦ περὶ τὰ οἰκεῖα -- τῶν γὰρ υἱῶνἀπέβαλε τὸν ἕτερον νοσήσαντα -- μηδὲν

93

Κορινθίους μὲν λοιδοροῦντα μεγάλην οἰκο-ῦντας πόλιν, αὑτοῦ δὲ ποιούμενον εἰκόναςοὕτως ὄντος αἰσχροῦ τὴν ὄψιν. αὐξόμενοςδὲ καὶ τοῖς πολλοῖς ἀρέσκων τέλος κατε-στασίασε καὶ μετέστησεν ἐξοστρακισθέντατὸν Ἀριστείδην.[6] ἤδη δὲ τοῦ Μήδου καταβαίνοντος ἐπὶτὴν Ἑλλάδα καὶ τῶν Ἀθηναίων βουλευο-μένων περὶ στρατηγοῦ, τοὺς μὲν ἄλλουςἑκόντας ἐκστῆναι τῆς στρατηγίας λέγουσινἐκπεπληγμένους τὸν κίνδυνον, Ἐπικύδηνδὲ τὸν Εὐφημίδου, δημαγωγὸν ὄντα δεινὸνμὲν εἰπεῖν, μαλακὸν δὲ τὴν ψυχὴν καὶ χρη-μάτων ἥττονα, τῆς ἀρχῆς ἐφίεσθαι καὶκρατήσειν ἐπίδοξον εἶναι τῇ χειροτονίᾳ.τὸν οὖν Θεμιστοκλέα δείσαντα, μὴ τὰπράγματα διαφθαρείη παντάπασι τῆς ἡγε-μονίας εἰς ἐκεῖνον ἐμπεσούσης, χρήμασιτὴν φιλοτιμίαν ἐξωνήσασθαι παρὰ τοῦἘπικύδους. ἐπαινεῖται δ' αὐτοῦ καὶ τὸπερὶ τὸν δίγλωττον ἔργον ἐν τοῖς πεμφθε-

14

πρὸς τὸ χεῖρον, ὡς ὕστερον αὐτὸς ὡμο-λόγει, καὶ τοὺς τραχυτάτους πώλους ἀρί-στους ἵππους γίνεσθαι φάσκων, ὅταν ἧςπροσήκει τύχωσι παιδείας καὶ καταρτύσε-ως. ἃ δὲ τούτων ἐξαρτῶσιν ἔνιοι διηγήμα-τα πλάττοντες, ἀποκήρυξιν μὲν ὑπὸ τοῦπατρὸς αὐτοῦ, θάνατον δὲ τῆς μητρὸςἑκούσιον ἐπὶ τῇ τοῦ παιδὸς ἀτιμίᾳ περιλύ-που γενομένης, δοκεῖ κατεψεῦσθαι· καὶ το-ὐναντίον εἰσὶν οἱ λέγοντες, ὅτι τοῦ τὰ κοι-νὰ πράττειν ἀποτρέπων αὐτὸν ὁ πατὴρἐπεδείκνυε πρὸς τῇ θαλάττῃ τὰς παλαιὰςτριήρεις ἐῤῥιμμένας καὶ παρορωμένας, ὡςδὴ καὶ πρὸς τοὺς δημαγωγούς, ὅταν ἄχρη-στοι φαίνωνται, τῶν πολλῶν ὁμοίωςἐχόντων.[3]ταχὺ μέντοι καὶ νεανικῶς ἔοικεν ἅψα-σθαι τοῦ Θεμιστοκλέους τὰ πολιτικὰπράγματα καὶ σφόδρα ἡ πρὸς δόξαν ὁρμὴκρατῆσαι. δι' ἣν εὐθὺς ἐξ ἀρχῆς τοῦ πρω-τεύειν ἐφιέμενος ἰταμῶς ὑφίστατο τὰς

7

δότην ἐλαύνωσιν εἰς τὴν πόλιν.Ἄρτι δὲ τῶν Φαλερίων ᾐσθημένων τὴν τοῦδιδασκάλου προδοσίαν, καὶ τὴν μὲν πόλινοἷον εἰκὸς ἐπὶ συμφορᾷ τοσαύτῃ θρήνουκατέχοντος, ἀνδρῶν δ' ὁμοῦ καὶ γυναικῶνἐπὶ τὰ τείχη καὶ τὰς πύλας σὺν οὐδενὶ λο-γισμῷ φερομένων, προσῆγον οἱ παῖδες τὸνδιδάσκαλον γυμνὸν καὶ δεδεμένον προπη-λακίζοντες, τὸν δὲ Κάμιλλον σωτῆρα καὶπατέρα καὶ θεὸν ἀνακαλοῦντες, ὥστε μὴμόνον τοῖς γονεῦσι τῶν παίδων, ἀλλὰ καὶτοῖς ἄλλοις πολίταις ταῦθ' ὁρῶσι θαῦμακαὶ πόθον ἐμπεσεῖν τῆς τοῦ Καμίλλου δι-καιοσύνης. καὶ συνδραμόντες εἰς ἐκκλησί-αν πρέσβεις ἔπεμψαν ἐκείνῳ τὰ καθ' ἑαυ-τοὺς ἐπιτρέποντες, οὓς ὁ Κάμιλλοςἀπέστειλεν εἰς Ῥώμην. ἐν δὲ τῇ βουλῇ κα-ταστάντες εἶπον, ὅτι Ῥωμαῖοι τῆς νίκηςτὴν δικαιοσύνην προτιμήσαντες ἐδίδαξαναὐτοὺς τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευ-θερίας, οὐ τοσοῦτον τῇ δυνάμει λείπεσθαι

92

ῖα παρέπεμψε καὶ συγκαθιέρωσε τὸ ἀνάθη-μα· δι' ὃ καὶ τιμὰς ἔσχεν ἃς εἰκὸς ἦν ἐνῬώμῃ.[9] Τῶν δὲ δημάρχων αὖθις ἐπεγειρόντωντὸν περὶ τοῦ διοικισμοῦ νόμον, ὁ πρὸς Φα-λίσκους πόλεμος ἐν καιρῷ παραφανεὶςἔδωκε τοῖς πρώτοις ἀνδράσιν ἀρχαιρε-σιάσαι κατὰ γνώμην καὶ Κάμιλλον ἀποδεί-ξαι μεθ' ἑτέρων πέντε χιλίαρχον, ὡς τῶνπραγμάτων ἡγεμόνος δεομένων ἀξίωμακαὶ δόξαν μετ' ἐμπειρίας ἔχοντος. ψηφισα-μένου δὲ τοῦ δήμου, λαβὼν δύναμιν ὁΚάμιλλος εἰς τὴν τῶν Φαλίσκων ἐνέβαλε,καὶ πόλιν ἐρυμνὴν κατεσκευασμένην πᾶσινεἰς πόλεμον καλῶς Φαλερίους ἐπολιόρκει,τὸ μὲν ἑλεῖν οὐ μικρὸν ἔργον οὐδὲ χρόνουτοῦ τυχόντος ἡγούμενος, ἄλλως δὲ τρίβειντοὺς πολίτας καὶ περισπᾶν βουλόμενος, ὡςμὴ σχολάζοιεν οἴκοι καθήμενοι δημαγωγε-ῖσθαι καὶ στασιάζειν. ἐπιεικῶς γὰρ ἀεὶφαρμάκῳ τούτῳ χρώμενοι διετέλουν,

89

πρὸς τοὺς δυναμένους ἐν τῇ πόλει καὶ πρω-τεύοντας ἀπεχθείας, μάλιστα δὲ Ἀριστεί-δην τὸν Λυσιμάχου, τὴν ἐναντίαν ἀεὶ πο-ρευόμενον αὐτῷ. καίτοι δοκεῖ παντάπασινἡ πρὸς τοῦτον ἔχθρα μειρακιώδη λαβεῖνἀρχήν· ἠράσθησαν γὰρ ἀμφότεροι τοῦ κα-λοῦ Στησίλεω, Κείου τὸ γένος ὄντος, ὡςἈρίστων ὁ φιλόσοφος ἱστόρηκεν. ἐκ δὲτούτου διετέλουν καὶ περὶ τὰ δημόσια στα-σιάζοντες. οὐ μὴν ἀλλ' ἡ τῶν βίων καὶ τῶντρόπων ἀνομοιότης ἔοικεν αὐξῆσαι τὴνδιαφοράν. πρᾷος γὰρ ὢν φύσει καὶ καλοκα-γαθικὸς τὸν τρόπον ὁ Ἀριστείδης, καὶ πο-λιτευόμενος οὐ πρὸς χάριν οὐδὲ πρὸςδόξαν, ἀλλ' ἀπὸ τοῦ βελτίστου μετὰ ἀσφα-λείας καὶ δικαιοσύνης, ἠναγκάζετο τῷ Θε-μιστοκλεῖ τὸν δῆμον ἐπὶ πολλὰ κινοῦντικαὶ μεγάλας ἐπιφέροντι καινοτομίας ἐνα-ντιοῦσθαι πολλάκις, ἐνιστάμενος αὐτοῦπρὸς τὴν αὔξησιν. λέγεται γὰρ οὕτω πα-ράφορος πρὸς δόξαν εἶναι καὶ πράξεων με-

8

νέῳ καὶ ἀπ' οἰκίας μεγάλης ᾤοντο δεῖν τὰτοιαῦτα συγχωρεῖν· ὁ δὲ μήπω γνώριμοςγεγονώς, ἀλλὰ δοκῶν ἐξ οὐχ ὑπαρχόντωνκαὶ παρ' ἀξίαν ἐπαίρεσθαι προσωφλίσκα-νεν ἀλαζονείαν. ἐνίκησε δὲ καὶ χορηγῶντραγῳδοῖς, μεγάλην ἤδη τότε σπουδὴν καὶφιλοτιμίαν τοῦ ἀγῶνος ἔχοντος, καὶ πίνα-κα τῆς νίκης ἀνέθηκε τοιαύτην ἐπιγραφὴνἔχοντα· “Θεμιστοκλῆς Φρεάῤῥιος ἐχορή-γει, Φρύνιχος ἐδίδασκεν, Ἀδείμαντος ἦρ-χεν.” οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς ἐνήρμοττε,τοῦτο μὲν ἑκάστου τῶν πολιτῶν τοὔνομαλέγων ἀπὸ στόματος, τοῦτο δὲ κριτὴνἀσφαλῆ περὶ τὰ συμβόλαια παρέχων ἑαυ-τόν, ὥστε που καὶ πρὸς Σιμωνίδην τὸν Κε-ῖον εἰπεῖν, αἰτούμενόν τι τῶν οὐ μετρίωνπαρ' αὐτοῦ στρατηγοῦντος, ὡς οὔτ' ἐκεῖνοςἂν γένοιτο ποιητὴς ἀγαθὸς ᾄδων παρὰμέλος οὔτ' αὐτὸς ἀστεῖος ἄρχων παρὰνόμον χαριζόμενος. πάλιν δέ ποτε τὸν Σι-μωνίδην ἐπισκώπτων ἔλεγε νοῦν οὐκ ἔχειν,

13

ὥσπερ ἰατροὶ τὰ ταρακτικὰ πάθη τῆς πολι-τείας ἔξω τρέποντες.[10] Οὕτως δὲ τῆς πολιορκίας κατε-φρόνουν οἱ Φαλέριοι τῷ πανταχόθεν ἐξω-χυρῶσθαι πιστεύοντες, ὥστε πλὴν τῶν τὰτείχη φυλασσόντων τοὺς ἄλλους ἐν ἱματί-οις κατὰ τὴν πόλιν ἀναστρέφεσθαι, τοὺς δὲπαῖδας αὐτῶν εἴς τε τὰ διδασκαλεῖα φοιτᾶνκαὶ παρὰ τὰ τείχη περιπατήσοντας καὶ γυ-μνασομένους ὑπὸ τοῦ διδασκάλου καταβι-βάζεσθαι. κοινῷ γὰρ ἐχρῶντο τῷ διδα-σκάλῳ πάντων ὥσπερ Ἕλληνες οἱ Φα-λέριοι, βουλόμενοι συντρέφεσθαι καὶ συνα-γελάζεσθαι μετ' ἀλλήλων εὐθὺς ἐξ ἀρχῆςτοὺς παῖδας. οὗτος οὖν ὁ διδάσκαλος ἐπι-βουλεύων τοῖς Φαλερίοις διὰ τῶν παίδων,ἐξῆγεν αὐτοὺς ἡμέρας ἑκάστης ὑπὸ τὸ τε-ῖχος ἐγγὺς τὸ πρῶτον, εἶτ' ἀπῆγεν αὖθιςεἴσω γυμνασαμένους. ἐκ δὲ τούτου κατὰμικρὸν ὑπάγων εἴθισε θαρρεῖν ὡς πολλῆςοὔσης ἀδείας, καὶ τέλος ἔχων ἅπαντας εἰς

90

τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλεκαὶ παρέδωκεν, ἄγειν κελεύσας πρὸς τὸνΚάμιλλον. ἀχθεὶς δὲ καὶ καταστὰς εἰςὄψιν, ἔλεγε παιδευτὴς μὲν εἶναι καὶ δι-δάσκαλος, τὴν δὲ πρὸς ἐκεῖνον χάριν ἀντὶτούτων ἑλόμενος τῶν δικαίων, ἥκειν αὐτῷτὴν πόλιν ἐν τοῖς παισὶ κομίζων. δεινὸν οὖνἀκούσαντι τὸ ἔργον ἐφάνη Καμίλλῳ, καὶπρὸς τοὺς παρόντας εἰπών, ὡς χαλεπὸνμέν ἐστι πόλεμος καὶ διὰ πολλῆς ἀδικίαςκαὶ βιαίων περαινόμενος ἔργων, εἰσὶ δὲ καὶπολέμων ὅμως τινὲς νόμοι τοῖς ἀγαθοῖς ἀν-δράσι, καὶ τὸ νικᾶν οὐχ οὕτω διωκτέονὥστε μὴ φεύγειν τὰς ἐκ κακῶν καὶ ἀσεβῶνἔργων χάριτας -- ἀρετῇ γὰρ οἰκείᾳ τὸνμέγαν στρατηγόν, οὐκ ἀλλοτρίᾳ θαρροῦντακακίᾳ χρῆναι στρατεύειν -- , προσέταξετοῖς ὑπηρέταις τοῦ μὲν ἀνθρώπου καταρ-ρηγνύναι τὰ ἱμάτια καὶ τὰς χεῖρας ὀπίσωπεριάγειν, τοῖς δὲ παισὶ διδόναι ῥάβδουςκαὶ μάστιγας, ὅπως κολάζοντες τὸν προ-

91

καὶ γὰρ φιλοθύτην ὄντα καὶ λαμπρὸν ἐνταῖς περὶ τοὺς ξένους δαπάναις ἀφθόνουδεῖσθαι χορηγίας· οἱ δὲ τοὐναντίον γλι-σχρότητα πολλὴν καὶ μικρολογίαν κατηγο-ροῦσιν, ὡς καὶ τὰ πεμπόμενα τῶν ἐδωδί-μων πωλοῦντος. ἐπεὶ δὲ Φιλίδης ὁ ἱππο-τρόφος αἰτηθεὶς ὑπ' αὐτοῦ πῶλον οὐκ ἔδω-κεν, ἠπείλησε τὴν οἰκίαν αὐτοῦ ταχὺ ποιή-σειν δούρειον ἵππον, αἰνιξάμενος ἐγκλήμα-τα συγγενικὰ καὶ δίκας τῷ ἀνθρώπῳ πρὸςοἰκείους τινὰς ταράξειν.τῇ δὲ φιλοτιμίᾳ πάντας ὑπερέβαλεν, ὥστ'ἔτι μὲν νέος ὢν καὶ ἀφανὴς Ἐπικλέα τὸνἐξ Ἑρμιόνης κιθαριστὴν σπουδαζόμενονὑπὸ τῶν Ἀθηναίων ἐκλιπαρῆσαι μελετᾶνπαρ' αὐτῷ, φιλοτιμούμενος πολλοὺς τὴνοἰκίαν ζητεῖν καὶ φοιτᾶν πρὸς αὐτόν. εἰς δ'Ὀλυμπίαν ἐλθὼν καὶ διαμιλλώμενος τῷΚίμωνι περὶ δεῖπνα καὶ σκηνὰς καὶ τὴν ἄλ-λην λαμπρότητα καὶ παρασκευήν, οὐκ ἤρε-σκε τοῖς Ἕλλησιν. ἐκείνῳ μὲν γὰρ ὄντι

12

γάλων ὑπὸ φιλοτιμίας ἐραστής, ὥστε νέοςὢν ἔτι τῆς ἐν Μαραθῶνι μάχης πρὸς τοὺςβαρβάρους γενομένης καὶ τῆς Μιλτιάδουστρατηγίας διαβοηθείσης σύννους ὁρᾶσθαιτὰ πολλὰ πρὸς ἑαυτῷ καὶ τὰς νύκτας ἀγρυ-πνεῖν καὶ τοὺς πότους παραιτεῖσθαι τοὺςσυνήθεις, καὶ λέγειν πρὸς τοὺς ἐρωτῶνταςκαὶ θαυμάζοντας τὴν περὶ τὸν βίον μεταβο-λήν, ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη τὸ τοῦΜιλτιάδου τρόπαιον. οἱ μὲν γὰρ ἄλλοιπέρας ᾤοντο τοῦ πολέμου τὴν ἐν Μαρα-θῶνι τῶν βαρβάρων ἧτταν εἶναι, Θεμιστο-κλῆς δὲ ἀρχὴν μειζόνων ἀγώνων, ἐφ' οὓςἑαυτὸν ὑπὲρ τῆς ὅλης Ἑλλάδος ἤλειφε καὶτὴν πόλιν ἤσκει πόῤῥωθεν ἔτι προσδοκῶντὸ μέλλον.[4] καὶ πρῶτον μὲν τὴν Λαυρεωτικὴνπρόσοδον ἀπὸ τῶν ἀργυρείων μετάλλωνἔθος ἐχόντων Ἀθηναίων διανέμεσθαι,μόνος εἰπεῖν ἐτόλμησε παρελθὼν εἰς τὸνδῆμον, ὡς χρὴ τὴν διανομὴν ἐάσαντας ἐκ

9

ἐκόσμησε τοῖς Καμίλλου κατορθώμασιν, ἡδὲ γειναμένη καὶ θρέψασα τοιοῦτον ἄνδραπόλις οἴχεται καὶ ἀπόλωλεν. ἡμεῖς δ' ἀπο-ρίᾳ στρατηγῶν ἀλλότρια τείχη περιβα-λόμενοι καθήμεθα προέμενοι τὴν Ἰταλίαν.φέρε πέμψαντες Ἀρδεάτας ἀπαιτῶμεν τὸναὑτῶν στρατηγόν, ἢ λαβόντες αὐτοὶ τὰὅπλα πρὸς ἐκεῖνον βαδίζωμεν. οὐκέτι γάρἐστι φυγὰς οὐδ' ἡμεῖς πολῖται, πατρίδοςοὐκ οὔσης, ἀλλὰ κρατουμένης ὑπὸ τῶν πο-λεμίων." ταῦτ' ἔδοξε, καὶ πέμψαντες ἐδέο-ντο τοῦ Καμίλλου δέχεσθαι τὴν ἀρχήν. ὁ δ'οὐκ ἔφη πρότερον ἢ τοὺς ἐν τῷ Καπιτωλίῳπολίτας ἐπιψηφίσασθαι κατὰ τὸν νόμον·ἐκείνους γὰρ ἡγεῖσθαι πατρίδα σῳζο-μένους, καὶ κελεύουσι μὲν ὑπακούσειν προ-θύμως, ἀκόντων δὲ μηδὲν πολυπραγμονή-σειν. τῆς μὲν οὖν εὐλαβείας καὶ καλοκαγα-θίας τὸν Κάμιλλον ἐθαύμασαν, ἦν δ' ἀπο-ρία τοῦ ταῦτα διαγγελοῦντος εἰς τὸ Καπι-τώλιον, μᾶλλον δ' ὅλως ἀδύνατον ἐδόκει,

120

ταῦτα δ' ἄρα καὶ ὑμᾶς ἠδίκουν ὦ Ῥωμαῖοιπρότερον μὲν Ἀλβανοὶ καὶ Φιδηνᾶται καὶἈρδεᾶται, νῦν δὲ Βήιοι καὶ Καπηνᾶται καὶπολλοὶ Φαλίσκων καὶ Οὐολούσκων· ἐφ'οὓς ὑμεῖς στρατεύοντες, ἐὰν μὴ μεταδι-δῶσιν ὑμῖν τῶν ἀγαθῶν, ἀνδραποδίζεσθεκαὶ λεηλατεῖτε καὶ κατασκάπτετε τὰςπόλεις αὐτῶν, οὐδὲν οὐδ' ὑμεῖς γε δεινὸνοὐδ' ἄδικον ποιοῦντες, ἀλλὰ τῷ πρεσβυ-τάτῳ τῶν νόμων ἀκολουθοῦντες, ὃς τῷκρείττονι τὰ τῶν ἡττόνων δίδωσιν, ἀρ-χόμενος ἀπὸ τοῦ θεοῦ καὶ τελευτῶν εἰς τὰθηρία. καὶ γὰρ τούτοις ἐκ φύσεως ἔνεστιτὸ ζητεῖν πλέον ἔχειν τὰ κρείττονα τῶνὑποδεεστέρων. Κλουσίνους δὲ παύσασθεπολιορκουμένους οἰκτίροντες, ὡς μὴ καὶΓαλάτας διδάξητε χρηστοὺς καὶ φιλοικτίρ-μονας γενέσθαι τοῖς ὑπὸ Ῥωμαίων ἀδικου-μένοις."Ἐκ τούτων τῶν λόγων ἔγνωσαν οἱ Ῥωμα-ῖοι τὸν Βρέννον ἀσυμβάτως ἔχοντα, καὶ πα-

101

τῶν χρημάτων τούτων κατασκευάσασθαιτριήρεις ἐπὶ τὸν πρὸς Αἰγινήτας πόλεμον.ἤκμαζε γὰρ οὗτος ἐν τῇ Ἑλλάδι μάλιστακαὶ κατεῖχον οἱ νησιῶται πλήθει νεῶν τὴνθάλασσαν. ᾗ καὶ ῥᾷον Θεμιστοκλῆς συ-νέπεισεν, οὐ Δαρεῖον οὐδὲ Πέρσας - μα-κρὰν γὰρ ἦσαν οὗτοι καὶ δέος οὐ πάνυβέβαιον ὡς ἀφιξόμενοι παρεῖχον - ἐπισεί-ων, ἀλλὰ τῇ πρὸς Αἰγινήτας ὀργῇ καὶ φι-λονεικίᾳ τῶν πολιτῶν ἀποχρησάμενοςεὐκαίρως ἐπὶ τὴν παρασκευήν. ἑκατὸν γὰρἀπὸ τῶν χρημάτων ἐκείνων ἐποιήθησαντριήρεις, αἷς καὶ πρὸς Ξέρξην ἐναυμάχη-σαν.ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων καὶ κα-ταβιβάζων τὴν πόλιν πρὸς τὴν θάλασσαν,ὡς τὰ πεζὰ μὲν οὐδὲ τοῖς ὁμόροις ἀξιο-μάχους ὄντας, τῇ δ' ἀπὸ τῶν νεῶν ἀλκῇκαὶ τοὺς βαρβάρους ἀμύνασθαι καὶ τῆςἙλλάδος ἄρχειν δυναμένους, ἀντὶ μονίμωνὁπλιτῶν, ὥς φησιν ὁ Πλάτων, ναυβάτας

10

καὶ θαλαττίους ἐποίησε, καὶ διαβολὴν καθ'αὑτοῦ παρέσχεν, ὡς ἄρα Θεμιστοκλῆς τὸδόρυ καὶ τὴν ἀσπίδα τῶν πολιτῶν παρε-λόμενος εἰς ὑπηρέσιον καὶ κώπην συνέστει-λε τὸν Ἀθηναίων δῆμον. ἔπραξε δὲ ταῦταΜιλτιάδου κρατήσας ἀντιλέγοντος, ὡςἱστορεῖ Στησίμβροτος. εἰ μὲν δὴ τὴν ἀκρί-βειαν καὶ τὸ καθαρὸν τοῦ πολιτεύματοςἔβλαψεν ἢ μὴ ταῦτα πράξας, ἔστω φιλοσο-φώτερον ἐπισκοπεῖν· ὅτι δὲ ἡ τότε σωτη-ρία τοῖς Ἕλλησιν ἐκ τῆς θαλάσσης ὑπῆρξεκαὶ τὴν Ἀθηναίων πόλιν αὖθις ἀνέστησαναἱ τριήρεις ἐκεῖναι, τά τ' ἄλλα καὶ Ξέρξηςαὐτὸς ἐμαρτύρησε. τῆς γὰρ πεζικῆς δυ-νάμεως ἀθραύστου διαμενούσης ἔφυγεμετὰ τὴν τῶν νεῶν ἧτταν, ὡς οὐκ ὢνἀξιόμαχος, καὶ Μαρδόνιον ἐμποδὼν εἶναιτοῖς Ἕλλησι τῆς διώξεως μᾶλλον ἢ δουλω-σόμενον αὐτούς, ὡς ἐμοὶ δοκεῖ, κατέλιπεν.[5] σύντονον δὲ αὐτὸν γεγονέναι χρηματι-στὴν οἱ μέν τινές φασι δι' ἐλευθεριότητα·

11

ρελθόντες εἰς τὸ Κλούσιον ἐθάρρυνον καὶπαρώρμων τοὺς ἄνδρας ἐπεξελθεῖν τοῖςβαρβάροις μετ' αὐτῶν, εἴτε τὴν ἐκείνωνἀλκὴν καταμαθεῖν εἴτε τὴν ἑαυτῶν ἐπιδεί-ξασθαι θέλοντες. ἐκδρομῆς δὲ τῶν Κλουοί-νων καὶ μάχης παρὰ τὰ τείχη γενομένης,εἷς τῶν Φαβίων, Κόιντος Ἄμβουστος, ἵπ-πον ἔχων ἐξήλασεν <ἐν>αντίος ἀνδρὶ με-γάλῳ καὶ καλῷ Γαλάτῃ, πολὺ προϊππεύο-ντι τῶν ἄλλων, ἀγνοηθεὶς ἐν ἀρχῇ διὰ τὸτὴν σύνοδον ὀξεῖαν γενέσθαι καὶ τὰ ὅπλαπεριλάμποντα τὴν ὄψιν ἀποκρύπτειν· ὡς δ'ἐπικρατήσας τῇ μάχῃ καὶ καταβαλὼνἐσκύλευε τὸν ἄνδρα, γνωρίσας ὁ Βρέννοςαὐτὸν ἐμαρτύρατο θεούς, ὡς παρὰ τὰ κοινὰκαὶ νενομισμένα πᾶσιν ἀνθρώποις ὅσια καὶδίκαια πρεσβευτοῦ μὲν ἥκοντος, πολέμια δ'εἰργασμένου. καταπαύσας δὲ τὴν μάχηναὐτίκα, Κλουσίνους μὲν εἴα χαίρειν, ἐπὶ δὲτὴν Ῥώμην τὸν στρατὸν ἦγεν. οὐ βουλόμε-νος δὲ δόξαι τὴν ἀδικίαν αὐτοῖς ὥσπερ

102

τόπον, περὶ μέσας νύκτας προσέμειξε τῷχάρακι, κραυγῇ τε χρώμενος πολλῇ καὶταῖς σάλπιγξι πανταχόθεν ἐκταράττων ἀν-θρώπους κακῶς ὑπὸ μέθης καὶ μόγις ἐκτῶν ὕπνων ἀναφέροντας πρὸς τὸν θόρυβον.ὀλίγοι μὲν οὖν ἀνανήψαντες ἐν τῷ φόβῳκαὶ διασκευασάμενοι τοὺς περὶ τὸν Κάμιλ-λον ὑπέστησαν, ὥστ' ἀμυνόμενοι πεσεῖν·τοὺς δὲ πλείστους ἔτι κρατουμένους ὕπνῳκαὶ οἴνῳ καταλαμβάνοντες ἀόπλουςἀπέκτεινον. ὅσοι δὲ νυκτὸς ἀπέδρασαν ἐκτοῦ χάρακος οὐ πολλοί, τούτους μεθ'ἡμέραν σποράδας ἐν τῇ χώρᾳ διαφερο-μένους ἐπελαύνοντες ἱππεῖς διέφθειρον.[24] Ἡ δὲ φήμη ταχὺ διαγγέλλουσα τὴνπρᾶξιν ἐπὶ τὰς πόλεις, ἐξεκαλεῖτο πολλοὺςτῶν ἐν ἡλικίᾳ συνισταμένους, μάλιστα δὲῬωμαίων ὅσοι διαφυγόντες ἐκ τῆς ἐπ'Ἀλίᾳ μάχης ἐν Βηίοις ἦσαν, καὶ ὠδύροντοκατὰ σφᾶς αὐτούς· "οἷον ἡγεμόνα τῆςῬώμης ὁ δαίμων ἀφελόμενος Ἀρδεάτας

119

καὶ κολούειν.τοῦ δὲ Σεριφίου πρὸς αὐτὸν εἰπόντος, ὡςοὐ δι' αὑτὸν ἔσχηκε δόξαν, ἀλλὰ διὰ τὴνπόλιν, “ἀληθῆ λέγεις,” εἶπεν, “ἀλλ' οὔτ' ἂνἐγὼ Σερίφιος ὢν ἐγενόμην ἔνδοξος, οὔτεσὺ Ἀθηναῖος.”ἑτέρου δέ τινος τῶν στρατηγῶν, ὡς ἔδοξέτι χρήσιμον διαπεπρᾶχθαι τῇ πόλει, θρα-συνομένου πρὸς τὸν Θεμιστοκλέα καὶ τὰςἑαυτοῦ ταῖς ἐκείνου πράξεσιν ἀντιπαρα-βάλλοντος, ἔφη τῇ ἑορτῇ τὴν ὑστεραίανἐρίσαι λέγουσαν, ὡς ἐκείνη μὲν ἀσχολιῶντε μεστὴ καὶ κοπώδης ἐστίν, ἐν αὐτῇ δὲπάντες ἀπολαύουσι τῶν παρεσκευασμένωνσχολάζοντες· τὴν δ' ἑορτὴν πρὸς ταῦτ'εἰπεῖν· “ἀληθῆ λέγεις· ἀλλ' ἐμοῦ μὴ γενο-μένης σὺ οὐκ ἂν ἦσθα·” “κἀμοῦ τοίνυν,”ἔφη, “τότε μὴ γενομένου, ποῦ ἂν ἦτε νῦνὑμεῖς;”τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ καὶ δι'ἐκείνην αὐτῷ σκώπτων ἔλεγε πλεῖστον

40

τοὺς δ' αὐτὸς ἱστὰς περὶ τὰ ναύλοχα καὶτὰς ὑδρείας, ἐπισκήπτων Ἴωσι διὰ τῶνγραμμάτων, εἰ μὲν οἷόν τε, μετατάξασθαιπρὸς αὐτοὺς πατέρας ὄντας καὶ προκινδυ-νεύοντας ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, εἰδὲ μή, κακοῦν τὸ βαρβαρικὸν ἐν ταῖςμάχαις καὶ συνταράττειν. ταῦτα δ' ἤλπιζενἢ μεταστήσειν τοὺς Ἴωνας ἢ ταράξειν ὑπο-πτοτέρους τοῖς βαρβάροις γενομένους.Ξέρξου δὲ διὰ τῆς Δωρίδος ἄνωθεν ἐμβα-λόντος εἰς τὴν Φωκίδα καὶ τὰ τῶν Φω-κέων ἄστη πυρπολοῦντος οὐ προσήμυνανοἱ Ἕλληνες, καίπερ τῶν Ἀθηναίων δεο-μένων εἰς τὴν Βοιωτίαν ἀπαντῆσαι πρὸ τῆςἈττικῆς, ὥσπερ αὐτοὶ κατὰ θάλατταν ἐπ'Ἀρτεμίσιον ἐβοήθησαν. μηδενὸς δ' ὑπακού-οντος αὐτοῖς, ἀλλὰ τῆς Πελοποννήσου πε-ριεχομένων καὶ πᾶσαν ἐντὸς Ἰσθμοῦ τὴνδύναμιν ὡρμημένων συνάγειν, καὶ διατειχι-ζόντων τὸν Ἰσθμὸν εἰς θάλατταν ἐκ θαλάτ-της, ἅμα μὲν ὀργὴ τῆς προδοσίας εἶχε τοὺς

21

ἡγεῖσθαι. καλὸν μὲν οὖν εἶναι καὶ διὰ κιν-δύνων ἀπώσασθαι πόλεμον ἀλλόφυλον καὶβαρβαρικόν, ᾧ τοῦ κρατεῖν πέρας ὥσπερτῷ πυρὶ διαφθαρῆναι τὸ νικώμενον· οὐ μὴνἀλλὰ καὶ θαρροῦσι καὶ προθυμουμένοιςαὐτοῖς ἀκίνδυνον ἐν καιρῷ τὴν νίκην πα-ρέξειν. τούτους τοὺς λόγους τῶν νέων δε-ξαμένων, ἐπὶ τοὺς ἄρχοντας ᾔει καὶ τοὺςπροβούλους τῶν Ἀρδεατῶν ὁ Κάμιλλος.ὡς δὲ κἀκείνους συνέπεισεν, ὥπλισε τοὺςἐν ἡλικίᾳ πάντας καὶ συνεῖχε τοῦ τείχουςἐντός, ἀγνοεῖσθαι βουλόμενος ὑπὸ τῶν πο-λεμίων ἐγγὺς ὄντων. ἐπεὶ δὲ τὴν χώραν ἱπ-πασάμενοι καὶ βαρεῖς ὄντες ὑπὸ πλήθουςτῶν ἀγομένων καὶ φερομένων ἀμελῶς καὶὀλιγώρως ἐν τῷ πεδίῳ κατεστρατοπέδευ-σαν, ἐκ δὲ τούτου νὺξ ἐπῆλθε μεθύουσιναὐτοῖς καὶ σιωπὴ κατέσχε τὸ στρατόπε-δον, πυθόμενος ταῦτα παρὰ τῶν κατα-σκόπων ὁ Κάμιλλος ἐξῆγε τοὺς Ἀρδεάτας,καὶ διεξελθὼν καθ' ἡσυχίαν τὸν μεταξὺ

118

ἀσμένοις γεγονέναι καὶ δεομένοις προ-φάσεως, ἔπεμπεν ἐξαιτῶν ἐπὶ τιμωρίᾳ τὸνἄνδρα καὶ προῆγεν ἅμα σχολαίως.[18] Ἐν δὲ Ῥώμῃ τῆς βουλῆς συναχθείσης,ἄλλοι τε πολλοὶ τοῦ Φαβίου κατηγόρουν,καὶ τῶν ἱερέων οἱ καλούμενοι φιτιαλεῖςἐνῆγον ἐπιθειάζοντες καὶ κελεύοντες τὸτῶν πεπραγμένων ἄγος τὴν σύγκλητον εἰςἕνα τὸν αἴτιον τρέψασαν ὑπὲρ τῶν ἄλλωνἀφοσιώσασθαι. τούτους τοὺς φιτιαλεῖς Πο-μπίλιος Νομᾶς, βασιλέων ἡμερώτατος γε-νόμενος καὶ δικαιότατος, κατέστησε φύλα-κας μὲν εἰρήνης, ἐπιγνώμονας δὲ καὶ βε-βαιωτὰς αἰτιῶν αἳ σὺν δίκῃ πόλεμον συ-νάπτουσι. τῆς δὲ βουλῆς ἐπὶ τὸν δῆμονἀνενεγκαμένης τὸ πρᾶγμα, καὶ τῶν ἱερέωνὅμοια τοῦ Φαβίου κατηγορούντων, οὕτωπεριύβρισαν οἱ πολλοὶ τὰ θεῖα καὶ κατε-γέλασαν, ὥστε καὶ χιλίαρχον ἀποδεῖξαιτὸν Φάβιον μετὰ τῶν ἀδελφῶν. οἱ δὲ Κελ-τοὶ πυθόμενοι ταῦτα καὶ χαλεπῶς φέρο-

103

Ἀθηναίους, ἅμα δὲ δυσθυμία καὶ κατήφειαμεμονωμένους. μάχεσθαι μὲν γὰρ οὐ διενο-οῦντο μυριάσι στρατοῦ τοσαύταις· ὃ δ' ἦνμόνον ἀναγκαῖον ἐν τῷ παρόντι, τὴν πόλινἀφέντας ἐμφῦναι ταῖς ναυσίν, οἱ πολλοὶ χα-λεπῶς ἤκουον, ὡς μήτε νίκης δεόμενοιμήτε σωτηρίαν ἐπιστάμενοι θεῶν τε ἱερὰκαὶ πατέρων ἠρία προϊεμένων.[10] ἔνθα δὴ Θεμιστοκλῆς ἀπορῶν τοῖς ἀν-θρωπίνοις λογισμοῖς προσάγεσθαι τὸπλῆθος, ὥσπερ ἐν τραγῳδίᾳ μηχανὴν ἄρας,σημεῖα δαιμόνια καὶ χρησμοὺς ἐπῆγεναὐτοῖς· σημεῖον μὲν λαμβάνων τὸ τοῦδράκοντος, ὃς ἀφανὴς ἐκείναις ταῖςἡμέραις ἐκ τοῦ σηκοῦ δοκεῖ γενέσθαι· καὶτὰς καθ' ἡμέραν αὐτῷ προτιθεμένας ἀπαρ-χὰς εὑρίσκοντες ἀψαύστους οἱ ἱερεῖς, ἐξήγ-γελλον εἰς τοὺς πολλούς, τοῦ Θεμιστο-κλέους λόγον διδόντος, ὡς ἀπολέλοιπε τὴνπόλιν ἡ θεὸς ὑφηγουμένη πρὸς τὴν θάλατ-ταν αὐτοῖς. τῷ δὲ χρησμῷ πάλιν ἐδημα-

22

πόλεως οὐδὲν οὔτε τῶν ἰδίων οὔτε τῶν κοι-νῶν κατὰ μέρος ἐχρημάτιζεν, ἀλλ' ἐπανε-βάλλετο τὸ προσπῖπτον εἰς τὴν ἡμέρανἐκείνην, καθ' ἣν ἐκπλεῖν ἔμελλεν, ἵν' ὁμοῦπολλὰ πράττων πράγματα καὶ παντοδαπο-ῖς ἀνθρώποις ὁμιλῶν μέγας εἶναι δοκῇ καὶπλεῖστον δύνασθαι. τῶν δὲ νεκρῶν τοὺς ἐκ-πεσόντας ἐπισκοπῶν παρὰ τὴν θάλατταν,ὡς εἶδε περικειμένους ψέλια χρυσᾶ καὶστρεπτούς, αὐτὸς μὲν παρῆλθε, τῷ δ' ἑπο-μένῳ φίλῳ δείξας εἶπεν· “ἀνελοῦ σαυτῷ·σὺ γὰρ οὐκ εἶ Θεμιστοκλῆς.”πρὸς δέ τινα τῶν καλῶν γεγονότων, Ἀντι-φάτην, ὑπερηφάνως αὐτῷ κεχρημένονπρότερον, ὕστερον δὲ θεραπεύοντα διὰ τὴνδόξαν, “ὦ μειράκιον,” εἶπεν, “ὀψὲ μέν, ἀμ-φότεροι δ' ἅμα νοῦν ἐσχήκαμεν.”ἔλεγε δὲ τοὺς Ἀθηναίους οὐ τιμᾶν αὐτὸνοὐδὲ θαυμάζειν, ἀλλ' ὥσπερ πλατάνῳ χει-μαζομένους μὲν ὑποτρέχειν κινδυνεύοντας,εὐδίας δὲ περὶ αὐτοὺς γενομένης τίλλειν

39

ντες, οὐδὲν ἐμποδὼν ἐποιοῦντο τῆς σπου-δῆς, ἀλλ' ἐχώρουν ἅπαντι τάχει, καὶ πρὸςτὸ πλῆθος αὐτῶν καὶ τὴν λαμπρότητα τῆςπαρασκευῆς καὶ βίαν καὶ θυμὸν ἐκπεπληγ-μένων τῶν διὰ μέσου, καὶ τήν τε χώρανἀπολωλέναι πᾶσαν ἤδη καὶ τὰς πόλειςεὐθὺς ἀπολεῖσθαι δοκούντων, παρ' ἐλπίδαςοὐδὲν ἠδίκουν οὐδ' ἐλάμβανον ἀπὸ τῶνἀγρῶν, ἀλλὰ καὶ παρὰ τὰς πόλεις ἐγγὺςπαρεξιόντες ἐβόων ἐπὶ τὴν Ῥώμην πορεύε-σθαι καὶ μόνοις πολεμεῖν Ῥωμαίοις, τοὺςδ' ἄλλους φίλους ἐπίστασθαι. Τοιαύτῃ δὲχρωμένων ὁρμῇ τῶν βαρβάρων, ἐξῆγον οἱχιλίαρχοι τοὺς Ῥωμαίους ἐπὶ τὸν ἀγῶνα,πλήθει μὲν οὐκ ἐνδεεῖς -- ἐγένοντο γὰρὁπλῖται τετρακισμυρίων οὐκ ἐλάττους -- ,ἀνασκήτους δὲ τοὺς πολλοὺς καὶ τότεπρῶτον ἁπτομένους ὅπλων. ἔτι δ' ἐξημέλη-το τὰ τῶν θεῶν αὐτοῖς, οὔτε καλλιερήσα-σιν οὔτε μάντεις ἃ πρὸ κινδύνου καὶ μάχηςεἰκὸς ἦν ἐρομένοις. οὐδενὸς δ' ἧττον ἐπε-

104

τὴν χώραν περιιόντες ἐλεηλάτουν καὶ τὰςκώμας ἐπόρθουν προσπίπτοντες, οὐχ ὁμοῦπάντες, ἄλλοι δ' ἄλλῃ καθ' ἡγεμονίας καὶσυντάγματα, τῷ μέγα φρονεῖν ὑπὸ τῶνεὐτυχημάτων καὶ δεδιέναι μηδὲν ἀποσκι-δνάμενοι. τὸ δὲ πλεῖστον αὐτῶν καὶ μάλι-στα συντεταγμένον ἐχώρει πρὸς τὴν Ἀρδε-ατῶν πόλιν, ἐν ᾗ διέτριβε Κάμιλλος ἀργῶνταῖς πράξεσι μετὰ τὴν φυγὴν καὶ ἰδιωτεύ-ων, ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺςοὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμί-ους ἀγαπῶντος ἀνδρός, ἀλλ' ὅπως εἰ παρα-γένοιτο καιρὸς ἀμυνεῖται σκοποῦντος. διὸκαὶ τοὺς Ἀρδεάτας ὁρῶν πλήθει μὲν ἱκανο-ὺς ὄντας, ἐνδεεῖς δὲ τόλμης δι' ἀπειρίανκαὶ μαλακίαν τῶν στρατηγῶν, ἐνέβαλελόγον εἰς τοὺς νέους πρῶτον, ὡς οὐ χρὴτὴν Ῥωμαίων ἀτυχίαν ἀνδρείαν Κελτῶννομίζειν, οὐδ' ἃ κακῶς φρονήσασι συνέβηπαθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νι-κῆσαι παρασχόντων, ἀλλὰ τύχης ἐπίδειξιν

117

ψῆφον ἔφερον οἱ στρατηγοί, πρῶτον μὲνἕκαστος ἑαυτὸν ἀπέφαινεν ἀρετῇ, δεύτερονδὲ μεθ' ἑαυτὸν Θεμιστοκλέα. Λακεδαι-μόνιοι δ' εἰς τὴν Σπάρτην αὐτὸν καταγα-γόντες Εὐρυβιάδῃ μὲν ἀνδρείας, ἐκείνῳ δὲσοφίας ἀριστεῖον ἔδοσαν θαλλοῦ στέφανον,καὶ τῶν κατὰ τὴν πόλιν ἁρμάτων τὸ πρω-τεῦον ἐδωρήσαντο καὶ τριακοσίους τῶννέων πομποὺς ἄχρι τῶν ὅρων συνεξέπεμ-ψαν. λέγεται δ' Ὀλυμπίων τῶν ἐφεξῆςἀγομένων καὶ παρελθόντος εἰς τὸ στάδιοντοῦ Θεμιστοκλέους, ἀμελήσαντας τῶνἀγωνιστῶν τοὺς παρόντας ὅλην τὴνἡμέραν ἐκεῖνον θεᾶσθαι καὶ τοῖς ξένοις ἐπι-δεικνύειν ἅμα θαυμάζοντας καὶ κροτο-ῦντας, ὥστε καὶ αὐτὸν ἡσθέντα πρὸς τοὺςφίλους ὁμολογῆσαι τὸν καρπὸν ἀπέχειντῶν ὑπὲρ τῆς Ἑλλάδος αὐτῷ πονηθέντων.[18] καὶ γὰρ ἦν τῇ φύσει φιλοτιμότατος, εἰδεῖ τεκμαίρεσθαι διὰ τῶν ἀπομνημονευο-μένων. αἱρεθεὶς γὰρ ναύαρχος ὑπὸ τῆς

38

γώγει, λέγων μηδὲν ἄλλο δηλοῦσθαι ξύλι-νον τεῖχος ἢ τὰς ναῦς· διὸ καὶ τὴν Σαλα-μῖνα θείαν, οὐχὶ δεινὴν οὐδὲ σχετλίαν κα-λεῖν τὸν θεόν, ὡς εὐτυχήματος μεγάλουτοῖς Ἕλλησιν ἐπώνυμον ἐσομένην. κρατή-σας δὲ τῇ γνώμῃ ψήφισμα γράφει, τὴν μὲνπόλιν παρακαταθέσθαι τῇ Ἀθηνᾷ τῇ Ἀθη-νάων μεδεούσῃ, τοὺς δ' ἐν ἡλικίᾳ πάνταςἐμβαίνειν εἰς τὰς τριήρεις, παῖδας δὲ καὶγυναῖκας καὶ ἀνδράποδα σώζειν ἕκαστονὡς δυνατόν. κυρωθέντος δὲ τοῦ ψηφίσμα-τος οἱ πλεῖστοι τῶν Ἀθηναίων ὑπεξέθεντογενεὰς καὶ γυναῖκας εἰς Τροιζῆνα, φιλοτί-μως πάνυ τῶν Τροιζηνίων ὑποδεχομένων·καὶ γὰρ τρέφειν ἐψηφίσαντο δημοσίᾳ, δύοὀβολοὺς ἑκάστῳ διδόντες, καὶ τῆς ὀπώραςλαμβάνειν τοὺς παῖδας ἐξεῖναι πανταχόθεν,ἔτι δ' ὑπὲρ αὐτῶν διδασκάλοις τελεῖν μι-σθούς. τὸ δὲ ψήφισμα Νικαγόρας ἔγραψεν.οὐκ ὄντων δὲ δημοσίων χρημάτων τοῖςἈθηναίοις, Ἀριστοτέλης μέν φησι τὴν ἐξ

23

τοῦ γενείου καὶ κατῆγε τὴν ὑπήνην βαθε-ῖαν οὖσαν, ὁ μὲν Παπείριος τῇ βακτηρίᾳτὴν κεφαλὴν αὐτοῦ πατάξας συνέτριψεν, ὁδὲ βάρβαρος ἐκεῖνον σπασάμενος τὴνμάχαιραν ἀπέκτεινεν. ἐκ δὲ τούτου καὶτοὺς λοιποὺς ἀνῄρουν προσπεσόντες, καὶτῶν ἄλλων ὅσοις ἐπιτύχοιεν διεχρῶντο,καὶ τὰς οἰκίας ἐπόρθουν ἐφ' ἡμέρας πολλὰςἄγοντες καὶ φέροντες, εἶτα κατεπίμπρασανκαὶ κατέσκαπτον, ὀργιζόμενοι τοῖς ἔχουσιτὸ Καπιτώλιον, ὅτι καλούντων αὐτῶν οὐχὑπήκουον, ἀλλὰ καὶ προσβάλλουσι πληγὰςἔδοσαν ἀπὸ τοῦ διατειχίσματος ἀμυνόμε-νοι. διὰ ταῦτα μὲν οὖν ἐλυμήναντο τὴνπόλιν καὶ προσδιέφθειραν τοὺς ἁλισκο-μένους, ὁμοίως μὲν ἄνδρας καὶ γυναῖκας,ὁμοίως δὲ καὶ πρεσβύτας καὶ παῖδας.[23] Τῆς δὲ πολιορκίας μῆκος λαμβανού-σης, ἐπισιτισμοῦ τοῖς Γαλάταις ἔδει, καὶδιελόντες αὑτοὺς οἱ μὲν τῷ βασιλεῖ παρα-μένοντες ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ

116

τάραττεν ἡ πολυαρχία τὰ πραττόμενα. καί-τοι πρότερόν γε καὶ πρὸς ἐλάττοναςἀγῶνας εἵλοντο πολλάκις μονάρχους, οὓςδικτάτορας καλοῦσιν, οὐκ ἀγνοοῦντες ὅσονἐστὶν εἰς ἐπισφαλῆ καιρὸν ὄφελος μιᾷ χρω-μένους γνώμῃ πρὸς ἀνυπεύθυνον ἀρχὴν ἐνχερσὶ τὴν δίκην ἔχουσαν εὐτακτεῖν. οὐχἥκιστα δὲ καὶ Κάμιλλος ἀγνωμονηθεὶςἔβλαψε τὰ πράγματα, τοῦ μὴ πρὸς χάρινμηδὲ κολακεύοντας ἄρχειν φοβεροῦ γενο-μένου. προελθόντες οὖν ἀπὸ τῆς πόλεωςσταδίους ἐνενήκοντα παρὰ τὸν Ἀλίαν πο-ταμὸν ηὐλίσθησαν, οὐ πόρρω τοῦ στρατο-πέδου τῷ Θύβριδι συμφερόμενον. ἐνταῦθαδὲ τῶν βαρβάρων ἐπιφανέντων, αἰσχρῶςἀγωνισάμενοι δι' ἀταξίαν ἐτράποντο, καὶτὸ μὲν ἀριστερὸν κέρας εὐθὺς ἐμβαλόντεςεἰς τὸν ποταμὸν οἱ Κελτοὶ διέφθειραν, τὸδὲ δεξιὸν ὑπεκκλῖναν τὴν ἐπιφορὰν ἐκ τοῦπεδίου πρὸς τοὺς λόφους ἧττον ἐξεκόπη,καὶ διεξέπεσον ἀπὸ τούτων εἰς τὴν πόλιν οἱ

105

Ἀρείου πάγου βουλὴν πορίσασαν ὀκτὼδραχμὰς ἑκάστῳ τῶν στρατευομένωναἰτιωτάτην γενέσθαι τοῦ πληρωθῆναι τὰςτριήρεις, Κλείδημος δὲ καὶ τοῦτο τοῦ Θε-μιστοκλέους ποιεῖται στρατήγημα. κατα-βαινόντων γὰρ εἰς Πειραιᾶ τῶν Ἀθηναίων,φησὶν ἀπολέσθαι τὸ Γοργόνειον ἀπὸ τῆςθεοῦ τοῦ ἀγάλματος· τὸν οὖν Θεμιστοκλέαπροσποιούμενον ζητεῖν καὶ διερευνώμενονἅπαντα χρημάτων ἀνευρίσκειν πλῆθος ἐνταῖς ἀποσκευαῖς ἀποκεκρυμμένον, ὧν εἰςμέσον κομισθέντων εὐπορῆσαι τοὺς ἐμβαί-νοντας εἰς τὰς ναῦς ἐφοδίων.ἐκπλεούσης δὲ τῆς πόλεως τοῖς μὲν οἶκτοντὸ θέαμα, τοῖς δὲ θαῦμα τῆς τόλμης παρε-ῖχε, γενεὰς μὲν ἄλλῃ προπεμπόντων,αὐτῶν δ' ἀκάμπτων πρὸς οἰμωγὰς καὶδάκρυα γονέων καὶ περιβολὰς διαπε-ρώντων εἰς τὴν νῆσον. καίτοι πολλοὶ μὲνδιὰ γῆρας ὑπολειπόμενοι τῶν πολιτῶν ἔλε-ον εἶχον· ἦν δέ τις καὶ ἀπὸ τῶν ἡμέρων καὶ

24

ρών, Ἀρνάκην ὄνομα, φράζειν βασιλεῖ κε-λεύσας, ὅτι τοῖς μὲν Ἕλλησι δέδοκται τῷναυτικῷ κεκρατηκότας ἀναπλεῖν εἰς τὸνἙλλήσποντον ἐπὶ τὸ ζεῦγμα καὶ λύειν τὴνγέφυραν, Θεμιστοκλῆς δὲ κηδόμενος βασι-λέως παραινεῖ σπεύδειν ἐπὶ τὴν ἑαυτοῦθάλατταν καὶ περαιοῦσθαι, μέχρις αὐτὸςἐμποιεῖ τινας διατριβὰς τοῖς συμμάχοιςκαὶ μελλήσεις πρὸς τὴν δίωξιν. ταῦθ' ὁβάρβαρος ἀκούσας καὶ γενόμενος περίφο-βος διὰ τάχους ἐποιεῖτο τὴν ἀναχώρησιν.καὶ πεῖραν ἡ Θεμιστοκλέους καὶ Ἀριστεί-δου φρόνησις ἐν Μαρδονίῳ παρέσχεν, εἴγεπολλοστημορίῳ τῆς Ξέρξου δυνάμεως δια-γωνισάμενοι Πλαταιᾶσιν εἰς τὸν περὶ τῶνὅλων κίνδυνον κατέστησαν.[17] πόλεων μὲν οὖν τὴν Αἰγινητῶν ἀρι-στεῦσαί φησιν Ἡρόδοτος, Θεμιστοκλεῖ δέ,καίπερ ἄκοντες ὑπὸ φθόνου, τὸ πρωτεῖονἀπέδοσαν ἅπαντες. ἐπεὶ γὰρ ἀναχωρήσα-ντες εἰς τὸν Ἰσθμὸν ἀπὸ τοῦ βωμοῦ τὴν

37

πολλοί. τοῖς δ' ἄλλοις, ὅσοι τῶν πολεμίωνἀπειπόντων πρὸς τὸν φόνον ἐσώθησαν, εἰςΒηίους αἱ φυγαὶ διὰ νυκτὸς ἦσαν, ὡς τῆςῬώμης οἰχομένης καὶ τῶν ἐκεῖ πάντωνἀπολωλότων.[19] Ἐγένετο δ' ἡ μάχη μετὰ τροπὰς θερι-νὰς περὶ τὴν πανσέληνον, ᾗ καὶ πρότερονἡμέρᾳ μέγα πάθος συνέβη τὸ περὶ τοὺςΦαβίους· τριακόσιοι γὰρ ἐκ τοῦ γένους ἄν-δρες ὑπὸ Τυρρηνῶν ἀνῃρέθησαν. ἐκράτησεδὲ τὴν ἡμέραν ἀπὸ τῆς δευτέρας ἥττηςἈλιάδα μέχρι νῦν καλεῖσθαι διὰ τὸν ποτα-μόν. περὶ δ' ἡμερῶν ἀποφράδων, εἴτε χρὴτίθεσθαί τινας, εἴτε [μὴ] ὀρθῶς Ἡράκλει-τος ἐπέπληξεν Ἡσιόδῳ, τὰς μὲν ἀγαθὰςποιουμένῳ τὰς δὲ φαύλας, ὡς ἀγνοοῦντιφύσιν ἡμέρας ἁπάσης μίαν οὖσαν, ἑτέρωθιδιηπόρηται. τῇ δ' ὑποκειμένῃ γροφῇ τὸμνημονεῦσαι παραδειγμάτων ὀλίγων ἴσωςἂν ἁρμόσειε. τοῦτο μὲν τοίνυν ΒοιωτοῖςἹπποδρομίου μηνός, ὡς δ' Ἀθηναῖοι καλο-

106

τοὺς Ὑπερβορέους καὶ τὴν μεγάληνθάλασσαν. Ἀριστοτέλης δ' ὁ φιλόσοφος τὸμὲν ἁλῶναι τὴν πόλιν ὑπὸ Κελτῶν ἀκριβῶςδῆλός ἐστιν ἀκηκοώς, τὸν δὲ σώσανταΛεύκιον εἶναί φησιν· ἦν δὲ Μᾶρκος, οὐΛεύκιος, ὁ Κάμιλλος. ἀλλὰ ταῦτα μὲνεἰκασμῷ λέλεκται. Κατασχὼν δὲ τὴνῬώμην ὁ Βρέννος τῷ μὲν Καπιτωλίῳφρουρὰν περιέστησεν, αὐτὸς δὲ καταβαί-νων δι' ἀγορᾶς ἐθαύμαζε τοὺς προκαθη-μένους ἄνδρας ἐν κόσμῳ καὶ σιωπῇ θεώμε-νος, ὡς οὔθ' ὑπεξανέστησαν ἐπιόντων πο-λεμίων οὔτ' ὄψιν ἢ χρόαν ἔτρεψαν, ἀλλὰῥᾳθύμως καὶ ἀδεῶς ἐγκεκλιμένοι τοῖς σκί-πωσιν, οὓς ἐφόρουν, καὶ προσβλέποντεςἀλλήλοις ἡσύχαζον. ἦν οὖν θαῦμα τοῖς Γα-λάταις πρὸς τὴν ἀτοπίαν, καὶ πολὺν χρόνονὀκνοῦντες ἅψασθαι καὶ προσελθεῖν ὡςκρείττοσι διηπόρουν. ἐπεὶ δὲ τολμήσας τιςἐξ αὐτῶν ἐγγὺς παρέστη Παπειρίῳ Μανίῳκαὶ προσαγαγὼν τὴν χεῖρα πρᾴως ἥψατο

115

Εὐρώπῃ λάβωμεν.” δυσχεραίνοντος δὲ τοῦἈριστείδου καὶ λέγοντος ὅτι, “νῦν μὲν τρυ-φῶντι τῷ βαρβάρῳ πεπολεμήκαμεν, ἂν δὲκατακλείσωμεν εἰς τὴν Ἑλλάδα καὶ κατα-στήσωμεν εἰς ἀνάγκην ὑπὸ δέους ἄνδρα τη-λικούτων δυνάμεων κύριον, οὐκέτι καθήμε-νος ὑπὸ σκιάδι χρυσῇ θεάσεται τὴν μάχηνἐφ' ἡσυχίας, ἀλλὰ πάντα τολμῶν καὶ πᾶσιναὐτὸς παρὼν διὰ τὸν κίνδυνον ἐπανορθώσε-ται τὰ παρειμένα καὶ βουλεύσεται βέλτιονὑπὲρ τῶν ὅλων· οὐ τὴν οὖσαν οὖν,” ἔφη,“δεῖ γέφυραν, ὦ Θεμιστόκλεις, ἡμᾶς ἀναι-ρεῖν, ἀλλ' ἑτέραν, εἴπερ οἷόν τε, προσκατα-σκευάσαντας ἐκβαλεῖν διὰ τάχους τὸν ἄν-θρωπον ἐκ τῆς Εὐρώπης.” “οὐκοῦν,” εἶπενὁ Θεμιστοκλῆς, “εἰ δοκεῖ ταῦτα συμ-φέρειν, ὥρα σκοπεῖν καὶ μηχανᾶσθαιπάντας ἡμᾶς, ὅπως ἀπαλλαγήσεται τὴν τα-χίστην ἐκ τῆς Ἑλλάδος.”ἐπεὶ δὲ ταῦτα ἔδοξε, πέμπει τινὰ τῶν βασι-λικῶν εὐνούχων ἐν τοῖς αἰχμαλώτοις ἀνευ-

36

συντρόφων ζῴων ἐπικλῶσα γλυκυθυμία,μετ' ὠρυγῆς καὶ πόθου συμπαραθεόντωνἐμβαίνουσι τοῖς ἑαυτῶν τροφεῦσιν. ἐν οἷςἱστορεῖται κύων Ξανθίππου τοῦ Περι-κλέους πατρὸς οὐκ ἀνασχόμενος τὴν ἀπ'αὐτοῦ μόνωσιν ἐναλέσθαι τῇ θαλάττῃ καὶτῇ τριήρει παρανηχόμενος ἐκπεσεῖν εἰς τὴνΣαλαμῖνα καὶ λιποθυμήσας ἀποθανεῖνεὐθύς· οὗ καὶ τὸ δεικνύμενον ἄχρι νῦν καὶκαλούμενον Κυνὸς σῆμα τάφον εἶναι λέγου-σι.[11] ταῦτά τε δὴ μεγάλα τοῦ Θεμιστο-κλέους, καὶ τοὺς πολίτας αἰσθόμενος ποθο-ῦντας Ἀριστείδην καὶ δεδιότας, μὴ δι' ὀρ-γὴν τῷ βαρβάρῳ προσθεὶς ἑαυτὸν ἀνα-τρέψῃ τὰ πράγματα τῆς Ἑλλάδος - ἐξω-στράκιστο γὰρ πρὸ τοῦ πολέμου καταστα-σιασθεὶς ὑπὸ Θεμιστοκλέους - , γράφει ψή-φισμα, τοῖς ἐπὶ χρόνῳ μεθεστῶσιν ἐξεῖναικατελθοῦσι πράττειν καὶ λέγειν τὰ βέλτι-στα τῇ Ἑλλάδι μετὰ τῶν ἄλλων πολιτῶν.

25

ἔδεισεν ἐνέδραν καὶ λόχον, ἀπιστῶν οὕτωπαντάπασιν ἀπειρηκέναι τοὺς Ῥωμαίους.ἐπεὶ δ' ἔγνω τὸ ἀληθές, εἰσελάσας διὰ τῆςΚολλίνης πύλης ἔσχε τὴν πόλιν, ἑξήκοντακαὶ τριακοσίων ἐτῶν πλείονα βραχεῖχρόνον ἀπὸ τῆς κτίσεως ἔχουσαν, εἴ τῳ πι-στὸν ἀποσῴζεσθαί τινα τῶν χρόνων ἀκρί-βειαν, οἷς καὶ περὶ νεωτέρων ἄλλων ἀμφι-σβήτησιν ἡ σύγχυσις ἐκείνη παρέσχε. τοῦμέντοι πάθους αὐτοῦ καὶ τῆς ἁλώσεως ἔοι-κεν ἀμυδρά τις εὐθὺς εἰς τὴν Ἑλλάδαφήμη διελθεῖν. Ἡρακλείδης γὰρ ὁ Ποντι-κὸς οὐ πολὺ τῶν χρόνων ἐκείνων ἀπολει-πόμενος ἐν τῷ Περὶ ψυχῆς συντάγματί φη-σιν ἀπὸ τῆς ἑσπέρας λόγον κατασχεῖν, ὡςστρατὸς ἐξ Ὑπερβορέων ἐλθὼν ἔξωθενᾑρήκοι πόλιν Ἑλληνίδα Ῥώμην, ἐκεῖ πουσυνῳκημένην περὶ τὴν μεγάλην θάλασσαν.οὐκ ἂν οὖν θαυμάσαιμι μυθώδη καὶ πλα-σματίαν ὄντα τὸν Ἡρακλείδην ἀληθεῖλόγῳ τῷ περὶ τῆς ἁλώσεως ἐπικομπάσαι

114

ῦσιν Ἑκατομβαιῶνος, ἱσταμένου πέμπτῃδύο λαβεῖν συνέβη νίκας ἐπιφανεστάτας,αἷς τοὺς Ἕλληνας ἠλευθέρωσαν, τήν τεπερὶ Λεῦκτρα καὶ τὴν ἐπὶ Κερησσῷ, ταύ-της πρότερον ἔτεσι πλείοσιν ἢ διακοσίοις,ὅτε Λατταμύαν καὶ Θεσσαλοὺς ἐνίκησαν·τοῦτο δ' αὖ πάλιν Πέρσαι μηνὸς Βοηδρομι-ῶνος ἕκτῃ μὲν ἐν Μαραθῶνι, τρίτῃ δ' ἐνΠλαταιαῖς ἅμα καὶ περὶ Μυκάλην ἡττήθη-σαν ὑπὸ τῶν Ἑλλήνων, πέμπτῃ δὲ φθίνο-ντος ἐν Ἀρβήλοις. οἱ <δ'> Ἀθηναῖοι καὶτὴν περὶ Νάξον ἐνίκων ναυμαχίαν, ἧς Χα-βρίας ἐστρατήγει, τοῦ Βοηδρομιῶνος περὶτὴν πανσέληνον, ἐν δὲ Σαλαμῖνι περὶ τὰςεἰκάδας, ὡς ἡμῖν ἐν τῷ Περὶ ἡμερῶν ἀπο-δέδεικται. ἐνήνοχε δὲ καὶ ὁ Θαργηλιὼνμὴν τοῖς βαρβάροις ἐπιδήλους ἀτυχίας· καὶγὰρ Ἀλέξανδρος ἐπὶ Γρανικῷ τοὺς βασι-λέως στρατηγοὺς Θαργηλιῶνος ἐνίκησε,καὶ Καρχηδόνιοι περὶ Σικελίαν ὑπὸ Τιμο-λέοντος ἡττῶντο τῇ ἑβδόμῃ φθίνοντος,

107

Εὐρυβιάδου δὲ τὴν μὲν ἡγεμονίαν τῶννεῶν ἔχοντος διὰ τὸ τῆς Σπάρτης ἀξίωμα,μαλακοῦ δὲ περὶ τὸν κίνδυνον ὄντος, αἴρεινδὲ βουλομένου καὶ πλεῖν ἐπὶ τὸν Ἰσθμόν,ὅπου καὶ τὸ πεζὸν ἤθροιστο τῶν Πελοπον-νησίων, ὁ Θεμιστοκλῆς ἀντέλεγεν· ὅτε καὶτὰ μνημονευόμενα λεχθῆναί φασι. τοῦ γὰρΕὐρυβιάδου πρὸς αὐτὸν εἰπόντος· “ὦ Θε-μιστόκλεις, ἐν τοῖς ἀγῶσι τοὺς προεξανι-σταμένους ῥαπίζουσι,” “ναὶ,” εἶπεν ὁ Θε-μιστοκλῆς, “ἀλλὰ τοὺς ἀπολειφθέντας οὐστεφανοῦσιν.” ἐπαραμένου δὲ τὴν βακτηρί-αν ὡς πατάξοντος, ὁ Θεμιστοκλῆς ἔφη·“πάταξον μέν, ἄκουσον δέ.” θαυμάσαντοςδὲ τὴν πρᾳότητα τοῦ Εὐρυβιάδου καὶλέγειν κελεύσαντος, ὁ μὲν Θεμιστοκλῆςἀνῆγεν αὐτὸν ἐπὶ τὸν λόγον. εἰπόντος δέ τι-νος, ὡς ἀνὴρ ἄπολις οὐκ ὀρθῶς διδάσκειτοὺς ἔχοντας ἐγκαταλιπεῖν καὶ προέσθαιτὰς πατρίδας, ὁ Θεμιστοκλῆς ἐπιστρέψαςτὸν λόγον· “ἡμεῖς τοι,” εἶπεν, “ὦ μοχθηρέ,

26

βάνει ναῦν Λυκομήδης, ἀνὴρ Ἀθηναῖος τρι-ηραρχῶν, ἧς τὰ παράσημα περικόψαςἀνέθηκεν Ἀπόλλωνι δαφνηφόρῳ Φλυῆσιν.οἱ δ' ἄλλοι τοῖς βαρβάροις ἐξισούμενοι τὸπλῆθος ἐν στενῷ κατὰ μέρος προσφερο-μένους καὶ περιπίπτοντας ἀλλήλοιςἐτρέψαντο, μέχρι δείλης ἀντισχόντας, ὡςεἴρηκε Σιμωνίδης, τὴν καλὴν ἐκείνην καὶπεριβόητον ἀράμενοι νίκην, ἧς οὔθ' Ἕλλη-σιν οὔτε βαρβάροις ἐνάλιον ἔργον εἴργα-σται λαμπρότερον, ἀνδρείᾳ μὲν καὶ προθυ-μίᾳ κοινῇ τῶν ναυμαχησάντων, γνώμῃ δὲκαὶ δεινότητι τῇ Θεμιστοκλέους.[16] μετὰ δὲ τὴν ναυμαχίαν Ξέρξης μὲν ἔτιθυμομαχῶν πρὸς τὴν ἀπότευξιν ἐπεχείρειδιὰ χωμάτων ἐπάγειν τὸ πεζὸν τοῖς Ἕλλη-σιν εἰς Σαλαμῖνα, ἐμφράξας τὸν διὰ μέσουπόρον· Θεμιστοκλῆς δ' ἀποπειρώμενοςἈριστείδου λόγῳ γνώμην ἐποιεῖτο λύειν τὸζεῦγμα ταῖς ναυσὶν ἐπιπλεύσαντας εἰς Ἑλ-λήσποντον, “ὅπως,” ἔφη, “τὴν Ἀσίαν ἐν τῇ

35

περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι, τοῦΘαργηλιῶνος, ὡς Ἔφορος καὶ Καλλι-σθένης καὶ Δαμάστης καὶ Μάλακος ἱστο-ρήκασιν. ἔμπαλιν δ' ὁ Μεταγειτνιών, ὃνΒοιωτοὶ Πάνημον καλοῦσι, τοῖς Ἕλλησινοὐκ εὐμενὴς γέγονε. τούτου γὰρ τοῦ μηνὸςἑβδόμῃ καὶ τὴν ἐν Κρανῶνι μάχην ἡττη-θέντες ὑπ' Ἀντιπάτρου τελέως ἀπώλοντο,καὶ πρότερον ἐν Χαιρωνείᾳ μαχόμενοιπρὸς Φίλιππον ἠτύχησαν. τῆς δ' αὐτῆςἡμέρας ταύτης ἐν τῷ Μεταγειτνιῶνι κατὰτὸν αὐτὸν ἐνιαυτὸν οἱ μετ' Ἀρχιδάμου δια-βάντες εἰς τὴν Ἰταλίαν ὑπὸ τῶν ἐκεῖ βαρ-βάρων διεφθάρησαν. Καλχηδόνιοι δὲ τὴνἐνάτην φθίνοντος ὡς τὰ πλεῖστα καὶ μέγι-στα τῶν ἀτυχημάτων αὐτοῖς ἀεὶ φέρουσανπαραφυλάττουσιν. οὐκ ἀγνοῶ δ' ὅτι περὶτὸν τῶν μυστηρίων καιρὸν αὖθις Θῆβαί τεκατεσκάφησαν ὑπ' Ἀλεξάνδρου, καὶ μετὰταῦτα φρουρὰν Ἀθηναῖοι Μακεδόνωνἐδέξαντο περὶ αὐτὴν τὴν εἰκάδα τοῦ Βοη-

108

κακοπαθούσας, ταχὺ τὴν γυναῖκα μετὰτῶν παίδων καὶ τῶν χρημάτων καθελὼνἀπὸ τῆς ἁμάξης, ἐκείναις παρέδωκεν ἐπι-βῆναι καὶ διαφυγεῖν εἴς τινα τῶν Ἑλληνί-δων πόλεων. τὴν μὲν οὖν Ἀλβινίου πρὸς τὸθεῖον εὐλάβειαν καὶ τιμὴν ἐν τοῖς ἐπισφα-λεστάτοις καιροῖς ἐκφανῆ γενομένην οὐκἄξιον ἦν ἀμνημόνευτον παρελθεῖν. οἱ δὲτῶν ἄλλων θεῶν ἱερεῖς οἵ τε γηραιοὶ τῶνὑπατικῶν καὶ θριαμβικῶν ἀνδρῶν τὴν μὲνπόλιν ἐκλιπεῖν οὐχ ὑπέμειναν, ἱερὰς δὲ καὶλαμπρὰς ἀναλαβόντες ἐσθῆτας, ἐξηγου-μένου Φαβίου τοῦ ἀρχιερέως, ἐπευξάμενοιτοῖς θεοῖς, ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδοςτῷ δαίμονι καθιεροῦντες, ἐπὶ τῶν ἐλεφα-ντίνων δίφρων ἐν ἀγορᾷ καθῆντο κεκοσμη-μένοι, τὴν ἐπιοῦσαν τύχην ὑπομένοντες.[22] Τρίτῃ δ' ἀπὸ τῆς μάχης ἡμέρᾳ παρῆνὁ Βρέννος ἐπὶ τὴν πόλιν ἄγων τὸ στράτευ-μα, καὶ τάς τε πύλας εὑρὼν ἀνεῳγμέναςκαὶ τὰ τείχη φυλάκων ἔρημα, πρῶτον μὲν

113

πρῳροι προσπεσοῦσαι καὶ συνερείσασαιτοῖς χαλκώμασιν ἐνεσχέθησαν, ἐπιβαίνο-ντα τῆς αὐτῶν τριήρους ὑποστάντες καὶτοῖς δόρασι τύπτοντες εἰς τὴν θάλασσανἐξέβαλον· καὶ τὸ σῶμα μετ' ἄλλων διαφε-ρόμενον ναυαγίων Ἀρτεμισία γνωρίσασαπρὸς Ξέρξην ἀνήνεγκεν.[15] ἐν δὲ τούτῳ τοῦ ἀγῶνος ὄντος φῶςμὲν ἐκλάμψαι μέγα λέγουσιν Ἐλευσινόθεν,ἦχον δὲ καὶ φωνὴν τὸ Θριάσιον κατέχεινπεδίον ἄχρι θαλάττης, ὡς ἀνθρώπων ὁμοῦπολλῶν τὸν μυστικὸν ἐξαγόντων Ἴακχον.ἐκ δὲ τοῦ πλήθους τῶν φθεγγομένων κατὰμικρὸν ἀπὸ γῆς ἀναφερόμενον νέφος ἔδοξεναὖθις ὑπονοστεῖν καὶ κατασκήπτειν εἰς τὰςτριήρεις. ἕτεροι δὲ φάσματα καὶ εἴδωλακαθορᾶν ἔδοξαν ἐνόπλων ἀνδρῶν ἀπ' Αἰγί-νης τὰς χεῖρας ἀνεχόντων πρὸ τῶν Ἑλλη-νικῶν τριηρῶν· οὓς εἴκαζον Αἰακίδας εἶναιπαρακεκλημένους εὐχαῖς πρὸ τῆς μάχηςἐπὶ τὴν βοήθειαν. πρῶτος μὲν οὖν λαμ-

34

τὰς μὲν οἰκίας καὶ τὰ τείχη καταλελοίπα-μεν, οὐκ ἀξιοῦντες ἀψύχων ἕνεκα δουλεύ-ειν, πόλις δ' ἡμῖν ἔστι μεγίστη τῶν Ἑλλη-νίδων, αἱ διακόσιαι τριήρεις, αἳ νῦν μὲνὑμῖν παρεστᾶσι βοηθοὶ σώζεσθαι δι' αὐτῶνβουλομένοις, εἰ δ' ἄπιτε δεύτερον ἡμᾶςπροδόντες, αὐτίκα πεύσεταί τις ἙλλήνωνἈθηναίους καὶ πόλιν ἐλευθέραν καὶ χώρανοὐ χείρονα κεκτημένους ἧς ἀπέβαλον.” τα-ῦτα τοῦ Θεμιστοκλέους εἰπόντος ἔννοιακαὶ δέος ἔσχε τὸν Εὐρυβιάδην τῶν Ἀθηναί-ων, μὴ σφᾶς ἀπολείποντες οἴχονται. τοῦ δ'Ἐρετριέως πειρωμένου τι λέγειν πρὸςαὐτόν, “ἦ γάρ,” ἔφη, “καὶ ὑμῖν περὶ πο-λέμου τίς ἐστι λόγος, οἳ καθάπερ αἱ τευθί-δες μάχαιραν μὲν ἔχετε, καρδίαν δὲ οὐκἔχετε;”[12] λέγεται δ' ὑπό τινων τὸν μὲν Θεμι-στοκλέα περὶ τούτων ἀπὸ τοῦ κατα-στρώματος ἄνωθεν τῆς νεὼς διαλέγεσθαι,γλαῦκα δ' ὀφθῆναι διαπετομένην ἀπὸ δεξι-

27

κατοικήσεως. οἱ δὲ προσποιούμενοί τιπλέον ἐπίστασθαι περὶ τούτων δύο φασὶνοὐ μεγάλους ἀποκεῖσθαι πίθους, [ὧν] τὸνμὲν ἀνεῳγότα καὶ κενὸν, τὸν δὲ πλήρη καὶκατασεσημασμένον, ἀμφοτέρους δὲ ταῖςπαναγέσι μόναις παρθένοις ὁρατούς. ἄλλοιδὲ τούτους διεψεῦσθαι νομίζουσι τῷ τὰπλεῖστα τῶν ἱερῶν τότε τὰς κόρας ἐμβα-λούσας εἰς πίθους δύο κρύψαι κατὰ γῆςὑπὸ τὸν νεὼν τοῦ Κυρίνου, καὶ τὸν τόπονἐκεῖνον ἔτι καὶ νῦν τῶν Πίθων φέρεσθαιτὴν ἐπωνυμίαν.[21] Τὰ δὲ κυριώτατα καὶ μέγιστα τῶν ἱε-ρῶν αὗται λαβοῦσαι φυγῇ παρὰ τὸν ποτα-μὸν ἐποιοῦντο τὴν ἀποχώρησιν. ἐνταῦθαΛεύκιος Ἀλβίνιος ἀνὴρ δημοτικὸς ἐν τοῖςφεύγουσιν ἔτυχε τέκνα νήπια καὶ γυναῖκαμετὰ χρημάτων ἀναγκαίων ἐφ' ἁμάξηςὑπεκκομίζων. ὡς δ' εἶδε τὰς παρθένους, ἐντοῖς κόλποις φερούσας τὰ τῶν θεῶν ἱερά,θεραπείας ἐρήμους παραπορευομένας καὶ

112

δρομιῶνος ᾗ τὸν μυστικὸν Ἴακχον ἐξάγου-σιν. ὁμοίως δὲ Ῥωμαῖοι τῆς αὐτῆς ἡμέραςπρότερον μὲν ὑπὸ Κίμβρων τὸ μετὰ Καιπί-ωνος ἀπέβαλον στρατόπεδον, ὕστερον δὲΛευκόλλου στρατηγοῦντος Ἀρμενίους καὶΤιγράνην ἐνίκησαν. Ἄτταλος δ' ὁ βασιλεὺςκαὶ Πομπήιος Μᾶγνος ἐν τοῖς αὑτῶν γενε-θλίοις ἀπέθανον, καὶ ὅλως ἐστὶ πολλοὺς ἐπ'ἀμφότερα ταῖς αὐταῖς χρησαμένους ἀποδε-ῖξαι περιόδοις. ἀλλὰ Ῥωμαίοις αὕτη μίατῶν μάλιστα ἀποφράδων ἐστί, καὶ διὰ ταύ-την ἑκάστου μηνὸς ἕτεραι δύο, τῆς πρὸς τὸσυμβὰν εὐλαβείας καὶ δεισιδαιμονίας ἐπὶπλέον ὥσπερ εἴωθε ῥυείσης. ταῦτα μὲν οὖνἐν τῷ Περὶ αἰτίων Ῥωμαϊκῶν ἐπιμελέστε-ρον εἴρηται.[20] Μετὰ δὲ τὴν μάχην ἐκείνην εἰ μὲνεὐθὺς ἐπηκολούθησαν οἱ Γαλάται τοῖς φεύ-γουσιν, οὐδὲν ἂν ἐκώλυσε τὴν Ῥώμην ἄρ-δην ἀναιρεθῆναι καὶ πάντας ἀπολέσθαιτοὺς ἐν αὐτῇ καταληφθέντας· τοσοῦτον οἱ

109

ᾶς τῶν νεῶν καὶ τοῖς καρχησίοις ἐπικαθί-ζουσαν· διὸ δὴ καὶ μάλιστα προσέθεντο τῇγνώμῃ καὶ παρεσκευάζοντο ναυμαχήσο-ντες. ἀλλ' ἐπεὶ τῶν πολεμίων ὅ τε στόλοςτῇ Ἀττικῇ κατὰ τὸ Φαληρικὸν προσφε-ρόμενος τοὺς πέριξ ἀπέκρυψεν αἰγιαλούς,αὐτός τε βασιλεὺς μετὰ τοῦ πεζοῦ στρατοῦκαταβὰς ἐπὶ τὴν θάλατταν ἅθρους ὤφθη,τῶν δὲ δυνάμεων ὁμοῦ γενομένων, ἐξεῤῥύ-ησαν οἱ τοῦ Θεμιστοκλέους λόγοι τῶν Ἑλ-λήνων καὶ πάλιν ἐπάπταινον οἱ Πελοποννή-σιοι πρὸς τὸν Ἰσθμόν, εἴ τις ἄλλο τι λέγοιχαλεπαίνοντες, ἐδόκει δὲ τῆς νυκτὸς ἀπο-χωρεῖν καὶ παρηγγέλλετο πλοῦς τοῖς κυ-βερνήταις, ἔνθα δὴ βαρέως φέρων ὁ Θεμι-στοκλῆς, εἰ τὴν ἀπὸ τοῦ τόπου καὶ τῶνστενῶν προέμενοι βοήθειαν οἱ Ἕλληνεςδιαλυθήσονται κατὰ πόλεις, ἐβουλεύετοκαὶ συνετίθει τὴν περὶ τὸν Σίκιννον πραγ-ματείαν. ἦν δὲ τῷ μὲν γένει Πέρσης ὁ Σί-κιννος, αἰχμάλωτος, εὔνους δὲ τῷ Θεμι-

28

στοκλῆς ἢ τὸν τόπον συνιδὼν καὶ φυλάξαςμὴ πρότερον ἀντιπρῴρους καταστῆσαιταῖς βαρβαρικαῖς τὰς τριήρεις, ἢ τὴν εἰω-θυῖαν ὥραν παραγενέσθαι, τὸ πνεῦμα λα-μπρὸν ἐκ πελάγους ἀεὶ καὶ κῦμα διὰ τῶνστενῶν κατάγουσαν· ὃ τὰς μὲν Ἑλληνικὰςοὐκ ἔβλαπτε ναῦς ἁλιτενεῖς οὔσας καὶ τα-πεινοτέρας, τὰς δὲ βαρβαρικὰς ταῖς τεπρύμναις ἀνεστώσας καὶ τοῖς κατα-στρώμασιν ὑψορόφους καὶ βαρείας ἐπιφε-ρομένας ἔσφαλλε προσπῖπτον καὶ παρεδί-δου πλαγίας τοῖς Ἕλλησιν ὀξέως προσφε-ρομένοις καὶ τῷ Θεμιστοκλεῖ προσέχου-σιν, ὡς ὁρῶντι μάλιστα τὸ συμφέρον, καὶὅτι κατ' ἐκεῖνον ὁ Ξέρξου ναύαρχος Ἀρια-μένης ναῦν ἔχων μεγάλην ὥσπερ ἀπὸ τεί-χους ἐτόξευε καὶ ἠκόντιζεν, ἀνὴρ ἀγαθὸςὢν καὶ τῶν βασιλέως ἀδελφῶν πολὺ κράτι-στός τε καὶ δικαιότατος. τοῦτον μὲν οὖνἈμεινίας ὁ Δεκελεὺς καὶ Σωκλῆς ὁ Παια-νιεὺς ὁμοῦ πλέοντες, ὡς αἱ νῆες ἀντί-

33

φεύγοντες ἐνειργάζοντο δεῖμα τοῖς ὑποδε-χομένοις, καὶ τοσαύτης πάλιν ἀνεπίμπλα-ντο ταραχῆς καὶ παραφροσύνης. νυνὶ δ'ἀπιστίᾳ τοῦ μεγέθους τῆς νίκης οἱ βάρβα-ροι καὶ πρὸς εὐπάθειαν ἐκ τοῦ περιχαροῦςἅμα καὶ νεμήσεις τῶν ἑαλωκότων ἐν τῷστρατοπέδῳ χρημάτων τραπόμενοι, τῷμὲν ἐκπίπτοντι τῆς πόλεως ὄχλῳῥᾳστώνην φυγῆς παρέσχον, ἐλπίσαι δ' ἔτικαὶ παρασκευάσασθαι τοῖς ὑπομένουσι.τὴν γὰρ ἄλλην πόλιν προέμενοι, τὸ Καπι-τώλιον ἐφράξαντο βέλεσι καὶ διατειχίσμα-σιν. ἐν πρώτοις δὲ τῶν ἱερῶν ἃ μὲν εἰς τὸΚαπιτώλιον ἀνεσκευάσαντο, τὰ δὲ τῆςἙστίας αἱ παρθένοι μετὰ τῶν ἱερέων ἔφευ-γον ἁρπασάμεναι. καίτοι τινὲς οὐδὲν εἶναιτὸ φρουρούμενον ὑπ' αὐτῶν ἕτερον ἢ τὸπῦρ ἄφθιτον ἱστοροῦσι, Νομᾶ τοῦ βασι-λέως καταστήσαντος ὡς ἀρχὴν ἁπάντωνσέβεσθαι. κινητικώτατον γὰρ ἐν τῇ φύσειτοῦτο· κίνησις δέ τις ἢ σύν τινι κινήσει

110

πάντως ἡ γένεσις· τὰ δ' ἄλλα τῆς ὕληςμόρια θερμότητος ἐπιλειπούσης ἀργὰ κεί-μενα καὶ νεκροῖς ἐοικότα ποθεῖ τὴν τοῦ πυ-ρὸς δύναμιν ὡς ψυχήν, καὶ προσελθούσηςἁμῶς γέ πως ἐπὶ τὸ δρᾶν τι καὶ πάσχειντρέπεται. τοῦτ' οὖν ἅτε δὴ περιττὸν ἄνδρατὸν Νομᾶν καὶ λόγον ἔχοντα ταῖς Μούσαιςσυνεῖναι διὰ σοφίαν ἐξοσιῶσαι καὶ φρουρε-ῖν ἀκοίμητον ἐν εἰκόνι τῆς τὰ πάντα κο-σμούσης ἀιδίου δυνάμεως. οἱ δὲ τὸ μὲν πῦρὥσπερ παρ' Ἕλλησι πρὸ ἱερῶν αἴθεσθαικαθάρσιον, ἄλλα δὲ τὰ ἐντὸς ἀθέατα κρύ-πτεσθαι πᾶσι, πλὴν ταῖς παρθένοις ταύταιςἃς Ἑστιάδας ἐπονομάζουσι. καὶ πλεῖστοςμὲν λόγος κατέχει τὸ Τρωικὸν ἐκεῖ Παλ-λάδιον ἀποκεῖσθαι δι' Αἰνείου κομισθὲν εἰςἸταλίαν· εἰσὶ δ' οἱ τὰ Σαμοθρᾴκια μυθολο-γοῦντες Δάρδανον μὲν εἰς Τροίαν ἐξενε-γκάμενον ὀργιάσαι καὶ καθιερῶσαι κτίσα-ντα τὴν πόλιν, Αἰνείαν δὲ περὶ τὴν ἅλωσινἐκκλέψαντα διασῶσαι μέχρι τῆς ἐν Ἰταλίᾳ

111

λόγων ἤ τῶν εὐλόγων τὴν σωτηρίαν ἐλπί-ζοντες οἱ πολλοὶ τὸν θεὸν ἅμα κοινῇ κατε-καλοῦντο φωνῇ καὶ τοὺς αἰχμαλώτους τῷβωμῷ προσαγαγόντες ἠνάγκασαν, ὡς ὁμάντις ἐκέλευσε, τὴν θυσίαν συντελε-σθῆναι. ταῦτα μὲν οὖν ἀνὴρ φιλόσοφος καὶγραμμάτων οὐκ ἄπειρος ἱστορικῶν Φανίαςὁ Λέσβιος εἴρηκε.[14] περὶ δὲ τοῦ πλήθους τῶν βαρβαρικῶννεῶν Αἰσχύλος ὁ ποιητὴς ὡς ἂν εἰδὼς καὶδιαβεβαιούμενος ἐν τραγῳδίᾳ Πέρσαιςλέγει ταῦτα·Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦνὧν ἦγε πλῆθος· αἱ δ' ὑπέρκομποι τάχειἑκατὸν δὶς ἦσαν ἑπτά θ'· ὧδ' ἔχει λόγος.τῶν δ' Ἀττικῶν ἑκατὸν ὀγδοήκοντα τὸπλῆθος οὐσῶν ἑκάστη τοὺς ἀπὸ τοῦ κατα-στρώματος μαχομένους ὀκτωκαίδεκαεἶχεν, ὧν τοξόται τέσσαρες ἦσαν, οἱ λοιποὶδ' ὁπλῖται.δοκεῖ δ' οὐκ ἧττον εὖ τὸν καιρὸν ὁ Θεμι-

32

στοκλεῖ καὶ τῶν τέκνων αὐτοῦ παιδαγω-γός. ὃν ἐκπέμπει πρὸς τὸν Ξέρξην κρύφα,κελεύσας λέγειν, ὅτι Θεμιστοκλῆς ὁ τῶνἈθηναίων στρατηγὸς αἱρούμενος τὰ βασι-λέως ἐξαγγέλλει πρῶτος αὐτῷ τοὺς Ἕλλη-νας ἀποδιδράσκοντας, καὶ διακελεύεται μὴπαρεῖναι φυγεῖν αὐτοῖς, ἀλλ' ἐν ᾧ ταράττο-νται τῶν πεζῶν χωρὶς ὄντες ἐπιθέσθαι καὶδιαφθεῖραι τὴν ναυτικὴν δύναμιν. ταῦτα δ'ὁ Ξέρξης ὡς ἀπ' εὐνοίας λελεγμένα δε-ξάμενος ἥσθη, καὶ τέλος εὐθὺς ἐξέφερεπρὸς τοὺς ἡγεμόνας τῶν νεῶν, τὰς μὲν ἄλ-λας πληροῦν καθ' ἡσυχίαν, διακοσίαις δ'ἀναχθέντας ἤδη περιβαλέσθαι τὸν πόρον ἐνκύκλῳ πάντα καὶ διαζῶσαι τὰς νήσους,ὅπως ἐκφύγοι μηδεὶς τῶν πολεμίων. τού-των δὲ πραττομένων Ἀριστείδης ὁ Λυσι-μάχου πρῶτος αἰσθόμενος ἧκεν ἐπὶ τὴνσκηνὴν τοῦ Θεμιστοκλέους, οὐκ ὢν φίλος,ἀλλὰ καὶ δι' ἐκεῖνον ἐξωστρακισμένος,ὥσπερ εἴρηται· προελθόντι δὲ τῷ Θεμιστο-

29

τῶν ἔξοδον, ὡς κατήπειγον οἱ ἄρχοντες,ἀλλήλους ἀνακαλούντων καὶ μόλις εἰς τὴντάξιν καθισταμένων. ἐπελθόντας δὲ τῷχάρακι τῶν πολεμίων οὐ προσδεχομένωνκαὶ καθευδόντων, ἑλεῖν τὸ στρατόπεδονκαὶ διαφθεῖραι τοὺς πλείστους. τοῦτο δὲγενέσθαι ταῖς νῦν Ἰουλίαις, τότε δὲ Κυϊντι-λίαις νώναις, καὶ τὴν ἀγομένην ἑορτὴνὑπόμνημα τῆς πράξεως ἐκείνης εἶναι.πρῶτον μὲν γὰρ ἐξιόντες ἀθρόοι διὰ τῆςπύλης πολλὰ τῶν ἐπιχωρίων καὶ κοινῶνὀνομάτων βοῇ φθέγγονται, Γάιον, Μᾶρκον,Λούκιον καὶ τὰ τούτοις ὅμοια, μιμούμενοιτὴν τότε γενομένην μετὰ σπουδῆς ἀλλήλωνἀνάκλησιν. ἔπειτα κεκοσμημέναι λαμπρῶςαἱ θεραπαινίδες περιίασι παίζουσαι διὰσκωμμάτων εἰς τοὺς ἀπαντῶντας. γίνεταιδὲ καὶ μάχη τις αὐταῖς πρὸς ἀλλήλας, ὡςκαὶ τότε τοῦ πρὸς τοὺς Λατίνους ἀγῶνοςσυνεπιλαμβανομέναις. ἑστιώμεναι δὲ κα-θέζονται κλάδοις συκῆς σκιαζόμεναι, καὶ

140

τῶν πολεμίων ἐχόντων τὴν πόλιν, ἄγγελονεἰς τὴν ἀκρόπολιν παρεισελθεῖν.[25] Ἦν δέ τις ἐν τοῖς νέοις Πόντιος Κομί-νιος, τῶν μέσων κατὰ γένος πολιτῶν,δόξης δὲ καὶ τιμῆς ἐραστής. οὗτος ὑπέστητὸν ἆθλον ἑκούσιος, καὶ γράμματα μὲν οὐκἔλαβε πρὸς τοὺς ἐν τῷ Καπιτωλίῳ, μὴ λη-φθέντος αὐτοῦ φωράσωσιν οἱ πολέμιοι δι'αὐτῶν τοῦ Καμίλλου τὴν διάνοιαν, ἐσθῆταδὲ φαύλην ἔχων καὶ φελλοὺς ὑπ' αὐτῇ κο-μίζων, τὴν μὲν ἄλλην ὁδὸν ἡμέρας ἀδεῶςδιῆλθεν, ἐγγὺς δὲ τῆς πόλεως γενόμενοςἤδη σκοταῖος, ἐπεὶ κατὰ γέφυραν οὐκ ἦντὸν ποταμὸν περᾶσαι τῶν βαρβάρων παρα-φυλαττόντων, τὴν μὲν ἐσθῆτα τῇ κεφαλῇπερισπειράσας, οὐ πολλὴν οὖσαν οὐδὲ βα-ρεῖαν, τοῖς δὲ φελλοῖς ἐφεὶς τὸ σῶμα καὶσυνεπικουφίζων <ἐν> τῷ περαιοῦσθαι,πρὸς τὴν πόλιν ἐξέβη, καὶ παραλλάττωνἀεὶ τοὺς ἐγρηγορότας, τοῖς φέγγεσι καὶ τῷθορύβῳ τεκμαιρόμενος, ἐβάδιζε πρὸς τὴν

121

κλεῖ φράζει τὴν κύκλωσιν. ὁ δὲ τήν τε ἄλ-λην καλοκαγαθίαν τοῦ ἀνδρὸς εἰδὼς καὶτῆς τότε παρουσίας ἀγάμενος λέγει τὰπερὶ τὸν Σίκιννον αὐτῷ καὶ παρεκάλει τῶνἙλλήνων συνεπιλαμβάνεσθαι καὶ συμπρο-θυμεῖσθαι πίστιν ἔχοντα μᾶλλον, ὅπως ἐντοῖς στενοῖς ναυμαχήσωσιν. ὁ μὲν οὖν Ἀρι-στείδης ἐπαινέσας τὸν Θεμιστοκλέα τοὺςἄλλους ἐπῄει στρατηγοὺς καὶ τριηράρχουςἐπὶ τὴν μάχην παροξύνων. ἔτι δ' ὅμως ἀπι-στούντων ἐφάνη Τηνία τριήρης αὐτόμολος,ἧς ἐναυάρχει Παναίτιος, ἀπαγγέλλουσατὴν κύκλωσιν, ὥστε καὶ θυμῷ τοὺς Ἕλλη-νας ὁρμῆσαι μετὰ τῆς ἀνάγκης πρὸς τὸνκίνδυνον.[13] ἅμα δ' ἡμέρᾳ Ξέρξης μὲν ἄνω κα-θῆστο τὸν στόλον ἐποπτεύων καὶ τὴν πα-ράταξιν, ὡς μὲν Φανόδημός φησιν, ὑπὲρτὸ Ἡράκλειον, ᾗ βραχεῖ πόρῳ διείργεταιτῆς Ἀττικῆς ἡ νῆσος, ὡς δ' Ἀκεστόδωρος,ἐν μεθορίῳ τῆς Μεγαρίδος ὑπὲρ τῶν κα-

30

λουμένων Κεράτων, χρυσοῦν δίφρον θέμε-νος καὶ γραμματεῖς πολλοὺς παραστησάμε-νος, ὧν ἔργον ἦν ἀπογράφεσθαι τὰ κατὰτὴν μάχην πραττόμενα. Θεμιστοκλεῖ δὲπαρὰ τὴν ναυαρχίδα τριήρη σφαγιαζομένῳτρεῖς προσήχθησαν αἰχμάλωτοι, κάλλιστοιμὲν ἰδέσθαι τὴν ὄψιν, ἐσθῆσι δὲ καὶ χρυσῷκεκοσμημένοι διαπρεπῶς. ἐλέγοντο δὲΣανδαύκης παῖδες εἶναι τῆς βασιλέωςἀδελφῆς καὶ Ἀρταΰκτου. τούτους ἰδὼνΕὐφραντίδης ὁ μάντις, ὡς ἅμα μὲν ἀνέλαμ-ψεν ἐκ τῶν ἱερῶν μέγα καὶ περιφανὲς πῦρ,ἅμα δὲ πταρμὸς ἐκ δεξιῶν ἐσήμηνε, τὸνΘεμιστοκλέα δεξιωσάμενος ἐκέλευσε τῶννεανίσκων κατάρξασθαι καὶ καθιερεῦσαιπάντας ὠμηστῇ Διονύσῳ προσευξάμενον·οὕτω γὰρ ἅμα σωτηρίαν τε καὶ νίκην ἔσε-σθαι τοῖς Ἕλλησιν. ἐκπλαγέντος δὲ τοῦΘεμιστοκλέους ὡς μέγα τὸ μάντευμα καὶδεινόν, οἷον εἴωθεν ἐν μεγάλοις ἀγῶσι καὶπράγμασι χαλεποῖς, μᾶλλον ἐκ τῶν παρα-

31

Καρμεντίδα πύλην· ἣ πλείστην εἶχεν ἡσυ-χίαν, καὶ μάλιστα κατ' αὐτὴν ὄρθιος ὁ τοῦΚαπιτωλίου λόφος ἀνέστηκε καὶ πέτρα κύ-κλῳ πολλὴ καὶ τραχεῖα περιπέφυκε· δι' ἧςἀνέβη λαθὼν καὶ προσέμειξε τοῖς φυλάτ-τουσι τὸ διατείχισμα χαλεπῶς καὶ μόλιςκατὰ τὸ λαγαρώτατον. ἀσπασάμενος δὲτοὺς ἄνδρας καὶ φράσας ἑαυτὸν ἐξ ὀνόμα-τος, ἀναληφθεὶς ἐχώρει πρὸς τοὺς ἐν τέλειτῶν Ῥωμαίων. ταχὺ δὲ συγκλήτου γενο-μένης, παρελθὼν τήν τε νίκην ἀπήγγελλετοῦ Καμίλλου πρότερον οὐ πυθομένοις, καὶτὰ δοκοῦντα τοῖς στρατιώταις διηγεῖτο,καὶ παρεκάλει βεβαιῶσαι τῷ Καμίλλῳ τὴνἀρχήν, ὡς μόνῳ πεισομένων ἐκείνῳ τῶνἔξω πολιτῶν. οἱ δ' ἀκούσαντες καὶ βουλευ-σάμενοι τόν τε Κάμιλλον ἀποδεικνύουσι δι-κτάτορα, καὶ τὸν Πόντιον αὖθις ἀπο-πέμπουσι, τὴν αὐτὴν ὁδὸν ὁμοίως ἀγαθῇτύχῃ χρησάμενον· ἔλαθε γὰρ τοὺς πολεμί-ους καὶ τὰ παρὰ τῆς βουλῆς ἀπήγγελλε

122

τὴν αἴτησιν τῶν γυναικῶν ὑπώπτευον ἐξο-μήρευσιν εἶναι, τοῦ δ' εὐπρεποῦς χάριν ἐπι-γαμίαν καλεῖσθαι -- , θεραπαινίδα τοὔνομαΤουτούλαν, ὡς δ' ἔνιοι λέγουσι Φιλωτίδα,τοῖς ἄρχουσι παραινέσαι πέμπειν σὺν αὐτῇτῶν δμωίδων τὰς ἐν ὥρᾳ μάλιστα καὶ ταῖςὄψεσιν ἐλευθερίους, κοσμήσαντας ὡς νύμ-φας εὐγενεῖς, τὰ λοιπὰ δ' αὐτῇ μελήσειν.πεισθέντας δὲ τοὺς ἄρχοντας ἐπιλέξασθαιτῶν θεραπαινίδων ὅσας ἐκείνη πρὸς τὴνχρείαν ἐδοκίμασε, καὶ κοσμήσαντας ἐσθῆτικαὶ χρυσῷ παραδοῦναι τοῖς Λατίνοις, οὐπάνυ πρόσω τῆς πόλεως στρατοπεδεύουσι.νύκτωρ δὲ τὰς μὲν ἄλλας ὑφελέσθαι τὰ ἐγ-χειρίδια τῶν πολεμίων, τὴν δ' εἴτε Τουτού-λαν εἴτε Φιλωτίδα προσβᾶσαν ἐρινεῷ με-γάλῳ καὶ παρατείνασαν ὀπίσω τὸ ἱμάτιονἆραι πυρσὸν εἰς τὴν Ῥώμην, ὥσπερ ἦναὐτῇ συγκείμενον πρὸς τοὺς ἄρχοντας,οὐδενὸς ἄλλου τῶν πολιτῶν εἰδότος. δι' ὃκαὶ θορυβώδη γενέσθαι τὴν τῶν στρατιω-

139

σειε πρὸς ἐκεῖνον ἀναπέμπεσθαι· μεγάλουςγὰρ ἀμφοτέρους εἶναί τε καὶ λέγεσθαι βα-σιλέας. ἀκούσας δ' ὁ Πέρσης, ἐκείνῳ μὲνοὐδὲν ἀπεκρίνατο, καίπερ θαυμάσας τὸφρόνημα καὶ τὴν τόλμαν αὐτοῦ· μακαρίσαςδὲ πρὸς τοὺς φίλους ἑαυτόν, ὡς ἐπ' εὐτυχίᾳμεγίστῃ, καὶ κατευξάμενος ἀεὶ τοῖς πολε-μίοις τοιαύτας φρένας διδόναι τὸν Ἀρι-μάνιον, ὅπως ἐλαύνωσι τοὺς ἀρίστους ἐξἑαυτῶν, θῦσαί τε τοῖς θεοῖς λέγεται καὶπρὸς πόσιν εὐθὺς τραπέσθαι καὶ νύκτωρὑπὸ χαρᾶς διὰ μέσων τῶν ὕπνων βοῆσαιτρίς· “ἔχω Θεμιστοκλέα τὸν Ἀθηναῖον.”[29] ἅμα δ' ἡμέρᾳ συγκαλέσας τοὺς φίλουςεἰσῆγεν αὐτὸν οὐδὲν ἐλπίζοντα χρηστὸν ἐξὧν ἑώρα τοὺς ἐπὶ θύραις, ὡς ἐπύθοντο το-ὔνομα παρόντος αὐτοῦ, χαλεπῶς διακει-μένους καὶ κακῶς λέγοντας. ἔτι δὲ Ῥω-ξάνης ὁ χιλίαρχος, ὡς κατ' αὐτὸν ἦν ὁ Θε-μιστοκλῆς προσιών, καθημένου βασιλέωςκαὶ τῶν ἄλλων σιωπώντων, ἀτρέμα στε-

60

τῶν Ἑλλήνων δύνασθαι· τοῖς μὲν γὰρ Ἕλ-λησιν ἐπιτάττειν Ἀθηναίους, Ἀθηναίοις δ'αὐτόν, αὐτῷ δὲ τὴν ἐκείνου μητέρα, τῇ μη-τρὶ δ' ἐκεῖνον.ἴδιος δέ τις ἐν πᾶσι βουλόμενος εἶναι χωρί-ον μὲν πιπράσκων ἐκέλευε κηρύττειν, ὅτικαὶ γείτονα χρηστὸν ἔχει· τῶν δὲ μνω-μένων αὐτοῦ τὴν θυγατέρα τὸν ἐπιεικῆ τοῦπλουσίου προκρίνας ἔφη ζητεῖν ἄνδρα χρη-μάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀν-δρός. ἐν μὲν οὖν τοῖς ἀποφθέγμασι τοιο-ῦτός τις ἦν.[19] γενόμενος δ' ἀπὸ τῶν πράξεων ἐκεί-νων εὐθὺς ἐπεχείρει τὴν πόλιν ἀνοικοδομε-ῖν καὶ τειχίζειν, ὡς μὲν ἱστορεῖ Θεόπο-μπος, χρήμασι πείσας μὴ ἐναντιωθῆναιτοὺς ἐφόρους, ὡς δ' οἱ πλεῖστοι, παρακρου-σάμενος. ἧκε μὲν γὰρ εἰς Σπάρτην ὄνομαπρεσβείας ἐπιγραψάμενος· ἐγκαλούντων δὲτῶν Σπαρτιατῶν, ὅτι τειχίζουσι τὸ ἄστυ,καὶ Πολυάρχου κατηγοροῦντος ἐπίτηδες ἐξ

41

[33] Οὔπω δὲ τῆς περὶ ταῦτα πεπαυμένοιςἀσχολίας αὐτοῖς ἐπιπίπτει πόλεμος, Αἰκα-νῶν μὲν ἅμα καὶ Οὐολούσκων καὶ Λατί-νων εἰς τὴν χώραν ἐμβαλόντων, Τυρρηνῶνδὲ πολιορκούντων Σούτριον, συμμαχίδαῬωμαίων πόλιν. ἐπειδὴ δ' οἱ τὴν ἡγεμονί-αν ἔχοντες χιλίαρχοι στρατοπεδευσάμενοιπερὶ τὸ Μαίκιον ὄρος ὑπὸ τῶν Λατίνωνἐπολιορκοῦντο καὶ κινδυνεύοντες ἀποβαλε-ῖν τὸ στρατόπεδον εἰς Ῥώμην ἔπεμψαν,ἀποδείκνυται τὸ τρίτον Κάμιλλος δι-κτάτωρ. Περὶ τούτου τοῦ πολέμου διττοὶλόγοι λέγονται· δίειμι δὲ τὸν μυθώδηπρότερον. φασὶ τοὺς Λατίνους, εἴτε προ-φάσει χρωμένους, εἴτε βουλομένους ὡςἀληθῶς ἀναμείξασθαι τὰ γένη πάλιν ἐξὑπαρχῆς, πέμψαντας αἰτεῖν παρὰ τῶν Ῥω-μαίων παρθένους ἐλευθέρας καὶ γυναῖκας.ἀπορούντων δὲ τῶν Ῥωμαίων τί χρὴ ποιε-ῖν -- καὶ γὰρ τὸν πόλεμον ὠρρώδουν οὔπωκαθεστῶτες οὐδ' ἀνειληφότες αὑτούς, καὶ

138

τοῖς ἔξω Ῥωμαίοις.[26] Ἐκείνων δὲ δεξαμένων προθύμως,ἀφικόμενος ὁ Κάμιλλος ἤδη μὲν ἐν ὅπλοιςδισμυρίους κατέλαβε, πλείονας δὲ συνῆγενἀπὸ τῶν συμμάχων καὶ παρεσκευάζετοπρὸς τὴν ἐπίθεσιν. [οὕτω μὲν ᾑρέθη δι-κτάτωρ ὁ Κάμιλλος τὸ δεύτερον καὶ πορευ-θεὶς εἰς Βηίους ἐνέτυχε τοῖς στρατιώταιςκαὶ συνῆγε πλείους ἀπὸ τῶν συμμάχων ὡςἐπιθησόμενος τοῖς πολεμίοις.] ἐν δὲ τῇῬώμῃ τῶν βαρβάρων τινὲς ἐκείνῃ κατὰτύχην παρεξιόντες ᾗ διὰ νυκτὸς ὁ Πόντιοςπροσέβη τῷ Καπιτωλίῳ, καταμαθόντεςπολλαχῇ μὲν ἴχνη τῶν ποδῶν καὶ τῶν χει-ρῶν, ὡς ἀντελαμβάνετο καὶπεριεδράττετο, πολλαχῇ δὲ τῶν ἐπιπεφυ-κότων τοῖς κρημνοῖς ἀποτριβὰς καὶ περιο-λισθήσεις τῶν γεωδῶν, φράζουσι τῷ βασι-λεῖ, κἀκεῖνος ἐπελθὼν καὶ θεασάμενος,τότε μὲν ἡσύχαζεν, ἑσπέρας δὲ τοὺς ἐλα-φροτάτους τοῖς σώμασι καὶ πεφυκότας

123

Αἰγίνης ἀποσταλέντος, ἠρνεῖτο καὶ πέμ-πειν ἐκέλευεν εἰς Ἀθήνας τοὺς κατοψο-μένους, ἅμα μὲν ἐμβάλλων τῷ τειχισμῷχρόνον ἐκ τῆς διατριβῆς, ἅμα δὲ βουλόμε-νος ἀντ' αὐτοῦ τοὺς πεμπομένους ὑπάρχειντοῖς Ἀθηναίοις. ὃ καὶ συνέβη· γνόντες γὰροἱ Λακεδαιμόνιοι τὸ ἀληθὲς οὐκ ἠδίκησαναὐτόν, ἀλλ' ἀδήλως χαλεπαίνοντες ἀπέπεμ-ψαν.ἐκ δὲ τούτου τὸν Πειραιᾶ κατεσκεύαζε,τὴν τῶν λιμένων εὐφυΐαν κατανοήσας καὶτὴν πόλιν ὅλην ἁρμοττόμενος πρὸς τὴνθάλατταν, καὶ τρόπον τινὰ τοῖς παλαιοῖςβασιλεῦσι τῶν Ἀθηναίων ἀντιπολιτευόμε-νος. ἐκεῖνοι μὲν γάρ, ὡς λέγεται, πραγμα-τευόμενοι τοὺς πολίτας ἀποσπάσαι τῆς θα-λάττης καὶ συνεθίσαι ζῆν μὴ πλέοντας,ἀλλὰ τὴν χώραν φυτεύοντας, τὸν περὶ τῆςἈθηνᾶς διέδοσαν λόγον, ὡς ἐρίσαντα περὶτῆς χώρας τὸν Ποσειδῶ δείξασα τὴν μορί-αν τοῖς δικασταῖς ἐνίκησε. Θεμιστοκλῆς δ'

42

εἶπεν· “ἥκω σοι, βασιλεῦ, Θεμιστοκλῆς ὁἈθηναῖος ἐγὼ φυγὰς ὑφ' Ἑλλήνων διω-χθείς, ᾧ πολλὰ μὲν ὀφείλουσι Πέρσαικακά, πλείω δὲ ἀγαθὰ κωλύσαντι τὴν δίω-ξιν, ὅτε τῆς Ἑλλάδος ἐν ἀσφαλεῖ γενο-μένης παρέσχε τὰ οἴκοι σωζόμενα χαρίσα-σθαί τι καὶ ὑμῖν. ἐμοὶ μὲν οὖν πάνταπρέποντα ταῖς παρούσαις συμφοραῖς ἐστι,καὶ παρεσκευασμένος ἀφῖγμαι δέξασθαί τεχάριν εὐμενῶς διαλλαττομένου καὶ παραι-τεῖσθαι μνησικακοῦντος ὀργῆν· σὺ δὲ τοὺςἐμοὺς ἐχθροὺς μάρτυρας θέμενος ὧν εὐερ-γέτησα Πέρσας, νῦν ἀπόχρησαι ταῖς ἐμαῖςτύχαις πρὸς ἐπίδειξιν ἀρετῆς μᾶλλον ἢπρὸς ἀποπλήρωσιν ὀργῆς. σώσεις μὲν γὰρἱκέτην σόν, ἀπολεῖς δ' Ἑλλήνων πολέμιονγενόμενον.” ταῦτ' εἰπὼν ὁ Θεμιστοκλῆςἐπεθείασε τῷ λόγῳ προσδιελθὼν τὴν ὄψιν,ἣν εἶδεν ἐν Νικογένους, καὶ τὸ μάντευματοῦ Δωδωναίου Διός, ὡς κελευσθεὶς πρὸςτὸν ὁμώνυμον τοῦ θεοῦ βαδίζειν συμφρονή-

59

ὀρειβατεῖν μάλιστα τῶν Κελτῶν συναγα-γών, "τὴν μὲν ὁδὸν" εἶπεν "ἡμῖν ἐφ' ἑαυτο-ὺς ἀγνοουμένην οἱ πολέμιοι δεικνύουσιν ὡςοὔτ' ἀπόρευτος οὔτ' ἄβατος ἀνθρώποιςἐστίν, αἰσχύνη δὲ πολλὴ τὴν ἀρχὴν ἔχο-ντας ἐλλείπειν πρὸς τὸ τέλος καὶ προέσθαιτὸν τόπον ὡς ἀνάλωτον, αὐτῶν τῶν πολε-μίων ᾗ ληπτός ἐστι διδασκόντων. ᾗ γὰρ ἑνὶπροσβῆναι ῥᾴδιον, οὐδὲ πολλοῖς καθ' ἕναδύσκολον, ἀλλὰ καὶ ῥώμη καὶ βοήθεια πολ-λὴ μετ' ἀλλήλων ἐπιχειροῦσι. δωρεαὶ δὲκαὶ τιμαὶ πρέπουσαι τῆς ἀνδραγαθίαςἑκάστῳ δοθήσονται."[27] Τοιαῦτα τοῦ βασιλέως διαλεχθέντος,ὑπέστησαν οἱ Γαλάται προθύμως, καὶ περὶμέσας νύκτας ἐπιβάντες ἅμα πολλοὶ τῆςπέτρας ἐχώρουν ἄνω μετὰ σιωπῆς, ἐμ-φυόμενοι τοῖς χωρίοις ἀποτόμοις οὖσι καὶχαλεποῖς, οὐ μὴν ἀλλὰ καὶ μᾶλλον ἢ προ-σεδοκήθη πειρωμένων αὐτῶν προσιεμένοιςκαὶ παρείκουσιν, ὥστε τοὺς πρώτους ἁψα-

124

γκεχυμένων ἁπάντων, ὡς ἧκον ἐπὶ τὴν κα-λιάδα τοῦ Ἄρεως περιοδεύοντες τὸ Πα-λάτιον, αὐτὴν μὲν ὡς τἆλλα διεφθαρμένηνκαὶ κατακεκαυμένην εὗρον ὑπὸ τῶν πολε-μίων, σκευωρούμενοι δὲ καὶ καθαίροντεςτὸ χωρίον, ἐντυγχάνουσι τῷ μαντικῷ ξύλῳτοῦ Ῥωμύλου, κατὰ τέφρας πολλῆς καὶβαθείας καταδεδυκότι. τοῦτο δ' ἔστι μὲνἐπικαμπὲς ἐκ θατέρου πέρατος, καλεῖταιδὲ λίτυον· χρῶνται δ' αὐτῷ πρὸς τὰς τῶνπλινθίων ὑπογραφάς, ὅταν ἐπ' ὄρνισι δια-μαντευόμενοι καθέζωνται, ὡς κἀκεῖνοςἐχρῆτο μαντικώτατος ὤν. ἐπειδὴ δ' ἐξ ἀν-θρώπων ἠφανίσθη, παραλαβόντες οἱ ἱερεῖςτὸ ξύλον ὥσπερ ἄλλο τι τῶν ἱερῶν ἄψαυ-στον ἐφύλαττον. τοῦτο δὴ τότε τῶν ἄλλωνἀπολωλότων ἀνευρόντες διαπεφευγὸς τὴνφθοράν, ἡδίους ἐγένοντο ταῖς ἐλπίσιν ὑπὲρτῆς Ῥώμης, ὡς ἀίδιον αὐτῇ τὴν σωτηρίαντοῦ σημείου βεβαιοῦντος.

137

τὴν βασιλέως, ὦ Ἀρτάβανε, φήμην καὶ δύ-ναμιν αὐξήσων ἀφῖγμαι, καὶ αὐτός τε πεί-σομαι τοῖς ὑμετέροις νόμοις, ἐπεὶ θεῷ τῷμεγαλύνοντι Πέρσας οὕτω δοκεῖ, καὶ δι'ἐμὲ πλείονες τῶν νῦν βασιλέα προσκυνή-σουσιν. ὥστε τοῦτο μηδὲν ἐμποδὼν ἔστωτοῖς λόγοις, οὓς βούλομαι πρὸς ἐκεῖνονεἰπεῖν.” “τίνα δ',” εἶπεν ὁ Ἀρτάβανος,“Ἑλλήνων ἀφῖχθαί σε φῶμεν; οὐ γὰρἰδιώτῃ τὴν γνώμην ἔοικας.” καὶ ὁ Θεμι-στοκλῆς· “τοῦτ' οὐκέτ' ἄν,” ἔφη, “πύθοιτότις, Ἀρτάβανε, πρότερος βασιλέως.” οὕτωμὲν ὁ Φανίας φησίν. ὁ δ' Ἐρατοσθένης ἐντοῖς Περὶ πλούτου προσιστόρησε, διὰ γυ-ναικὸς Ἐρετρικῆς, ἣν ὁ χιλίαρχος εἶχε, τῷΘεμιστοκλεῖ τὴν πρὸς αὐτὸν ἔντευξιν γε-νέσθαι καὶ σύστασιν.[28] ἐπεὶ δ' οὖν εἰσήχθη πρὸς βασιλέα καὶπροσκυνήσας ἔστη σιωπῇ, προστάξαντοςτῷ ἑρμηνεῖ τοῦ βασιλέως ἐρωτῆσαι, τίςἐστι, καὶ τοῦ ἑρμηνέως ἐρωτήσαντος,

58

οὐχ, ὡς Ἀριστοφάνης ὁ κωμικὸς λέγει, τῇπόλει τὸν Πειραιᾶ προσέμαξεν, ἀλλὰ τὴνπόλιν ἐξῆψε τοῦ Πειραιῶς καὶ τὴν γῆν τῆςθαλάττης· ὅθεν καὶ τὸν δῆμον ηὔξησε κατὰτῶν ἀρίστων καὶ θράσους ἐνέπλησεν, εἰςναύτας καὶ κελευστὰς καὶ κυβερνήτας τῆςδυνάμεως ἀφικομένης. διὸ καὶ τὸ βῆμα τὸἐν Πνυκὶ πεποιημένον ὥστ' ἀποβλέπεινπρὸς τὴν θάλασσαν ὕστερον οἱ τριάκονταπρὸς τὴν χώραν ἀπέστρεψαν, οἰόμενοι τὴνμὲν κατὰ θάλατταν ἀρχὴν γένεσιν εἶναι δη-μοκρατίας, ὀλιγαρχίᾳ δ' ἧττον δυσχεραί-νειν τοὺς γεωργοῦντας.[20] Θεμιστοκλῆς δὲ καὶ μεῖζόν τι περὶτῆς ναυτικῆς διενοήθη δυνάμεως. ἐπεὶ γὰρὁ τῶν Ἑλλήνων στόλος ἀπηλλαγμένουΞέρξου κατῆρεν εἰς Παγασὰς καὶ διεχείμα-ζε, δημηγορῶν ἐν τοῖς Ἀθηναίοις ἔφη τιναπρᾶξιν ἔχειν ὠφέλιμον μὲν αὐτοῖς καὶ σω-τήριον, ἀπόῤῥητον δὲ πρὸς τοὺς πολλούς.τῶν δ' Ἀθηναίων Ἀριστείδῃ φράσαι μόνῳ

43

γορεύσας ἐκέλευσεν αὐτοῦ μένειν καὶ τὸσημεῖον τίθεσθαι· κάλλιστα γὰρ ἐνταῦθακαθεδεῖσθαι καὶ μενεῖν. ἅμα δὲ τῷ καιρῷκαὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ καὶ ἀδη-λότητι τῆς φωνῆς γενομένης, ὅ τε Λουκρή-τιος ἔφη προσκυνήσας τῷ θεῷ προστίθε-σθαι τὴν ἑαυτοῦ γνώμην, καὶ τῶν ἄλλωνἕκαστος ἐπηκολούθησε. θαυμαστὴ δὲ καὶτὸ πλῆθος ἔσχε μεταβολὴ τῆς ὁρμῆς, ἀλλή-λους παρακαλούντων καὶ προτρεπομένωνπρὸς τὸ ἔργον, οὐκ ἐκ διανομῆς τινος ἢτάξεως, ἀλλ' ὡς ἕκαστος ἑτοιμότητος ἢβουλήσεως εἶχε τῶν χωρίων καταλαμβανο-μένων. διὸ καὶ τεταραγμένην τοῖς στενω-ποῖς καὶ συμπεφυρμένην ταῖς οἰκήσεσινἀνήγαγον τὴν πόλιν ὑπὸ σπουδῆς καὶτάχους. ἐντὸς γὰρ ἐνιαυτοῦ λέγεται καὶτοῖς τείχεσι καινὴ καὶ ταῖς ἰδιωτικαῖςοἰκοδομαῖς ἀναστῆναι πάλιν.Οἱ δὲ τοὺς ἱεροὺς τόπους ἀναλαβεῖν καὶὁρίσαι ταχθέντες ὑπὸ τοῦ Καμίλλου, συ-

136

μένους τῶν ἄκρων καὶ διασκευασαμένουςὅσον οὐκ ἤδη τοῦ προτειχίσματος ἅπτε-σθαι καὶ τοῖς φύλαξιν ἐπιχειρεῖν κοιμω-μένοις· ᾔσθετο γὰρ οὔτ' ἄνθρωπος οὔτεκύων. ἀλλὰ χῆνες ἦσαν ἱεροὶ περὶ τὸν νεὼντῆς Ἥρας, τρεφόμενοι τὸν ἄλλον χρόνονἀφθόνως, τότε δὲ τῶν σιτίων ἤδη γλί-σχρως καὶ μόλις αὐτοῖς διαρκούντων ἀμε-λούμενοι κακῶς ἔπραττον. ἔστι μὲν οὖν δὴκαὶ φύσει πρὸς αἴσθησιν ὀξὺ καὶ ψοφοδεὲςτὸ ζῷον· ἐκεῖνοι δὲ καὶ διὰ λιμὸν ἀγρυπνη-τικοὶ καὶ θορυβώδεις γεγονότες, ταχὺ τὴνἔφοδον ᾔσθοντο τῶν Γαλατῶν, καὶ μετὰδρόμου καὶ κλαγγῆς φερόμενοι πρὸςαὐτούς, ἐπήγειραν ἅπαντας, ἤδη καὶ τῶνβαρβάρων διὰ τὸ μὴ λανθάνειν ἀφειδού-ντων θορύβου καὶ βιαιότερον ἐπιτιθε-μένων. ἁρπάσαντες οὖν ὑπὸ σπουδῆς ᾧ τιςἕκαστος ὅπλῳ προσετύγχανεν, ἐκ τοῦ πα-ρόντος ἐβοήθουν. πάντων δὲ πρῶτος Μάλ-λιος, ἀνὴρ ὑπατικὸς, τό τε σῶμα ῥωμαλέος

125

κελευόντων, κἂν ἐκεῖνος δοκιμάσῃ περαί-νειν, ὁ μὲν Θεμιστοκλῆς ἔφρασε τῷ Ἀρι-στείδῃ, τὸ νεώριον ἐμπρῆσαι διανοεῖσθαιτῶν Ἑλλήνων· ὁ δ' Ἀριστείδης εἰς τὸνδῆμον παρελθὼν ἔφη τῆς πράξεως, ἣν δια-νοεῖται πράττειν ὁ Θεμιστοκλῆς, μηδεμίανεἶναι μήτε λυσιτελεστέραν μήτ' ἀδικω-τέραν. οἱ μὲν οὖν Ἀθηναῖοι διὰ ταῦτα παύ-σασθαι τῷ Θεμιστοκλεῖ προσέταξαν.ἐν δὲ τοῖς Ἀμφικτυονικοῖς συνεδρίοις τῶνΛακεδαιμονίων εἰσηγουμένων, ὅπωςἀπείργωνται τῆς Ἀμφικτυονίας αἱ μὴ συμ-μαχήσασαι κατὰ τοῦ Μήδου πόλεις, φοβη-θείς, μὴ Θετταλοὺς καὶ Ἀργείους, ἔτι δὲΘηβαίους ἐκβαλόντες τοῦ συνεδρίου πα-ντελῶς ἐπικρατήσωσι τῶν ψήφων καὶγένηται τὸ δοκοῦν ἐκείνοις, συνεῖπε ταῖςπόλεσι καὶ μετέθηκε τὰς γνώμας τῶν πυ-λαγόρων, διδάξας, ὡς τριάκοντα καὶ μίαμόναι πόλεις εἰσὶν αἱ μετασχοῦσαι τοῦ πο-λέμου, καὶ τούτων αἱ πλείους παντάπασι

44

αὐτοῖς ἀτρέμα συνταττομένοις. ὁ δ' οὖνΘεμιστοκλῆς γενόμενος παρ' αὐτὸ τὸ δει-νὸν ἐντυγχάνει πρῶτον Ἀρταβάνῳ τῷ χι-λιάρχῳ λέγων, Ἕλλην μὲν εἶναι, βούλε-σθαι δ' ἐντυχεῖν βασιλεῖ περὶ μεγίστωνπραγμάτων καὶ πρὸς ἃ τυγχάνει μάλιστασπουδάζων ἐκεῖνος. ὁ δέ φησιν· “ὦ ξένε,νόμοι διαφέρουσιν ἀνθρώπων· ἄλλα δ' ἄλ-λοις καλά· καλὸν δὲ πᾶσι τὰ οἰκεῖα κοσμε-ῖν καὶ σώζειν. ὑμᾶς μὲν οὖν ἐλευθερίανμάλιστα θαυμάζειν καὶ ἰσότητα λόγος·ἡμῖν δὲ πολλῶν νόμων καὶ καλῶν ὄντωνκάλλιστος οὗτός ἐστι, τιμᾶν βασιλέα, καὶπροσκυνεῖν ὡς εἰκόνα θεοῦ τοῦ τὰ πάντασώζοντος. εἰ μὲν οὖν ἐπαινῶν τὰ ἡμέτεραπροσκυνήσεις, ἔστι σοι καὶ θεάσασθαι βα-σιλέα καὶ προσειπεῖν· εἰ δ' ἄλλο τι φρονεῖς,ἀγγέλοις ἑτέροις χρήσῃ πρὸς αὐτόν. βασι-λεῖ γὰρ οὐ πάτριον ἀνδρὸς ἀκροᾶσθαι μὴπροσκυνήσαντος.” ταῦτα ὁ Θεμιστοκλῆςἀκούσας λέγει πρὸς αὐτόν· “ἀλλ' ἔγωγε

57

καὶ φρονήματι ψυχῆς ἐπιφανής, ἀπαντήσαςδυσὶν ὁμοῦ τῶν πολεμίων, τοῦ μὲν ἔφθασεδιηρμένου κοπίδα τῷ ξίφει τὴν δεξιὰν ἀπο-κόψας, τὸν δὲ τῷ θυρεῷ πατάξας εἰς τὸπρόσωπον ἔωσεν ὀπίσω κατὰ τῆς πέτρας.ἐπιστὰς δὲ τῷ τείχει μετὰ τῶν συνδρα-μόντων καὶ γενομένων περὶ αὐτὸνἀπέστρεψε τοὺς ἄλλους, οὔτε πολλοὺς ἄνωγενομένους οὔτε πράξαντάς τι τῆς τόλμηςἄξιον. οὕτω δὲ τὸν κίνδυνον ἐκφυγόντες,ἅμ' ἡμέρᾳ τὸν μὲν ἄρχοντα τῶν φυλάκωνἔρριψαν εἰς τοὺς πολεμίους κατὰ τῆςπέτρας, τῷ δὲ Μαλλίῳ τῆς νίκης ἀριστεῖαπρὸς τιμὴν [μεγάλην] μᾶλλον ἢ χρείαν ψη-φισάμενοι συνεισήνεγκαν ὅσον ἡμέρας ἕκα-στος ἐλάμβανεν εἰς τροφήν, σίτου μὲν ἡμί-λιτρον ἐπιχώριον -- οὕτω γὰρ καλοῦσιναὐτό -- , οἴνου δὲ κοτύλης Ἑλληνικῆςτέταρτον.[28] Ἐκ τούτου τὰ τῶν Κελτῶν ἦν ἀθυ-μότερα. καὶ γὰρ ἐπιτηδείων ἐσπάνιζον,

126

οὖσαν καὶ μηλόβοτον. τοιαῦτα καὶ πρὸςἕκαστον ἰδίᾳ καὶ κοινῇ πολλάκις ἐν τῷδήμῳ σχετλιάζοντες, ἐπεκλῶντο πάλιν ὑπὸτῶν πολλῶν, τὴν παροῦσαν ὀλοφυρομένωνἀμηχανίαν καὶ δεομένων μὴ σφᾶς ὥσπερἐκ ναυαγίου γυμνοὺς καὶ ἀπόρους σω-θέντας προσβιάζεσθαι τὰ λείψανα τῆς διε-φθαρμένης συμπηγνύναι πόλεως, ἑτέραςἑτοίμης παρούσης.[32] Ἔδοξεν οὖν βουλὴν προθεῖναι τῷ Κα-μίλλῳ, καὶ πολλὰ μὲν αὐτὸς διεξῆλθε πα-ρακαλῶν ὑπὲρ τῆς Ῥώμης, πολλὰ δὲ καὶτῶν ἄλλων ὁ βουλόμενος. τέλος δὲ τὸνπρῶτον εἰωθότα λέγειν γνώμην ΛεύκιονΛουκρήτιον ἀναστήσας ἐκέλευσεν ἀποφαί-νεσθαι πρῶτον, εἶτα τοὺς ἄλλους ἐφεξῆς.γενομένης δὲ σιωπῆς καὶ τοῦ Λουκρητίουμέλλοντος ἐνάρχεσθαι, κατὰ τύχην ἔξωθενἑκατοντάρχης ἄγων τάγμα φυλακῆς ἡμερι-νῆς παρεπορεύετο, καὶ τὸν φέροντα[πρῶτον] τὸ σημεῖον μεγάλῃ φωνῇ προσα-

135

ἄγριον φύσει καὶ χαλεπόν ἐστιν. οὐ γὰρμόνον τὰς γαμετάς, ἀλλὰ καὶ τὰς ἀργυρω-νήτους καὶ παλλακευομένας ἰσχυρῶς παρα-φυλάττουσιν, ὡς ὑπὸ μηδενὸς ὁρᾶσθαι τῶνἐκτός, ἀλλ' οἴκοι μὲν διαιτᾶσθαι κατακε-κλεισμένας, ἐν δὲ ταῖς ὁδοιπορίαις ὑπὸσκηνὰς κύκλῳ περιπεφραγμένας ἐπὶ τῶνἁρμαμαξῶν ὀχεῖσθαι τοιαύτης τῷ Θεμι-στοκλεῖ κατασκευασθείσης ἀπήνης κατα-δὺς ἐκομίζετο, τῶν περὶ αὐτὸν ἀεὶ τοῖςἐντυγχάνουσι καὶ πυνθανομένοις λεγόντων,ὅτι γύναιον Ἑλληνικὸν ἄγουσιν ἀπ' Ἰωνίαςπρός τινα τῶν ἐπὶ θύραις βασιλέως.[27] Θουκυδίδης μὲν οὖν καὶ Χάρων ὁΛαμψακηνὸς ἱστοροῦσι τεθνηκότος Ξέρξουπρὸς τὸν υἱὸν αὐτοῦ τῷ Θεμιστοκλεῖ γε-νέσθαι τὴν ἔντευξιν· Ἔφορος δὲ καὶ Δεί-νων καὶ Κλείταρχος καὶ Ἡρακλείδης, ἔτιδ' ἄλλοι πλείονες, πρὸς αὐτὸν ἀφικέσθαιτὸν Ξέρξην. τοῖς δὲ χρονικοῖς δοκεῖ μᾶλλονὁ Θουκυδίδης συμφέρεσθαι, καίπερ οὐδ'

56

μικραί· δεινὸν οὖν, εἰ τῆς ἄλλης Ἑλλάδοςἐκσπόνδου γενομένης ἐπὶ ταῖς μεγίσταιςδυσὶν ἢ τρισὶ πόλεσιν ἔσται τὸ συνέδριον.ἐκ τούτου μὲν οὖν μάλιστα τοῖς Λακεδαι-μονίοις προσέκρουσε· διὸ καὶ τὸν Κίμωναπροῆγον ταῖς τιμαῖς, ἀντίπαλον ἐν τῇ πολι-τείᾳ τῷ Θεμιστοκλεῖ καθιστάντες.[21] ἦν δὲ καὶ τοῖς συμμάχοις ἐπαχθὴς πε-ριπλέων τε τὰς νήσους καὶ χρηματιζόμενοςἀπ' αὐτῶν· οἷα καὶ πρὸς Ἀνδρίους ἀργύ-ριον αἰτοῦντά φησιν αὐτὸν Ἡρόδοτος εἰπε-ῖν τε καὶ ἀκοῦσαι. δύο γὰρ ἥκειν ἔφη θεοὺςκομίζων, Πειθὼ καὶ Βίαν· οἱ δ' ἔφασανεἶναι καὶ παρ' αὐτοῖς θεοὺς μεγάλους δύο,Πενίαν καὶ Ἀπορίαν, ὑφ' ὧν κωλύεσθαι δο-ῦναι χρήματα ἐκείνῳ. Τιμοκρέων δ' ὁῬόδιος μελοποιὸς ἐν ᾄσματι καθάπτεταιπικρότερον τοῦ Θεμιστοκλέους, ὡς ἄλλουςμὲν ἐπὶ χρήμασι φυγάδας διαπραξαμένουκατελθεῖν, αὐτὸν δὲ ξένον ὄντα καὶ φίλονπροεμένου δι' ἀργύριον. λέγει δ' οὕτως·

45

λέγηται, παρώσας Ῥωμύλον. ἐκ τούτουφοβηθεῖσα τὸν θόρυβον ἡ βουλὴ τὸν μὲνΚάμιλλον οὐκ εἴασε βουλόμενον ἀποθέσθαιτὴν ἀρχὴν ἐντὸς ἐνιαυτοῦ, καίπερ ἓξ μῆναςοὐδενὸς ὑπερβαλόντος ἑτέρου δικτάτορος,αὐτὴ δὲ παρεμυθεῖτο καὶ κατεπράυνε πεί-θουσα καὶ δεξιουμένη τὸν δῆμον, ἐπιδει-κνυμένη μὲν ἡρῷα καὶ τάφους πατέρων,ὑπομιμνῄσκουσα δὲ χωρίων ἱερῶν καὶτόπων ἁγίων, οὓς Ῥωμύλος ἢ Νομᾶς ἤ τιςἄλλος αὐτοῖς τῶν βασιλέων ἐπιθειάσας πα-ρέδωκεν. ἐν πρώτοις δὲ τῶν θείων τήν τενεοσφαγῆ κεφαλὴν προὔφερον, ἐν τῇ θεμε-λιώσει τοῦ Καπιτωλίου φανεῖσαν, ὡς τῷτόπῳ πεπρωμένον ἐκείνῳ τῆς Ἰταλίας κε-φαλῇ γενέσθαι, καὶ τὸ τῆς Ἑστίας πῦρ, ὃμετὰ τὸν πόλεμον ὑπὸ τῶν παρθένων ἀνα-πτόμενον αὖθις ἀφανίζειν καὶ σβεννύναιτοὺς προλιπόντας τὴν πόλιν, ὄνειδος αὐτο-ῖς ἐσόμενον, ἄν θ' ὑπ' ἄλλων οἰκουμένηνὁρῶσιν ἐπηλύδων καὶ ξένων ἄν τ' ἔρημον

134

εἰργόμενοι προνομῆς φόβῳ τοῦ Καμίλλου,καὶ νόσος ὑπῳκούρησεν αὐτοὺς ἐν νεκρῶνπλήθει [καὶ] χύδην καταβεβλημένων σκη-νοῦντας ἐν ἐρειπίοις, τό τε βάθος τῆςτέφρας, ἀέρα ξηρότητι καὶ δριμύτητι φα-ῦλον ὑπὸ πνευμάτων καὶ καυμάτων ἀναθυ-μιώσης, ἐλυμαίνετο τὰ σώματα διὰ τῆςἀναπνοῆς. μάλιστα δ' ἡ μεταβολὴ τῆς συ-ντρόφου διαίτης, ἐκ τόπων σκιερῶν καὶθέρους καταφυγὰς ἀλύπους ἐχόντων ἐμβα-λόντας εἰς χώραν ταπεινὴν καὶ κεκραμένηνἀφυῶς πρὸς μετόπωρον, ἐκίνησεν αὐτούς,ἥ τε πρὸς τῷ Καπιτωλίῳ καθέδρα καὶ σχο-λὴ γενομένη χρόνιος. ἕβδομον γὰρ ἐκεῖνονᾠκούρουν μῆνα πολιορκοῦντες. ὥστε φθο-ρὰν εἶναι πολλὴν ἐν τῷ στρατοπέδῳ, καὶμηδὲ θάπτεσθαι διὰ πλῆθος ἔτι τοὺς ἀπο-θνῄσκοντας.Οὐ μὴν παρὰ τοῦτο βελτίω τὰ πράγματατοῖς πολιορκουμένοις ἦν. ἐπέτεινε γὰρ ὁ λι-μός, ἥ τε τῶν περὶ Κάμιλλον ἄγνοια παρε-

127

ἀλλ' εἰ τύγε Παυσανίαν ἢ καὶ τύγε Ξάνθιπ-πον αἰνεῖςἢ τύγε Λευτυχίδαν, ἐγὼ δ' Ἀριστείδανἐπαινέωἄνδρ' ἱερᾶν ἀπ' Ἀθανᾶνἐλθεῖν ἕνα λῷστον· ἐπεὶ Θεμιστοκλἦ ἤχθα-ρε Λατώ,ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέο-ντα ξεῖνον ἐόντ{{π|ἀργυρίοις σκυβαλικτοῖσι πεισθεὶς οὐ κα-τᾶγενεἰς πάτραν Ἰαλυσόν,λαβὼν δὲ τρί' ἀργυρίου τάλαντ' ἔβα πλέωνεἰς ὄλεθρον,τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δ' ἐκ-διώκων, τοὺς δὲ καίνων,ἀργυρίων ὑπόπλεως, Ἰσθμοῖ δ' ἐπανδόκευεγελοίως ψυχρὰ κρέα παρέχων·οἱ δ' ἤσθιον κηὔχοντο μὴ ὥραν Θεμιστο-κλεῦς γενέσθαι.πολὺ δ' ἀσελγεστέρᾳ καὶ ἀναπεπταμένῃ

46

ὑπῆρχε. παρὰ τούτῳ κρυπτόμενος ἡμέραςὀλίγας διέτριψεν· εἶτα μετὰ τὸ δεῖπνον ἐκθυσίας τινος Ὄλβιος ὁ τῶν τέκνων τοῦΝικογένους παιδαγωγὸς ἔκφρων γενόμε-νος καὶ θεοφόρητος ἀνεφώνησεν ἐν μέτρῳταυτί·νυκτὶ φωνήν, νυκτὶ βουλήν, νυκτὶ τὴν νίκηνδίδου.Καὶ μετὰ ταῦτα κοιμηθεὶς ὁ Θεμιστοκλῆςὄναρ ἔδοξεν ἰδεῖν δράκοντα κατὰ τῆς γα-στρὸς αὐτοῦ περιελιττόμενον καὶ προσα-νέρποντα τῷ τραχήλῳ· γενόμενον δ' ἀετόν,ὡς ἥψατο τοῦ προσώπου, περιβαλόντα τὰςπτέρυγας ἐξᾶραι καὶ κομίζειν πολλὴν ὁδόν,εἶτα χρυσοῦ τινὸς κηρυκείου φανέντος, ἐπὶτούτου στῆσαι βεβαίως αὐτὸν ἀμηχάνουδείματος καὶ ταραχῆς ἀπαλλαγέντα.Πέμπεται δ' οὖν ὑπὸ τοῦ Νικογένους μη-χανησαμένου τι τοιόνδε. τοῦ βαρβαρικοῦγένους τὸ πολὺ καὶ μάλιστα τὸ Περσικὸνεἰς ζηλοτυπίαν τὴν περὶ τὰς γυναῖκας

55

ῖχε δυσθυμίαν· οὐδεὶς γὰρ ἐφοίτα παρ'αὐτῶν διὰ τὸ φρουρεῖσθαι τὴν πόλιν ἀκρι-βῶς ὑπὸ τῶν βαρβάρων. ὅθεν οὕτω πράτ-τουσιν ἀμφοτέροις ἐγίνοντο συμβατικοὶλόγοι διὰ τῶν προφυλάκων τὸ πρῶτον ἀλ-λήλοις ἐντυγχανόντων· εἶθ' ὡς ἔδοξε τοῖςκρατίστοις, συνελθόντος εἰς λόγους ΒρέννῳΣουλπικίου τοῦ χιλιάρχου τῶν Ῥωμαίων,ὡμολογήθη τοὺς μὲν χιλίας λίτρας χρυσίουκαταβαλεῖν, τοὺς δὲ λαβόντας ἐκ τῆς πόλε-ως αὐτίκα καὶ τῆς χώρας ἀπελθεῖν. ἐπὶτούτοις γενομένων ὅρκων καὶ τοῦ χρυσίουκομισθέντος, τῶν δὲ Κελτῶν περὶ τὸνσταθμὸν ἀγνωμονούντων κρύφα τὸπρῶτον, εἶτα καὶ φανερῶς ἀφελκόντων καὶδιαστρεφόντων τὴν ῥοπήν, ἠγανάκτουν οἱῬωμαῖοι πρὸς αὐτούς. ὁ δὲ Βρέννος οἷονἐφυβρίζων καὶ καταγελῶν ἀπολυσάμενοςτὴν μάχαιραν ἅμα καὶ τὸν ζωστῆρα προ-σέθηκε τοῖς σταθμοῖς· πυνθανομένου δὲτοῦ Σουλπικίου "τί τοῦτο;" "τί γὰρ ἄλλο"

128

[31] Χαλεπῶς μὲν οὖν καὶ μόλις αἱ τῶν ἱε-ρῶν ἀνεκαλύπτοντο χῶραι φιλοτιμίᾳ τοῦΚαμίλλου καὶ πόνῳ πολλῷ τῶν ἱεροφα-ντῶν. ὡς δὲ καὶ τὴν πόλιν ἀνοικοδομεῖνἔδει παντάπασι διεφθαρμένην, ἀθυμία πρὸςτὸ ἔργον ἐνέπιπτε τοῖς πολλοῖς, καὶ μέλλη-σις ἦν ἐστερημένοις ἁπάντων καί τινος ἐντῷ παρόντι ῥᾳστώνης καὶ ἀναπαύσεως ἐκκακῶν δεομένοις μᾶλλον ἢ κάμνειν καὶἀποτρύχειν ἑαυτούς, οὔτε χρήμασιν οὔτεσώμασιν ἐρρωμένους. οὕτω δ' ἡσυχῇ πρὸςτοὺς Βηίους αὖθις ἀποστρεφόμενοι, πόλινἅπασι κατεσκευασμένην καὶ διαμένουσαν,ἀρχὰς δημαγωγιῶν ἐνέδοσαν τοῖς πρὸςχάριν εἰθισμένοις ὁμιλεῖν, καὶ λόγων ἠκρο-ῶντο στασιαστικῶν πρὸς τὸν Κάμιλλον, ὡςἐκείνου φιλοτιμίας ἕνεκα καὶ δόξης ἰδίαςἀποστεροῦντος αὐτοὺς πόλεως ἑτοίμης καὶβιαζομένου κινεῖν ἐρείπια καὶ πυρκαϊὰν το-σαύτην ἐγείρειν, ὅπως μὴ μόνον ἡγεμὼνῬώμης καὶ στρατηγός, ἀλλὰ καὶ κτίστης

133

ἐξ ἀρχῆς, ἀναλάβοιεν αὐτόν, οὕτως ἀνα-γκάσειε παραπλεῦσαι καὶ λαβέσθαι τῆςἈσίας. τῶν δὲ χρημάτων αὐτῷ πολλὰ μὲνὑπεκκλαπέντα διὰ τῶν φίλων εἰς Ἀσίανἔπλει· τῶν δὲ φανερῶν γενομένων καὶ συ-ναχθέντων εἰς τὸ δημόσιον Θεόπομπος μὲνἑκατὸν τάλαντα, Θεόφραστος δὲ ὀγδοήκο-ντά φησι γενέσθαι τὸ πλῆθος, οὐδὲ τριῶνἄξια ταλάντων κεκτημένου τοῦ Θεμιστο-κλέους πρὶν ἅπτεσθαι τῆς πολιτείας.[26] ἐπεὶ δὲ κατέπλευσεν εἰς Κύμην καὶπολλοὺς ᾔσθετο τῶν ἐπὶ θαλάττῃ παραφυ-λάττοντας αὐτὸν λαβεῖν, μάλιστα δὲ τοὺςπερὶ Ἐργοτέλη καὶ Πυθόδωρον - ἦν γὰρ ἡθήρα λυσιτελὴς τοῖς τὸ κερδαίνειν ἀπὸ πα-ντὸς ἀγαπῶσι, διακοσίων ἐπικεκηρυγ-μένων αὐτῷ ταλάντων ὑπὸ τοῦ βασιλέως -,ἔφυγεν εἰς Αἰγάς, Αἰολικὸν πολισμάτιον,ὑπὸ πάντων ἀγνοούμενος πλὴν τοῦ ξένουΝικογένους, ὃς Αἰολέων πλείστην οὐσίανἐκέκτητο καὶ τοῖς ἄνω δυνατοῖς γνώριμος

54

μᾶλλον εἰς τὸν Θεμιστοκλέα βλασφημίᾳκέχρηται μετὰ τὴν φυγὴν αὐτοῦ καὶ τὴνκαταδίκην ὁ Τιμοκρέων ᾆσμα ποιήσας, οὗἐστιν ἀρχή·Μοῦσα τοῦδε τοῦ μέλεοςκλέος ἀν' Ἕλλανας τίθει,ὡς ἐοικὸς καὶ δίκαιον.λέγεται δ' ὁ Τιμοκρέων ἐπὶ μηδισμῷ φυγε-ῖν συγκαταψηφισαμένου τοῦ Θεμιστο-κλέους. ὡς οὖν ὁ Θεμιστοκλῆς αἰτίαν ἔσχεμηδίζειν, ταῦτ' ἐποίησεν εἰς αὐτόν·οὐκ ἄρα Τιμοκρέων μοῦνος Μήδοισιν ὁρ-κιατομεῖ,ἀλλ' ἐντὶ κἆλλοι δὴ πονηροί· οὐκ ἐγὼ μόνακόλουρις·ἐντὶ καὶ ἄλλαι ἀλώπεκες.[22] ἤδη δὲ καὶ τῶν πολιτῶν διὰ τὸ φθονε-ῖν ἡδέως τὰς διαβολὰς προσιεμένων ἠνα-γκάζετο λυπηρὸς εἶναι τῶν αὑτοῦ πράξεωνπολλάκις ἐν τῷ δήμῳ μνημονεύων· καὶπρὸς τοὺς δυσχεραίνοντας “τί κοπιᾶτε,”

47

οἵ τε γὰρ ἔξωθεν ἅμα παισὶ καὶ γυναιξὶνεἰσελαύνοντος αὐτοῦ συγκατῄεσαν, οἵ τεπολιορκηθέντες ἐν τῷ Καπιτωλίῳ, μικροῦδεήσαντες ἀπολέσθαι διὰ λιμόν, ἀπήντωνπεριβάλλοντες ἀλλήλους καὶ δακρύοντεςἀπιστίᾳ τῆς παρούσης ἡδονῆς, ἱερεῖς τεκαὶ ζάκοροι θεῶν, ὅσα φεύγοντες αὐτόθιτῶν ἀβεβήλων ἔκρυψαν ἢ σὺν αὑτοῖςἐξέκλεψαν, ἀνασῳζόμενα καὶ κεκοσμημένακομίζοντες ἐπεδείκνυντο, ποθουμέναςὄψεις τοῖς πολίταις, δεχομένοις μετὰ χα-ρᾶς, ὥσπερ αὐτῶν τῶν θεῶν αὖθις εἰς τὴνῬώμην συγκατερχομένων. θύσας δὲ τοῖςθεοῖς καὶ καθάρας τὴν πόλιν ἐξηγουμένωντῶν περὶ ταῦτα δεινῶν, τὰ μὲν ὄντα τῶν ἱε-ρῶν κατέστησεν, αὐτὸς δ' ἱδρύσατο νεὼνΦήμης καὶ Κληδόνος, ἀνευρὼν ἐκεῖνον τὸντόπον ἐν ᾧ νύκτωρ ἡ καταγγέλλουσα τὴντῶν βαρβάρων στρατείαν ἐκ θεοῦ τῷ Και-δικίῳ φωνὴ προσέπεσε.

132

εἶπεν "ἢ τοῖς νενικημένοις ὀδύνη;" τοῦτομὲν οὖν ἤδη παροιμιώδης λόγος γέγονε.τῶν δὲ Ῥωμαίων οἱ μὲν ἠγανάκτουν καὶ τὸχρυσίον ᾤοντο δεῖν λαβόντας αὖθις ἀπιέναικαὶ τὴν πολιορκίαν ὑπομένειν, οἱ δὲ συγ-χωρεῖν ἐκέλευον ἀδικουμένους μέτρια, καὶμὴ τῷ πλέον διδόναι προσλογίζεσθαι τὸαἰσχρόν, αὐτό γε τὸ δοῦναι διὰ τὸν καιρὸνοὐ καλῶς ἀλλ' ἀναγκαίως ὑπομένοντας.[29] Οὔσης δὲ περὶ τούτων πρός τε τοὺςΚελτοὺς καὶ πρὸς αὑτοὺς διαφορᾶς, ἄγωντὸν στρατὸν ὁ Κάμιλλος ἐν ταῖς πύλαις ἦν,καὶ πυθόμενος τὰ γινόμενα, τοὺς ἄλλουςἐκέλευσεν ἐν τάξει καὶ σχέδην ἐπακολουθε-ῖν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἐπειγόμενοςεὐθὺς ἐπορεύετο πρὸς τοὺς Ῥωμαίους. δια-στάντων δὲ πάντων καὶ δεξαμένων αὐτὸνὡς αὐτοκράτορα κόσμῳ καὶ σιωπῇ, τὸνμὲν χρυσὸν ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς ὑπη-ρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰτοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευ-

129

εἶπεν, “ὑπὸ τῶν αὐτῶν πολλάκις εὖ πάσχο-ντες;” ἠνίασε δὲ τοὺς πολλοὺς καὶ τὸ τῆςἈρτέμιδος ἱερὸν εἱσάμενος, ἣν Ἀριστοβού-λην μὲν προσηγόρευσεν, ὡς ἄριστα τῇπόλει καὶ τοῖς Ἕλλησι βουλευσάμενος,πλησίον δὲ τῆς οἰκίας κατεσκεύασεν ἐνΜελίτῃ τὸ ἱερὸν, οὗ νῦν τὰ σώματα τῶνθανατουμένων οἱ δήμιοι προβάλλουσι καὶτὰ ἱμάτια καὶ τοὺς βρόχους τῶν ἀπαγχο-μένων καὶ καθαιρεθέντων ἐκφέρουσιν.ἔκειτο δὲ καὶ τοῦ Θεμιστοκλέους εἰκόνιονἐν τῷ ναῷ τῆς Ἀριστοβούλης ἔτι καθ'ἡμᾶς· καὶ φαίνεταί τις οὐ τὴν ψυχὴν μόνον,ἀλλὰ καὶ τὴν ὄψιν ἡρωικὸς γενόμενος.τὸν μὲν οὖν ἐξοστρακισμὸν ἐποιήσαντοκατ' αὐτοῦ κολούοντες τὸ ἀξίωμα καὶ τὴνὑπεροχήν, ὥσπερ εἰώθεσαν ἐπὶ πάντων,οὓς ᾤοντο τῇ δυνάμει βαρεῖς καὶ πρὸςἰσότητα δημοκρατικὴν ἀσυμμέτρους εἶναι.κόλασις γὰρ οὐκ ἦν ὁ ἐξοστρακισμός, ἀλλὰπαραμυθία φθόνου καὶ κουφισμὸς ἡδο-

48

μένου δὲ τοῦ Ἱέρωνος, οὕτως εἰς τὴν Ἀσί-αν ἀπᾶραι.[25] ταῦτα δ' οὐκ εἰκός ἐστιν οὕτω γε-νέσθαι. Θεόφραστος γὰρ ἐν τοῖς Περὶ βα-σιλείας ἱστορεῖ τὸν Θεμιστοκλέα πέμψα-ντος εἰς Ὀλυμπίαν Ἱέρωνος ἵππους ἀγωνι-στὰς καὶ σκηνήν τινα κατεσκευασμένηνπολυτελῶς στήσαντος, εἰπεῖν ἐν τοῖς Ἕλ-λησι λόγον, ὡς χρὴ τὴν σκηνὴν διαρπάσαιτοῦ τυράννου καὶ κωλῦσαι τοὺς ἵππουςἀγωνίσασθαι. Θουκυδίδης δέ φησι καὶπλεῦσαι αὐτὸν ἐπὶ τὴν ἑτέραν καταβάνταθάλασσαν ἀπὸ Πύδνης, οὐδενὸς εἰδότοςὅστις εἴη τῶν πλεόντων, μέχρι οὗ πνεύματιτῆς ὁλκάδος εἰς Νάξον καταφερομένηςὑπὸ Ἀθηναίων πολιορκουμένην τότε φοβη-θεὶς ἀναδείξειεν ἑαυτὸν τῷ τε ναυκλήρῳκαὶ τῷ κυβερνήτῃ, καὶ τὰ μὲν δεόμενος, τὰδ' ἀπειλῶν καὶ λέγων, ὅτι κατηγορήσοι καὶκαταψεύσοιτο πρὸς τοὺς Ἀθηναίους, ὡςοὐκ ἀγνοοῦντες, ἀλλὰ χρήμασι πεισθέντες

53

σεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι Ῥω-μαίοις, οὐ χρυσῷ, τὴν πατρίδα σῴζειν.ἀγανακτοῦντος δὲ τοῦ Βρέννου καὶ φάσκο-ντος ἀδικεῖσθαι λυομένης τῆς ὁμολογίας,ἀντεῖπε μὴ νομίμως γεγονέναι μηδὲ κυρίαςεἶναι τὰς συνθήκας· ἤδη γὰρ αὐτοῦ δι-κτάτορος ᾑρημένου καὶ μηδενὸς ἄρχοντοςἑτέρου νόμῳ, πρὸς οὐκ ἔχοντας ἐξουσίανὁμολογηθῆναι. νυνὶ δὲ χρῆναι λέγειν εἴ τιβούλονται· νόμῳ γὰρ ἥκειν κύριος γεγονὼςσυγγνώμην τε δοῦναι δεομένοις καὶ δίκηνεἰ μὴ μετανοοῦσιν ἐπιθεῖναι τοῖς αἰτίοις.πρὸς ταῦτα θορυβηθεὶς ὁ Βρέννος ἥψατομὲν ἁψιμαχίας, καὶ προῆλθον ἄχρι ξιφουλ-κίας ἑκάτεροι καὶ διωθισμῶν, ἀναμεμειγ-μένοι πρὸς ἀλλήλους ὥσπερ εἰκός, ἐν οἰκί-αις καὶ στενωποῖς ἀναστρεφόμενοι καὶ χω-ρίοις δέξασθαι παράταξιν οὐ δυναμένοις.ταχὺ δὲ συμφρονήσας ὁ Βρέννος ἀπήγαγετοὺς Κελτοὺς εἰς τὸ στρατόπεδον οὐ πολ-λῶν πεσόντων, καὶ νυκτὸς ἀναστήσας ἅπα-

130

ντας ἐξέλιπε τὴν πόλιν, καὶ προελθὼν ἑξή-κοντα σταδίους κατεστρατοπέδευσε παρὰτὴν Γαβινίαν ὁδόν. ἅμα δ' ἡμέρᾳ παρῆν ὁΚάμιλλος ἐπ' αὐτόν, ὡπλισμένους λα-μπρῶς καὶ τεθαρρηκότας ἔχων τότε τοὺςῬωμαίους, καὶ γενομένης ἰσχυρᾶς μάχηςἐπὶ πολὺν χρόνον, αὐτούς τε τρέπεται πολ-λῷ φόνῳ καὶ λαμβάνει τὸ στρατόπεδον.τῶν δὲ φευγόντων οἱ μὲν εὐθὺς ἀνῃρέθησανκαταδιωχθέντες, τοὺς δὲ πλείστους δια-σπαρέντας ἐπεκθέοντες ἐκ τῶν πέριξ κω-μῶν καὶ πόλεων ἔκτεινον.[30] Οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλωκαὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰτοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη.παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραιςὕστερον τῶν Κυϊντιλίων εἰδῶν, περὶ τὰςΦεβρουαρίας εἰδοὺς ἐξέπεσον. ὁ δὲ Κάμιλ-λος ἐθριάμβευσε μέν, ὡς εἰκὸς ἦν τὸν ἀπο-λωλυίας πατρίδος σωτῆρα γενόμενον καὶκαταγαγόντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν·

131

αὐτοῦ τὸν υἱὸν ὄντα παῖδα πρὸς τὴν ἑστίανπροσέπεσε, ταύτην μεγίστην καὶ μόνηνσχεδὸν ἀναντίῤῥητον ἡγουμένων ἱκεσίαντῶν Μολοσσῶν. ἔνιοι μὲν οὖν Φθίαν τὴνγυναῖκα τοῦ βασιλέως λέγουσιν ὑποθέσθαιτῷ Θεμιστοκλεῖ τὸ ἱκέτευμα τοῦτο καὶ τὸνυἱὸν ἐπὶ τὴν ἑστίαν καθίσαι μετ' αὐτοῦ· τι-νὲς δ' αὐτὸν τὸν Ἄδμητον, ὡς ἀφοσιώσαι-το πρὸς τοὺς διώκοντας τὴν ἀνάγκην, δι'ἣν οὐκ ἐκδίδωσι τὸν ἄνδρα, διαθεῖναι καὶσυντραγῳδῆσαι τὴν ἱκεσίαν. ἐκεῖ δ' αὐτῷτὴν γυναῖκα καὶ τοὺς παῖδας ἐκκλέψας ἐκτῶν Ἀθηνῶν Ἐπικράτης ὁ Ἀχαρνεὺςἀπέστειλεν· ὃν ἐπὶ τούτῳ Κίμων ὕστερονκρίνας ἐθανάτωσεν, ὡς ἱστορεῖ Στησίμβρο-τος. εἶτ' οὐκ οἶδ' ὅπως ἐπιλαθόμενος τού-των ἢ τὸν Θεμιστοκλέα ποιῶν ἐπιλαθόμε-νον πλεῦσαί φησιν εἰς Σικελίαν καὶ παρ'Ἱέρωνος αἰτεῖν τοῦ τυράννου τὴν θυγατέραπρὸς γάμον, ὑπισχνούμενον αὐτῷ τοὺςἝλληνας ὑπηκόους ποιήσειν· ἀποτριψα-

52

μένου τῷ ταπεινοῦν τοὺς ὑπερέχοντας καὶτὴν δυσμένειαν εἰς ταύτην τὴν ἀτιμίανἀποπνέοντος.[23] ἐκπεσόντος δὲ τῆς πόλεως αὐτοῦ καὶδιατρίβοντος ἐν Ἄργει τὰ περὶ Παυσανίανσυμπεσόντα κατ' ἐκείνου παρέσχε τοῖςἐχθροῖς ἀφορμάς. ὁ δὲ γραψάμενος αὐτὸνπροδοσίας Λεωβώτης ἦν ὁ ἈλκμαίωνοςἈγραυλῆθεν, ἅμα συνεπαιτιωμένων τῶνΣπαρτιατῶν. ὁ γὰρ Παυσανίας πράττωνἐκεῖνα δὴ τὰ περὶ τὴν προδοσίαν πρότερονμὲν ἀπεκρύπτετο τὸν Θεμιστοκλέα, καί-περ ὄντα φίλον· ὡς δ' εἶδεν ἐκπεπτωκότατῆς πολιτείας καὶ φέροντα χαλεπῶς ἐθάρ-σησεν ἐπὶ τὴν κοινωνίαν τῶν πραττομένωνπαρακαλεῖν, γράμματα τοῦ βασιλέως ἐπι-δεικνύμενος αὐτῷ καὶ παροξύνων ἐπὶ τοὺςἝλληνας ὡς πονηροὺς καὶ ἀχαρίστους. ὁδὲ τὴν μὲν δέησιν ἀπετρίψατο τοῦ Παυσα-νίου καὶ τὴν κοινωνίαν ὅλως ἀπείπατο,πρὸς οὐδένα δὲ τοὺς λόγους ἐξήνεγκεν

49

σεῖν ἄφρακτον ἔχοντες ᾔδεσαν οὐ χαλεπῶςἁλωσόμενον. Ταύτην τὴν μάχην ἔτεσινὕστερον τρισκαίδεκα γενέσθαι λέγουσι τῆςῬώμης ἁλώσεως, καὶ βέβαιον ἐξ αὐτῆςφρόνημα κατὰ τῶν Κελτῶν ἐγγενέσθαιῬωμαίοις, σφόδρα δεδοικόσι τοὺς βαρ-βάρους, ὡς τὸ πρῶτον διὰ νόσους καὶ τύ-χας παραλόγους, οὐ κατὰ κράτος ὑπ'αὐτῶν νενικημένους. οὕτω δ' οὖν ὁ φόβοςἦν ἰσχυρός, ὥστε θέσθαι νόμον ἀφεῖσθαιτοὺς ἱερεῖς στρατείας, χωρὶς ἂν μὴ Γαλατι-κὸς ᾖ πόλεμος.[42] Τῶν μὲν οὖν στρατιωτικῶν ἀγώνωνοὗτος ἠγωνίσθη τῷ Καμίλλῳ τελευταῖος·τὴν γὰρ Οὐελιτρανῶν πόλιν εἷλεν ἐν πα-ρέργῳ ταύτης τῆς στρατείας, ἀμαχεὶ προ-σχωρήσασαν αὐτῷ· τῶν δὲ πολιτικῶν ὁμέγιστος ὑπελείπετο καὶ χαλεπώτατος<ὁ> πρὸς τὸν δῆμον, ἰσχυρὸν ἐπανήκοντατῇ νίκῃ καὶ βιαζόμενον ἐκ δημοτῶν ὕπατονἀποδεῖξαι παρὰ τὸν καθεστῶτα νόμον,

160

τὴν ἡμέραν νώνας Καπρατίνας καλοῦσιν,ὡς οἴονται διὰ τὸν ἐρινεὸν ἀφ' οὗ τὴν παι-δίσκην τὸν πυρσὸν ἆραι· τὸν γὰρ ἐρινεὸνκαπρίφικον ὀνομάζουσιν. ἕτεροι δὲ τούτωντὰ πλεῖστα δρᾶσθαι καὶ λέγεσθαί φασιν ἐπὶτῷ τοῦ Ῥωμύλου πάθει· κατὰ ταύτην γὰρἀφανισθῆναι τὴν ἡμέραν αὐτὸν ἔξω πύλης,ζόφου καὶ θυέλλης ἄφνω περισχούσης, ὡςδ' ἔνιοι νομίζουσιν ἐκλείψεως ἡλίου γενο-μένης, καὶ τὴν ἡμέραν ἀπὸ τοῦ τόπουνώνας Καπρατίνας κληθῆναι· τὴν γὰρ αἶγακάπραν καλοῦσιν, ὁ δὲ Ῥωμύλος ἠφανίσθηδημηγορῶν περὶ τὸ τῆς αἰγὸς ἕλος προσα-γορευόμενον, ὡς ἐν τοῖς περὶ ἐκείνουγέγραπται.[34] Τὸν δ' ἕτερον λόγον οἱ πλεῖστοι τῶνσυγγραφέων δοκιμάζοντες οὕτω λέγουσιν.ἀποδειχθεὶς δικτάτωρ τὸ τρίτον ὁ Κάμιλ-λος καὶ πυθόμενος τὸ μετὰ τῶν χιλιάρχωνστράτευμα πολιορκούμενον ὑπὸ τῶν Λατί-νων καὶ τῶν Οὐολούσκων, ἠναγκάσθη καὶ

141

οὐδὲ κατεμήνυσε τὴν πρᾶξιν, εἴτε παύσε-σθαι προσδοκῶν αὐτόν, εἴτ' ἄλλως καταφα-νῆ γενήσεσθαι σὺν οὐδενὶ λογισμῷ πραγ-μάτων ἀτόπων καὶ παραβόλων ὀρεγόμε-νον. οὕτω δὴ τοῦ Παυσανίου θανατωθέντοςἐπιστολαί τινες ἀνευρεθεῖσαι καὶ γράμμα-τα περὶ τούτων εἰς ὑποψίαν ἐνέβαλον τὸνΘεμιστοκλέα· καὶ κατεβόων μὲν αὐτοῦΛακεδαιμόνιοι, κατηγόρουν δ' οἱ φθονο-ῦντες τῶν πολιτῶν, οὐ παρόντος, ἀλλὰ διὰγραμμάτων ἀπολογουμένου μάλιστα ταῖςπροτέραις κατηγορίαις. διαβαλλόμενος γὰρὑπὸ τῶν ἐχθρῶν πρὸς τοὺς πολίτας ἔγρα-φεν, ὡς ἄρχειν μὲν ἀεὶ ζητῶν, ἄρχεσθαι δὲμὴ πεφυκὼς μηδὲ βουλόμενος, οὐκ ἄν ποτεβαρβάροις αὑτὸν οὐδὲ πολεμίοις ἀποδόσθαιμετὰ τῆς Ἑλλάδος. οὐ μὴν ἀλλὰ συμπει-σθεὶς ὑπὸ τῶν κατηγορούντων ὁ δῆμοςἔπεμψεν ἄνδρας, οἷς εἴρητο συλλαμβάνεινκαὶ ἀνάγειν αὐτὸν κριθησόμενον ἐν τοῖςἝλλησιν.

50

[24] προαισθόμενος δ' ἐκεῖνος εἰς Κέρκυ-ραν διεπέρασεν, οὔσης αὐτῷ πρὸς τὴνπόλιν εὐεργεσίας. Γενόμενος γὰρ αὐτῶνκριτὴς πρὸς Κορινθίους ἐχόντων διαφοράν,ἔλυσε τὴν ἔχθραν εἴκοσι τάλαντα κρίναςτοὺς Κορινθίους καταβαλεῖν καὶ Λευκάδακοινῇ νέμειν ἀμφοτέρων ἄποικον. ἐκεῖθενδ' εἰς Ἤπειρον ἔφυγε· καὶ διωκόμενος ὑπὸτῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίωνἔῤῥιψεν αὑτὸν εἰς ἐλπίδας χαλεπὰς καὶἀπόρους καταφυγὼν πρὸς Ἄδμητον, ὃς βα-σιλεὺς μὲν ἦν Μολοττῶν, δεηθεὶς δέ τι τῶνἈθηναίων καὶ προπηλακισθεὶς ὑπὸ τοῦΘεμιστοκλέους, ὅτ' ἤκμαζεν ἐν τῇ πολι-τείᾳ, δι' ὀργῆς εἶχεν αὐτὸν ἀεὶ καὶ δῆλοςἦν, εἰ λάβοι, τιμωρησόμενος. ἐν δὲ τῇ τότετύχῃ μᾶλλον ὁ Θεμιστοκλῆς φοβηθεὶς συγ-γενῆ καὶ πρόσφατον φθόνον ὀργῆς παλαιᾶςκαὶ βασιλικῆς, ταύτῃ φέρων ὑπέθηκεν ἑαυ-τόν, ἱκέτης τοῦ Ἀδμήτου καταστὰς ἴδιόντινα καὶ παρηλλαγμένον τρόπον. ἔχων γὰρ

51

τοὺς οὐκ ἐν ὥρᾳ τῶν πολιτῶν, ἀλλ' ἤδη πα-ρηβηκότας καθοπλίσαι. περιελθὼν δὲ μα-κρὰν περίοδον περὶ τὸ Μαίκιον ὄρος καὶλαθὼν τοὺς πολεμίους, ἵδρυσε τὴν στρατι-ὰν κατόπιν αὐτῶν, καὶ πυρὰ πολλὰ καύσαςδιεσήμηνε τὴν αὑτοῦ παρουσίαν. οἱ μὲν οὖνπολιορκούμενοι θαρρήσαντες ἐπεξιέναι διε-νοοῦντο καὶ μάχην συνάπτειν· οἱ δὲ Λα-τῖνοι καὶ Οὐολοῦσκοι συστείλαντες εἴσωτοῦ χάρακος ἑαυτούς, ἀπεσταύρουν ξύλοιςπολλοῖς καὶ διεφράγνυντο πανταχόθεν τὸστρατόπεδον, ἀμφίβολοι γεγονότες ὑπὸτῶν πολεμίων καὶ περιμένειν ἐγνωκότεςἑτέραν οἴκοθεν δύναμιν, ἅμα δὲ καὶ Τυρρη-νῶν προσδεχόμενοι βοήθειαν. τοῦτο δ'αἰσθόμενος ὁ Κάμιλλος καὶ δεδοικὼς τα-ὐτὰ παθεῖν ἅπερ ἐποίησεν αὐτὸς τοὺς πολε-μίους κυκλωσάμενος, ἔσπευδε προλαβεῖντὸν καιρόν. ὄντος δὲ τοῦ περιφράγματοςξυλίνου καὶ πνεύματος μεγάλου κατιόντοςἀπὸ τῶν ὀρῶν ἅμα φάει, πυροβόλα παρα-

142

κατὰ λόχους κινοῦντες αὐτοὺς καὶ βια-ζόμενοι πρὸς τὸ συντυχὸν ἀτάκτουςἠνάγκασαν μάχεσθαι. τέλος δὲ τοῦ Καμίλ-λου τοὺς ὁπλίτας ἐπάγοντος, οἱ μὲν ἀνατει-νάμενοι τὰς μαχαίρας συνδραμεῖν ἔσπευ-δον, οἱ δὲ τοῖς ὑσσοῖς ἀπαντῶντες καὶ τὰσεσιδηρωμένα μέρη ταῖς πληγαῖς ὑποφέρο-ντες ἀπέστρεφον τὸν ἐκείνων σίδηρον, μα-λακὸν ὄντα καὶ λεπτῶς ἐληλασμένον, ὥστεκάμπτεσθαι ταχὺ καὶ διπλοῦσθαι τὰς μα-χαίρας, τοὺς δὲ θυρεοὺς συμπεπάρθαι καὶβαρύνεσθαι τῶν ὑσσῶν ἐφελκομένων. διὸκαὶ μεθιστάμενοι τῶν ἰδίων ὅπλων, ἐπει-ρῶντο τοῖς ἐκείνων ἐμπλέκεσθαι καὶ τοὺςὑσσοὺς παραφέρειν, ἐπιλαμβανόμενοι ταῖςχερσίν. οἱ δὲ Ῥωμαῖοι γυμνουμένουςὁρῶντες, ἤδη τοῖς ξίφεσιν ἐχρῶντο, καὶφόνος μὲν ἦν πολὺς τῶν προτάκτων, φυγὴδὲ τῶν ἄλλων πανταχόσε τοῦ πεδίου· τοὺςγὰρ λόφους καὶ τὰ ὑψηλὰ προκατειλήφειΚάμιλλος, τὸ δὲ στρατόπεδον διὰ τὸ θαρ-

159

κὸν εἰσάγουσαι ῥαπίζουσιν, εἶτ' ἐξελαύνου-σι καὶ τὰ τῶν ἀδελφῶν τέκνα πρὸ τῶν ἰδί-ων ἐναγκαλίζονται, καὶ δρῶσι περὶ τὴν θυ-σίαν ἃ ταῖς Διονύσου τροφαῖς καὶ τοῖς διὰτὴν παλλακὴν πάθεσι τῆς Ἰνοῦς προσέοι-κε. Μετὰ δὲ τὰς εὐχὰς ὁ Κάμιλλος εἰς τὴνΦαλίσκων ἐνέβαλε, καὶ μάχῃ μεγάλῃ τού-τους τε καὶ Καπηνάτας προσβοηθήσανταςαὐτοῖς ἐνίκησεν. ἔπειτα πρὸς τὴν πολιορκί-αν τραπόμενος τῶν Βηίων, καὶ τὸν ἐκ προ-σβολῆς ἀγῶνα χαλεπὸν καὶ δύσεργονὁρῶν, ὑπονόμους ἔτεμνε, τῶν περὶ τὴνπόλιν χωρίων ἐνδιδόντων τοῖς ὀρύγμασικαὶ ταχὺ δεχομένων εἰς βάθος ἄγειν ἄδη-λον τοῖς πολεμίοις τὰ ἔργα. διὸ καὶ προϊού-σης ὁδῷ τῆς ἐλπίδος, αὐτὸς μὲν ἔξωθενπροσέβαλλεν ἐκκαλούμενος ἐπὶ τὰ τείχητοὺς πολεμίους. ἄλλοι δ' ἀδήλως ὑποπο-ρευόμενοι διὰ τῶν ὑπονόμων ἔλαθον ἐντὸςγενόμενοι τῆς ἄκρας κατὰ τὸ τῆς Ἥρας ἱε-ρόν, ὃ μέγιστον ἦν ἐν τῇ πόλει καὶ μάλιστα

80

νάξας εἶπεν· “ὄφις Ἕλλην ὁ ποικίλος, ὁβασιλέως σε δαίμων δεῦρο ἤγαγεν.” οὐμὴν ἀλλ' εἰς ὄψιν ἐλθόντος αὐτοῦ καὶ πάλινπροσκυνήσαντος, ἀσπασάμενος καὶ προσει-πὼν φιλοφρόνως ὁ βασιλεύς, ἤδη μὲν ἔφη-σεν αὐτῷ διακόσια τάλαντα ὀφείλειν· κομί-σαντα γὰρ αὑτὸν ἀπολήψεσθαι δικαίως τὸἐπικηρυχθὲν τῷ ἀγαγόντι· πολλῷ δὲ πλείωτούτων ὑπισχνεῖτο καὶ παρεθάῤῥυνε καὶλέγειν ἐδίδου περὶ τῶν Ἑλληνικῶν, ἃ βού-λοιτο, παῤῥησιαζόμενον. ὁ δὲ Θεμιστο-κλῆς ἀπεκρίνατο, τὸν λόγον ἐοικέναι τοῦἀνθρώπου τοῖς ποικίλοις στρώμασιν· ὡςγὰρ ἐκεῖνα καὶ τοῦτον ἐκτεινόμενον μὲνἐπιδείκνυσθαι τὰ εἴδη, συστελλόμενον δὲκρύπτειν καὶ διαφθείρειν· ὅθεν αὐτῷ χρό-νου δεῖν. ἐπεὶ δέ, ἡσθέντος τοῦ βασιλέωςτῇ εἰκασίᾳ καὶ λαμβάνειν κελεύσαντος,ἐνιαυτὸν αἰτησάμενος καὶ τὴν Περσίδαγλῶτταν ἀποχρώντως ἐκμαθὼν ἐνετύγχα-νε βασιλεῖ δι' αὑτοῦ, τοῖς μὲν ἐκτὸς δόξαν

61

τὸ μὲν πλεῖστον ἀποκρύπτεσθαι, τὸ δ'ὁρώμενον δοκεῖν ὑπὸ δέους εἰς χωρία προ-σάντη κατειλεῖσθαι. ταύτην δὲ τὴν δόξαναὐτῶν ὁ Κάμιλλος αὔξειν βουλόμενος, οὐπροσήμυνε τῶν ὑπὸ πόδας πορθουμένων,ἀλλὰ τὸν χάρακα φραξάμενος ἠρέμει,μέχρι οὗ τοὺς μὲν ἐν προνομαῖς ἐσκεδα-σμένους κατεῖδε, τοὺς δ' ἐν τῷ στρατο-πέδῳ πᾶσαν ὥραν ἐμπιμπλαμένους ἀφει-δῶς καὶ μεθύοντας. τότε δὲ νυκτὸς ἔτι τοὺςψιλοὺς προεκπέμψας ἐμποδὼν εἶναι τοῖςβαρβάροις εἰς τάξιν καθισταμένοις καὶ δια-ταράττειν εὐθὺς ἐπεξιόντας, κατεβίβαζενὄρθρου τοὺς ὁπλίτας καὶ παρέταττεν ἐντοῖς ἐπιπέδοις, πολλοὺς καὶ προθύμους,οὐχ ὥσπερ οἱ βάρβαροι προσεδόκων ὀλί-γους καὶ ἀτόλμους φανέντας. πρῶτον μὲνοὖν τοῦτο τῶν Κελτῶν ἀνέτρεψε τὰ φρονή-ματα, παρ' ἀξίαν ἐπιχειρεῖσθαι δοκούντων.ἔπειτα προσπίπτοντες οἱ ψιλοὶ καὶ πρὶν ἢτὸν συνήθη λαβεῖν κόσμον καὶ διακριθῆναι

158

σκευασάμενος καὶ περὶ τὸν ὄρθρον ἐξαγα-γὼν τὴν δύναμιν, τοὺς μὲν ἄλλους ἐκέλευ-σε χρῆσθαι βέλεσι καὶ κραυγῇ καθ' ἕτερονμέρος, αὐτὸς δὲ τοὺς τὸ πῦρ ἀφήσειν μέλ-λοντας ἔχων, ὅθεν εἰώθει μάλιστα προσπί-πτειν ὁ ἄνεμος τῷ χάρακι τῶν πολεμίων,ἀνέμενε τὴν ὥραν. ἐπεὶ δὲ συνεστώσης τῆςμάχης ὅ θ' ἥλιος ἀνῄει καὶ τὸ πνεῦμα λα-μπρὸν ἐξέπιπτε, σημήνας ἐπιδρομὴν κα-τέσπειρε τοῦ χάρακος ἄφθονα τῶν πυρο-βόλων. ταχὺ δὲ πολλῆς φλογὸς ἐν ὕλῃ πυ-κνῇ καὶ σταυρώμασι ξυλίνοις ἀνατραφεί-σης καὶ κύκλῳ περινεμομένης, οὐδὲν ἄκοςοὐδὲ σβεστήριον ἔχοντες οἱ Λατῖνοι παρε-σκευασμένον, ὡς πλῆρες ἦν ἤδη τὸ στρα-τόπεδον πυρός, ἐπ' ὀλίγον συστελλόμενοιτόπον ἐξέπιπτον ὑπ' ἀνάγκης πρὸς ὡπλι-σμένους καὶ παρατεταγμένους πρὸ τοῦχάρακος τοὺς πολεμίους· καὶ τούτων μὲνὀλίγοι διέφυγον, τοὺς δὲ καταλειφθένταςἐν τῷ στρατοπέδῳ πάντας διέφθειρε τὸ

143

παρέσχε περὶ τῶν Ἑλληνικῶν πραγμάτωνδιειλέχθαι, πολλῶν δὲ καινοτομουμένωνπερὶ τὴν αὐλὴν καὶ τοὺς φίλους ὑπὸ τοῦβασιλέως ἐν ἐκείνῳ τῷ καιρῷ, φθόνον ἔσχεπαρὰ τοῖς δυνατοῖς, ὡς καὶ κατ' ἐκείνωνπαῤῥησίᾳ χρήσασθαι πρὸς αὐτὸν ἀποτετολ-μηκώς. οὐδὲν γὰρ ἦσαν αἱ τιμαὶ ταῖς τῶνἄλλων ἐοικυῖαι ξένων, ἀλλὰ καὶ κυνηγεσί-ων βασιλεῖ μετέσχε καὶ τῶν οἴκοι διατρι-βῶν, ὥστε καὶ μητρὶ τῇ βασιλέως εἰς ὄψινἐλθεῖν καὶ γενέσθαι συνήθης, διακοῦσαι δὲκαὶ τῶν μαγικῶν λόγων τοῦ βασιλέως κε-λεύσαντος. ἐπεὶ δὲ Δημάρατος ὁ Σπαρ-τιάτης αἰτήσασθαι δωρεὰν κελευσθεὶς ᾐτή-σατο τὴν κίταριν, ὥσπερ οἱ βασιλεῖς, ἐπα-ράμενος εἰσελάσαι διὰ Σάρδεων, Μιθρο-παύστης μὲν ἀνεψιὸς ὢν βασιλέως εἶπε τοῦΔημαράτου τῆς τιάρας ἁψάμενος· “αὕτημὲν ἡ κίταρις οὐκ ἔχει ἐγκέφαλον, ὃν ἐπι-καλύψει· σὺ δ' οὐκ ἔσῃ Ζεὺς ἂν λάβῃς κε-ραυνόν·” ἀπωσαμένου δὲ τὸν Δημάρατον

62

μένας Λατίνας ἑορτὰς ὀλιγωρίαν ἔφραζοναὐτοῖς, καὶ τὸ τῆς Ἀλβανίδος ὕδωρἐκέλευον εἴργοντας ὡς ἀνυστόν ἐστι τῆςθαλάττης ἀνωθεῖν εἰς τὸν ἀρχαῖον πόρον, ἢτοῦτο μὴ δυναμένους ὀρύγμασι καὶτάφροις παράγειν εἰς τὸ πεδίον καὶ κατα-ναλίσκειν. ἀπαγγελθέντων δὲ τούτων, οἱμὲν ἱερεῖς τὰ περὶ τὰς θυσίας ἔπραττον, ὁδὲ δῆμος ἐχώρει πρὸς τὰ ἔργα καὶ τὸ ὕδωρἐξέτρεπεν.[5] Ἡ δὲ σύγκλητος εἰς τὸ δέκατον ἔτοςτοῦ πολέμου καταλύσασα τὰς ἄλλας ἀρχὰςδικτάτορα Κάμιλλον ἀπέδειξεν· ἵππαρχονδ' ἐκεῖνος αὑτῷ προσελόμενος ΚορνήλιονΣκιπίωνα, πρῶτον μὲν εὐχὰς ἐποιήσατοτοῖς θεοῖς ἐπὶ τῷ πολέμῳ τέλος εὐτυχὲςλαβόντι τὰς μεγάλας θέας ἄξειν καὶ νεὼνθεᾶς, ἣν Μητέρα Ματοῦταν καλοῦσι Ῥω-μαῖοι, καθιερώσειν. ταύτην ἄν τις ἀπὸ τῶνδρωμένων ἱερῶν μάλιστα Λευκοθέαν νομί-σειεν εἶναι. καὶ γὰρ θεράπαιναν εἰς τὸν ση-

79

πῦρ, μέχρι οὗ κατασβέσαντες οἱ Ῥωμαῖοιτὰ χρήματα διήρπασαν.[35] Γενομένων δὲ τούτων, ἀπολιπὼν ἐπὶστρατοπέδου τὸν υἱὸν Λεύκιον φύλακα τῶνἡλωκότων ἀνθρώπων καὶ χρημάτων, αὐτὸςεἰς τὴν τῶν πολεμίων ἐνέβαλε, καὶ τὴνΑἰκανῶν πόλιν ἐξελὼν καὶ προσαγαγόμε-νος τοὺς Οὐολούσκους, εὐθὺς ἦγε τὴνστρατιὰν πρὸς τὸ Σούτριον, οὔπω τὰ συμ-βεβηκότα τοῖς Σουτρίνοις πεπυσμένος,ἀλλ' ὡς ἔτι κινδυνεύουσι καὶ πολιορκου-μένοις ὑπὸ τῶν Τυρρηνῶν βοηθῆσαι σπεύ-δων. οἱ δ' ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖςπολεμίοις παραδεδωκότες, αὐτοὶ δὲπάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφει-μένοι, καὶ καθ' ὁδὸν ὄντι τῷ Καμίλλῳμετὰ τέκνων καὶ γυναικῶν ἀπήντων, ὀδυ-ρόμενοι τὰς αὑτῶν τύχας. ὁ δὲ Κάμιλλοςαὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθείς, καὶτοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖςτῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχε-

144

σάμενος, ἀλλ' αὐτόθεν ὑποστὰς τὴν στρα-τηγίαν, κατέλεγε τοὺς μαχησομένους.εἰδὼς δὲ τῆς τῶν βαρβάρων ἀλκῆς τὴνβιαιοτάτην ἐν ταῖς μαχαίραις οὖσαν, ἃςβαρβαρικῶς καὶ σὺν οὐδεμιᾷ τέχνῃ κατα-φέροντες ὤμους μάλιστα καὶ κεφαλὰςδιέκοπτον, ἐχαλκεύσατο μὲν κράνη τοῖςὁπλίταις ὁλοσίδηρα καὶ λεῖα ταῖς περιφε-ρείαις, ὡς ἀπολισθάνειν ἢ κατάγνυσθαι τὰςμαχαίρας, τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμο-σε λεπίδα χαλκῆν, τοῦ ξύλου καθ' αὑτὸ τὰςπληγὰς μὴ στέγοντος· αὐτοὺς δὲ τοὺςστρατιώτας ἐδίδαξε τοῖς ὑσσοῖς μακροῖςδιὰ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πο-λεμίων ὑποβάλλοντας ἐκδέχεσθαι τὰς κα-ταφοράς.[41] Ἐπεὶ δὲ πλησίον ἦσαν οἱ Κελτοί, περὶτὸν Ἀνίωνα ποταμὸν στρατόπεδον βαρὺκαὶ μεστὸν ἀφθόνου λείας ἔχοντες, ἐξαγα-γὼν τὴν δύναμιν ἵδρυσε κατὰ νάπης μαλα-κῆς καὶ συγκλίσεις πολλὰς ἐχούσης, ὥστε

157

αὐτόν, ὡς πορρωτέρω τῶν πυλῶν ἐγεγόνει-σαν, αἴρεταί τε μετέωρον εὐρωστότεροςὤν, καὶ πλειόνων ἀπὸ στρατοπέδου προσ-δραμόντων χειρωσάμενος καὶ κρατήσαςπαρέδωκε τοῖς στρατηγοῖς. ἐν τούτῳ δ'ἀνάγκης γεγονὼς ὁ ἄνθρωπος, καὶ μαθὼνἄρα τὸ πεπρωμένον ὡς ἄφυκτον εἴη, λόγιαπροὔφαινεν ἀπόρρητα περὶ τῆς ἑαυτοῦ πα-τρίδος, ὡς οὐκ οὔσης ἁλωσίμου πρότερον,ἢ τὴν Ἀλβανίδα λίμνην ἐκχυθεῖσαν καὶ φε-ρομένην ὁδοὺς ἑτέρας ὤσαντες ὀπίσω καὶπερισπάσαντες οἱ πολέμιοι κωλύσωσι μεί-γνυσθαι τῇ θαλάττῃ. ταῦτα τῇ συγκλήτῳπυθομένῃ καὶ διαπορούσῃ καλῶς ἔχειν ἔδο-ξε πέμψαντας εἰς Δελφοὺς ἐρέσθαι τὸνθεόν. οἱ δὲ πεμφθέντες ἄνδρες ἔνδοξοι καὶμεγάλοι, Κόσσος Λικίνιος καὶ ΟὐαλέριοςΠοτῖτος καὶ Φάβιος Ἄμβουστος, πλῷ τεχρησάμενοι καὶ τῶν παρὰ τοῦ θεοῦ τυ-χόντες, ἧκον ἄλλας τε μαντείας κομίζο-ντες, αἳ πατρίων τινῶν περὶ τὰς καλου-

78

ὀργῇ διὰ τὸ αἴτημα τοῦ βασιλέως καὶ δο-κοῦντος ἀπαραιτήτως ἔχειν πρὸς αὐτόν, ὁΘεμιστοκλῆς δεηθεὶς ἔπεισε καὶ διήλλαξε.λέγεται δὲ καὶ τοὺς ὕστερον βασιλεῖς, ἐφ'ὧν μᾶλλον αἱ Περσικαὶ πράξεις ταῖς Ἑλ-ληνικαῖς ἀνεκράθησαν, ὁσάκις δεηθεῖεν ἀν-δρὸς Ἕλληνος, ἐπαγγέλλεσθαι καὶ γράφεινἕκαστον, ὡς μείζων ἔσοιτο παρ' αὐτῷ Θε-μιστοκλέους. αὐτὸν δὲ τὸν Θεμιστοκλέαφασὶν ἤδη μέγαν ὄντα καὶ θεραπευόμενονὑπὸ πολλῶν λαμπρᾶς ποτε τραπέζης αὐτῷπαρατεθείσης πρὸς τοὺς παῖδας εἰπεῖν· “ὦπαῖδες, ἀπωλόμεθα ἄν, εἰ μὴ ἀπωλόμεθα.”πόλεις δ' αὐτῷ τρεῖς μὲν οἱ πλεῖστοι δο-θῆναι λέγουσιν εἰς ἄρτον καὶ οἶνον καὶὄψον, Μαγνησίαν καὶ Λάμψακον καὶ Μυο-ῦντα· δύο δ' ἄλλας προστίθησιν ὁ Κυζικη-νὸς Νεάνθης καὶ Φανίας, Περκώτην καὶΠαλαίσκηψιν εἰς στρωμνὴν καὶ ἀμπε-χόνην.[30] καταβαίνοντι δ' αὐτῷ πρὸς τὰς Ἑλλη-

63

[40] Ὑπολειπομένης δὲ τῆς περὶ τῶν ὑπα-τικῶν ἀρχαιρεσιῶν φιλονικίας, ὃ δὴ χαλε-πώτατον τῆς στάσεως μόριον ἦν καὶπρῶτον ἦρξε καὶ πλεῖστα πράγματα πα-ρέσχε τῇ βουλῇ διαφερομένῃ πρὸς τὸνδῆμον, ἀγγελία προσέπεσε σαφής, Κελτοὺςαὖθις ἀπὸ τῆς Ἀδριατικῆς ἄραντας θαλάσ-σης μυριάσι πολλαῖς ἐπὶ τὴν Ῥώμην ἐλαύ-νειν. ἅμα δὲ τῷ λόγῳ καὶ τὰ ἔργα τοῦ πο-λέμου παρῆν, πορθουμένης τῆς χώρας καὶτῶν ἀνθρώπων, ὅσοις οὐ ῥᾴδιον ἦν εἰς τὴνῬώμην καταφυγεῖν, ἀνὰ τὰ ὄρη σκεδαννυ-μένων. οὗτος δ' ὁ φόβος κατέπαυσε τὴνστάσιν, καὶ συνελθόντες εἰς τὸ αὐτὸ τοῖςπολλοῖς οἱ κράτιστοι καὶ τῇ βουλῇ τὸ δη-μοτικὸν εἵλοντο πάντες ἐκ μιᾶς γνώμης δι-κτάτορα τὸ πέμπτον Κάμιλλον, ὁ δ' ἦν μὲνσφόδρα γέρων καὶ μικρὸν ἀπέλειπεν ὀγδο-ήκοντα ἔτη γεγονέναι· συνορῶν δὲ τὴνἀνάγκην καὶ τὸν κίνδυνον, οὔθ' ὑποτίμησινὡς πρότερον εἰπών, οὔτε προφάσει χρη-

156

τοῦντας ἐπὶ τοῖς γεγενημένοις, οὐκ ἔγνωποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν, ἀλλ'εὐθὺς ἦγεν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆςἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονακαὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶμηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐναὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλε-λυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρή-σειν· ὀρθῶς λογισάμενος. οὐ γὰρ μόνον τὴνχώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖςπύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών·ἐφύλαττε γὰρ οὐδείς, ἀλλ' ἐν οἴνῳ καὶ συ-νουσίαις ἦσαν, ἐσκεδασμένοι κατὰ τὰςοἰκίας. ἐπεὶ δ' ᾔσθοντο τοὺς πολεμίους ἤδηκρατοῦντας, οὕτω διέκειντο μοχθηρῶς ὑπὸπλησμονῆς καὶ μέθης, ὥστε μηδὲ πρὸς φυ-γὴν ὁρμῆσαι πολλούς, ἀλλ' ἐν ταῖς οἰκίαιςαἴσχιστα πάντων ὑπομένοντας ἀπο-θνῄσκειν, ἢ παραδιδόναι σφᾶς αὐτοὺς τοῖςπολεμίοις. τὴν μὲν οὖν Σουτρίνων πόλιν ἐνἡμέρᾳ μιᾷ δὶς ἁλοῦσαν οὕτω συνέβη καὶ

145

νικὰς πράξεις ἐπὶ θάλατταν Πέρσης ἀνὴρἘπιξύης ὄνομα, σατραπεύων τῆς ἄνωΦρυγίας, ἐπεβούλευσε, παρεσκευακὼς ἔκ-παλαι Πισίδας τινὰς ἀποκτενοῦντας, ὅτανἐν τῇ καλουμένῃ κώμῃ Λεοντοκεφάλῳ γε-νόμενος καταυλισθῇ. τῷ δὲ λέγεται καθεύ-δοντι μεσημβρίας τὴν μητέρα τῶν θεῶνὄναρ φανεῖσαν εἰπεῖν· “ὦ Θεμιστόκλεις,ὑστέρει κεφαλῆς λεόντων, ἵνα μὴ λέοντιπεριπέσῃς. ἐγὼ δὲ ἀντὶ τούτου σε αἰτῶ θε-ράπαιναν Μνησιπτολέμαν.” διαταραχθεὶςοὖν ὁ Θεμιστοκλῆς προσευξάμενος τῇ θεῷτὴν μὲν λεωφόρον ἀφῆκεν, ἑτέρᾳ δὲ περιελ-θὼν καὶ παραλλάξας τὸν τόπον ἐκεῖνον ἤδηνυκτὸς οὔσης κατηυλίσατο. τῶν δὲ τὴνσκηνὴν κομιζόντων ὑποζυγίων ἑνὸς εἰς τὸνποταμὸν ἐμπεσόντος, οἱ τοῦ Θεμιστο-κλέους οἰκέται τὰς αὐλαίας διαβρόχους γε-νομένας ἐκπετάσαντες ἀνέψυχον. οἱ δὲ Πι-σίδαι τὰ ξίφη λαβόντες ἐν τούτῳ προσε-φέροντο, καὶ τὰ ψυχόμενα πρὸς τὴν σελή-

64

ῦντι τοὺς Βηίους, ὥστε κἀκείνοις ἔκπυστονγενέσθαι τὸ περὶ τὴν λίμνην πάθος.[4] Οἷα δ' ἐν πολιορκίᾳ διὰ χρόνου μῆκοςἐπιμειξίας τε πολλὰς ἐχούσῃ καὶ κοινολο-γίας πρὸς τοὺς πολεμίους, ἐγεγόνει τινὶῬωμαίῳ συνήθεια καὶ παρρησία πρὸς ἕνατῶν πολεμίων, ἄνθρωπον ἔμπειρόν τε λογί-ων παλαιῶν καί τι καὶ πλέον εἰδέναι τῶνἄλλων ἀπὸ μαντικῆς δοκοῦντα. τοῦτον οὖνὁ Ῥωμαῖος, ὡς ἤκουσε τὴν ἐπίδοσιν τῆςλίμνης, ὁρῶν ὑπερηδόμενόν τε καὶ καταγε-λῶντα τῆς πολιορκίας, οὐ ταῦτ' ἔφη μόνονἐνηνοχέναι θαυμαστὰ τὸν παρόντα χρόνον,ἀλλ' ἕτερα τούτων ἀτοπώτερα σημεῖα Ῥω-μαίοις γεγονέναι, περὶ ὧν ἐθέλειν ἐκείνῳκοινωσάμενος εἴ τι δύναιτο θέσθαι τῶν ἰδί-ων ἄμεινον ἐν τοῖς κοινοῖς νοσοῦσιν. ὑπα-κούσαντος δὲ τοῦ ἀνθρώπου προθύμως καὶδιδόντος ἑαυτὸν εἰς κοινολογίαν ὡς ἀπορ-ρήτων τινῶν ἀκροατὴν ἐσόμενον, κατὰ μι-κρὸν οὕτω διαλεγόμενος καὶ ὑπάγων

77

τοὺς ἔχοντας ἀποβαλεῖν, καὶ τοὺς ἀφῃρη-μένους ἀπολαβεῖν διὰ Κάμιλλον.[36] Ὁ δ' ἀπὸ τούτων θρίαμβος αὐτῷχάριν οὐκ ἐλάττονα καὶ κόσμον ἤνεγκε τῶνπρώτων δυεῖν. καὶ γὰρ τοὺς πάνυ βασκαί-νοντας τῶν πολιτῶν καὶ πάντα βουλο-μένους εὐτυχίᾳ τινὶ μᾶλλον ἢ δι' ἀρετὴνκατωρθῶσθαι τότ' ἠνάγκαζον αἱ πράξειςτῇ δεινότητι καὶ τῷ δραστηρίῳ τοῦ ἀνδρὸςἀποδιδόναι τὴν δόξαν. ἦν δὲ τῶν διαμαχο-μένων αὐτῷ καὶ προσφθονούντων ἐπιφα-νέστατος Μᾶρκος Μάλλιος, ὁ πρῶτοςὠσάμενος ἀπὸ τῆς ἄκρας τοὺς Κελτούς,ὅτε τῷ Καπιτωλίῳ νυκτὸς ἐπέθεντο, καὶδιὰ τοῦτο Καπιτωλῖνος ἐπικληθείς. οὗτοςγὰρ ἀξιῶν πρῶτος εἶναι τῶν πολιτῶν καὶμὴ δυνάμενος τὸν Κάμιλλον ἀπὸ τοῦ βελτί-στου τρόπου τῇ δόξῃ παρελθεῖν, ἐπίθεσιντυραννίδος ἐποιήσατο κοινὴν καὶ συνήθη,δημαγωγῶν τοὺς πολλούς, μάλιστα δὲ τῶνὀφειλόντων χρέα τοῖς μὲν παριστάμενος

146

πέντε μυριάσιν ἀργυρίου ζημιώσειν, εἰ μὴπαύσοιτο τοῦ δήμου τὸν νόμον ἀφαιρούμε-νος καὶ τὴν ψῆφον, εἴτε δείσας φυγὴνἑτέραν καὶ καταδίκην, ὡς ἀνδρὶ πρεσβύτῃκαὶ κατειργασμένῳ μεγάλα μὴ πρέπουσαν,εἴτε τοῦ πλήθους τὴν βίαν ἄμαχον οὖσανκαὶ δυσνίκητον ὑπερβαλέσθαι μὴ δυνάμε-νος μηδὲ βουλόμενος, τότε μὲν ἀπεχώρη-σεν οἴκαδε· ταῖς δ' ἑξῆς ἡμέραις σκηψάμε-νος ἀρρωστεῖν ἐξωμόσατο τὴν ἀρχήν. ἡ δὲσύγκλητος ἕτερον δικτάτορα κατέστησε,κἀκεῖνος ἀποδείξας ἵππαρχον αὐτὸν τὸνἡγεμόνα τῆς στάσεως Στόλωνα παρῆκενἐπικυρῶσαι τὸν νόμον τὸν μάλιστα λυπο-ῦντα τοὺς πατρικίους. ἐκέλευσε δ' οὗτοςμηδένα πλέθρων πεντακοσίων πλείοναχώραν κεκτῆσθαι. τότε μὲν οὖν λαμπρὸς ὁΣτόλων ἐγεγόνει τῇ ψήφῳ κρατήσας· ὀλί-γῳ δ' ὕστερον αὐτὸς ἑάλω κεκτημένοςὅσην ἔχειν ἐκώλυεν ἑτέρους, καὶ κατὰ τὸναὑτοῦ νόμον δίκην ἔδωκεν.

155

Ἰταλίας ἐχούσης, τὰ μὲν ἐξέλιπε κομιδῇ,τὰ δ' ἀντέσχε γλίσχρως καὶ μόλις, οἱ δὲποταμοὶ πάντες ὥσπερ αἰεὶ κοῖλοι καὶ τα-πεινοὶ διὰ θέρους ἐρρύησαν. τὸ δὲ τῆς Ἀλ-βανίδος λίμνης <ὕδωρ>, ἀρχὴν ἔχον ἐνἑαυτῷ καὶ τελευτήν, ὄρεσιν εὐγείοις περιε-χόμενον, ἀπ' οὐδενὸς αἰτίου (πλὴν εἴ τι θε-ῖον) αὐξόμενον ἐπιδήλως διωγκοῦτο καὶπροσίστατο ταῖς ὑπωρείαις καὶ τῶν ἀνω-τάτω λόφων ἔψαυεν ὁμαλῶς, ἄνευ σάλουκαὶ κλύδωνος ἐξιστάμενον. καὶ πρῶτον μὲνἦν ποιμένων θαῦμα καὶ βοτήρων· ἐπεὶ δὲτοῦ διείργοντος ἀπὸ τῆς κάτω χώρας οἷονἰσθμοῦ τὴν λίμνην ὑπεκραγέντος ὑπὸ πλή-θους καὶ βάρους, μέγα ῥεῦμα κατέβαινεδιὰ τῶν ἀρουμένων καὶ φυτευομένων ἐπὶτὴν θάλασσαν, οὐ μόνον αὐτοῖς παρεῖχεῬωμαίοις ἔκπληξιν, ἀλλὰ καὶ πᾶσιν ἐδόκειτοῖς τὴν Ἰταλίαν κατοικοῦσι μηδενὸς μι-κροῦ σημεῖον εἶναι. πλεῖστος δ' αὐτοῦλόγος ἦν ἐν τῷ στρατοπέδῳ τῷ πολιορκο-

76

νην οὐκ ἀκριβῶς ἰδόντες ᾠήθησαν εἶναιτὴν σκηνὴν τὴν Θεμιστοκλέους κἀκεῖνονἔνδον εὑρήσειν ἀναπαυόμενον. ὡς δ' ἐγγὺςγενόμενοι τὴν αὐλαίαν ἀνέστελλον, ἐπιπί-πτουσιν αὐτοῖς οἱ παραφυλάσσοντες καὶσυλλαμβάνουσι. διαφυγὼν δὲ τὸν κίνδυνονοὕτω καὶ θαυμάσας τὴν ἐπιφάνειαν τῆςθεοῦ ναὸν κατεσκεύασεν ἐν Μαγνησίᾳ Διν-δυμήνης καὶ τὴν θυγατέρα Μνησιπτολέμανἱέρειαν ἀπέδειξεν.[31] ὡς δ' ἦλθεν εἰς Σάρδεις καὶ σχολὴνἄγων ἐθεᾶτο τῶν ἱερῶν τὴν κατασκευὴνκαὶ τῶν ἀναθημάτων τὸ πλῆθος, εἶδε δὲ ἐνμητρὸς ἱερῷ τὴν καλουμένην ὑδροφόρονκόρην χαλκῆν, μέγεθος δίπηχυν, ἣν αὐτὸςὅτε τῶν Ἀθήνησιν ὑδάτων ἐπιστάτης ἦν,ἑλὼν τοὺς ὑφαιρουμένους τὸ ὕδωρ καὶ πα-ροχετεύοντας, ἀνέθηκεν ἐκ τῆς ζημίας ποι-ησάμενος, εἴτε δὴ παθών τι πρὸς τὴν αἰχ-μαλωσίαν τοῦ ἀναθήματος εἴτε βουλόμενοςἐνδείξασθαι τοῖς Ἀθηναίοις, ὅσην ἔχει τι-

65

ἐπιτελεσθῆναι διεκώλυσαν οἱ πολλοί. καὶτῶν πραγμάτων δι' ἀναρχίας φερομένωνεἰς μείζονας ταραχάς, ἀποδείκνυται δι-κτάτωρ ὁ Κάμιλλος ὑπὸ τῆς βουλῆς ἄκοντιτῷ δήμῳ τὸ τέταρτον, οὐδ' αὐτὸς ὢνπρόθυμος οὐδὲ βουλόμενος ἐναντιοῦσθαιπρὸς ἀνθρώπους παρρησίαν ἔχοντας ἀπὸπολλῶν καὶ μεγάλων ἀγώνων πρὸς αὐτόν,ὡς πλείονα μετ' αὐτῶν διαπεπραγμένος ἐνστρατηγίαις ἢ μετὰ τῶν πατρικίων ἐν πο-λιτείαις, καὶ νῦν διὰ φθόνον ἐκείνων ᾑρη-μένος ὑπ' αὐτῶν, ὅπως ἢ καταλύσειε τὸνδῆμον ἰσχύσας, ἢ καταλυθείη μὴ κρατή-σας. οὐ μὴν ἀλλὰ πειρώμενος ἀμύνειν τοῖςπαροῦσι, τὴν ἡμέραν γνοὺς ἐν ᾗ νομοθετεῖνοἱ δήμαρχοι διενοοῦντο, προέγραψε στρα-τιᾶς κατάλογον καὶ μετεκάλει τὸν δῆμονἐκ τῆς ἀγορᾶς εἰς τὸ πεδίον, μεγάλας ζημί-ας ἀπειλῶν κατὰ τοῦ μὴ ὑπακούσαντος.τῶν δὲ δημάρχων ἐκεῖθεν αὖ πάλιν ἀντανι-σταμένων ταῖς ἀπειλαῖς καὶ διομνυμένων

154

καὶ συνδικῶν ἐπὶ τοὺς δανειστάς, τοὺς δ'ἀφαιρούμενος βίᾳ καὶ κωλύων ἄγεσθαιπρὸς τὸν νόμον, ὥστε πολλοὺς ταχὺ τῶνἀπόρων περὶ αὐτὸν γενέσθαι καὶ πολὺνφόβον παρασχεῖν τοῖς βελτίστοις τῶν πολι-τῶν θρασυνομένους καὶ ταράττοντας τὴνἀγοράν. ἐπεὶ δὲ κατασταθεὶς ἐπὶ ταῦτα δι-κτάτωρ Κούιντος Καπιτωλῖνος εἰς τὴν εἱρ-κτὴν ἐνέβαλε τὸν Μάλλιον, ὁ δὲ δῆμος τού-του γενομένου μετέβαλε τὴν ἐσθῆτα, πρᾶγ-μα γινόμενον ἐπὶ συμφοραῖς μεγάλαις καὶδημοσίαις, δείσασα τὸν θόρυβον ἡ σύγκλη-τος ἐκέλευσεν ἀφεθῆναι τὸν Μάλλιον. ὁ δ'οὐδὲν ἦν ἀφεθεὶς ἀμείνων, ἀλλὰ σοβαρώτε-ρον ἐδημαγώγει καὶ διεστασίαζε τὴνπόλιν. αἱροῦνται δὴ πάλιν χιλίαρχον τὸνΚάμιλλον. εἰσαγομένων δὲ τῶν κατὰ τοῦΜαλλίου δικῶν, μεγάλα τοὺς κατηγόρουςἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφ' οὗ βεβη-κὼς ὁ Μάλλιος ἐνυκτομάχησε πρὸς τοὺςΚελτούς, ὑπερεφαίνετο τῆς ἀγορᾶς ἀπὸ

147

μὴν καὶ δύναμιν ἐν τοῖς βασιλέως πράγμα-σι, λόγον τῷ Λυδίας σατράπῃ προσήνεγκεναἰτούμενος ἀποστεῖλαι τὴν κόρην εἰς τὰςἈθήνας. χαλεπαίνοντος δὲ τοῦ βαρβάρουκαὶ βασιλεῖ γράψειν φήσαντος ἐπιστολήν,φοβηθεὶς ὁ Θεμιστοκλῆς εἰς τὴν γυναικω-νῖτιν κατέφυγε καὶ τὰς παλλακίδας αὐτοῦθεραπεύσας χρήμασιν ἐκεῖνόν τε κατε-πράϋνε τῆς ὀργῆς καὶ πρὸς τὰ ἄλλα παρε-ῖχεν ἑαυτὸν εὐλαβέστερον, ἤδη καὶ τὸνφθόνον τῶν βαρβάρων δεδοικώς. οὐ γὰρπλανώμενος περὶ τὴν Ἀσίαν, ὥς φησι Θε-όπομπος, ἀλλ' ἐν Μαγνησίᾳ μὲν οἰκῶν,καρπούμενος δὲ δωρεὰς μεγάλας καὶ τι-μώμενος ὅμοια Περσῶν τοῖς ἀρίστοις, ἐπὶπολὺν χρόνον ἀδεῶς διῆγεν, οὐ πάνυ τιτοῖς Ἑλληνικοῖς πράγμασι βασιλέως προ-σέχοντος ὑπ' ἀσχολιῶν περὶ τὰς ἄνωπράξεις.ὡς δ' Αἴγυπτός τε ἀφισταμένη βοηθούντωνἈθηναίων καὶ τριήρεις Ἑλληνικαὶ μέχρι

66

γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκο-ῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν, ἑτέρων αἱρε-θέντων ἐπὶ τὸν πόλεμον· ὧν ἦν καὶ Κάμιλ-λος, τότε χιλιαρχῶν τὸ δεύτερον. ἔπραξεδὲ περὶ τὴν πολιορκίαν οὐδὲν ἐν ἐκείνῳ τῷχρόνῳ, λαχὼν Φαλερίοις καὶ Καπηνάταιςπολεμεῖν, οἳ δι' ἀσχολίαν τότε πολλὰ τὴνχώραν καθυβρίσαντες καὶ παρὰ πάντα τὸνΤυρρηνικὸν πόλεμον ἐνοχλήσαντες,ἐπιέσθησαν ὑπὸ τοῦ Καμίλλου καὶ συνε-στάλησαν ἐς τὰ τείχη, πολλοὺς ἀποβα-λόντες.[3] Ἐκ τούτου τὸ περὶ τὴν Ἀλβανίδα λί-μνην πάθος ἀκμάζοντι τῷ πολέμῳ συνενε-χθέν, οὐδενὸς ἧττον τῶν ἀπίστων πυθέσθαιθαυμάτων αἰτίας κοινῆς ἀπορίᾳ καὶ λόγουφυσικὴν ἔχοντος ἀρχὴν ἐφόβησεν. ἦν μὲνγὰρ ὥρα μετοπωρινή, καὶ τὸ θέρος ἔληγεν,οὔτ' ἔπομβρον οὔτε πνεύμασι νοτίοις χαλε-πὸν ἐπιδήλως γενόμενον· πολλὰς δὲ λίμναςκαὶ ποταμοὺς καὶ νάματα παντοδαπὰ τῆς

75

τοῦ Καπιτωλίου καὶ παρεῖχεν οἶκτον τοῖςὁρῶσιν, αὐτός τε τὰς χεῖρας ὀρέγων ἐκεῖκαὶ δακρύων ὑπεμίμνῃσκε τῶν ἀγώνων,ὥστε τοὺς κρίνοντας ἀπορεῖν καὶ πολλάκιςὑπερβάλλεσθαι τὴν δίκην, μήτ' ἀφεῖναιβουλομένους ἐπὶ τεκμηρίοις φανεροῖς τὸἀδίκημα, μήτε χρήσασθαι τῷ νόμῳ δυνα-μένους ἐν ὀφθαλμοῖς τῆς πράξεως οὔσηςδιὰ τὸν τόπον. τοῦτο δὴ συμφρονήσας ὁΚάμιλλος μετήγαγεν ἔξω πύλης τὸ δικα-στήριον εἰς τὸ Πετηλῖνον ἄλσος· ὅθεν οὐκὄντος τοῦ Καπιτωλίου καταφανοῦς, ὅ τεδιώκων ἐχρήσατο τῇ κατηγορίᾳ, καὶ τοῖςκρίνουσι παρεχώρησεν ἡ μνήμη τῶν γεγο-νότων ἀξίαν ἀναλαβεῖν ὀργὴν ἐπὶ τοῖς πα-ροῦσιν ἀδικήμασιν. ὁ μὲν οὖν Μάλλιος ἁλο-ὺς εἰς τὸ Καπιτώλιον ἀπήχθη, καὶ κατὰτῆς πέτρας ὠσθεὶς τὸν αὐτὸν τόπον ἔσχεκαὶ τῶν εὐτυχεστάτων ἔργων καὶ τῶν με-γίστων ἀτυχημάτων μνημεῖον. οἱ δὲ Ῥω-μαῖοι τὴν οἰκίαν αὐτοῦ κατασκάψαντες, ἱε-

148

ἐπὶ τῶν ἐργαστηρίων ἑωρᾶτο περὶ τὰςτέχνας, τὸ δ' ἀστεῖον ἐπὶ τῆς ἀγορᾶς ἐνἱματίοις, οἱ δ' ἄρχοντες περιῄεσαν σπουδῇκαταλύσεις τοῖς Ῥωμαίοις ἐπαγγέλλοντες,ὡς οὐδὲν κακὸν προσδοκῶντες οὐδὲ συνει-δότες. τούτων δὲ πραττομένων ἀπιστεῖνμὲν οὐκ ἐπῄει τῷ Καμίλλῳ τὴν προδοσίαν,οἰκτίρας δὲ τὴν ἐπὶ τῇ προδοσίᾳ μετάνοιαναὐτῶν, ἐκέλευσε πρὸς τὴν σύγκλητον ἐλ-θόντας παραιτεῖσθαι τὴν ὀργήν, καὶ παραι-τουμένους συνέπραξεν αὐτὸς ἀφεθῆναί τετὴν πόλιν αἰτίας πάσης καὶ μεταλαβεῖνἰσοπολιτείας. αὗται μὲν οὖν ἐγένοντο τῆςἕκτης χιλιαρχίας ἐπιφανέσταται πράξεις.[39] Μετὰ δὲ ταῦτα Λικιννίου Στόλωνος ἐντῇ πόλει τὴν μεγάλην στάσιν ἐγείροντος,ἣν ὁ δῆμος ἐστασίασε πρὸς τὴν σύγκλητον,βιαζόμενος δυεῖν ὑπάτων καθισταμένωντὸν ἕτερον πάντως ἐκ δημοτῶν εἶναι καὶμὴ συναμφοτέρους πατρικίους, δήμαρχοιμὲν ᾑρέθησαν, τὰς δ' ὑπατικὰς ἀρχαιρεσίας

153

στρατευομένων οὐκ ἀποδέουσα τῆςῬώμης, πλούτῳ δὲ καὶ βίων ἁβρότητι καὶτρυφαῖς καὶ πολυτελείαις ἀγαλλομένη,πολλοὺς καὶ καλοὺς ἀγῶνας ἠγωνίσατο,περὶ δόξης καὶ δυναστείας πολεμοῦσα Ῥω-μαίοις. ἐν δὲ τῷ τότε χρόνῳ τῆς μὲν φιλο-τιμίας ἀφειστήκει, συντριβεῖσα μεγάλαιςμάχαις, ἐπαράμενοι δὲ τείχη μεγάλα καὶκαρτερά, καὶ τὴν πόλιν ὅπλων καὶ βελῶνκαὶ σίτου καὶ παρασκευῆς ἁπάσης ἐμπλή-σαντες, ἀδεῶς ὑπέμενον τὴν πολιορκίαν,μακρὰν μὲν οὖσαν, οὐχ ἧττον δὲ τοῖς πο-λιορκοῦσιν ἐργώδη καὶ χαλεπὴν γενο-μένην. εἰθισμένοι γὰρ οὐ πολὺν χρόνον ἅμ'ὥρᾳ θέρους ἔξω στρατεύειν, οἴκοι δὲ δια-χειμάζειν, τότε πρῶτον ἠναγκάσθησαν ὑπὸτῶν χιλιάρχων φρούρια κατασκευασάμενοικαὶ στρατόπεδον τειχίσαντες ἐν τῇ πολε-μίᾳ χειμῶνα καὶ θέρος συνάπτειν, ἤδη σχε-δὸν ἔτους ἑβδόμου τῷ πολέμῳ τελευ-τῶντος, ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ

74

Κύπρου καὶ Κιλικίας ἀναπλέουσαι καὶ Κί-μων θαλαττοκρατῶν ἐπέστρεψεν αὐτὸνἀντεπιχειρεῖν τοῖς Ἕλλησι καὶ κωλύειναὐξανομένους ἐπ' αὐτόν, ἤδη δὲ καὶ δυ-νάμεις ἐκινοῦντο καὶ στρατηγοὶ διεπέμπο-ντο καὶ κατέβαινον ἀγγελίαι πρὸς Θεμι-στοκλέα, τῶν Ἑλληνικῶν ἐξάπτεσθαι κε-λεύοντος βασιλέως καὶ βεβαιοῦν τὰς ὑπο-σχέσεις, οὔτε δι' ὀργήν τινα παροξυνθεὶςκατὰ τῶν πολιτῶν οὔτε ἐπαρθεὶς τιμῇ το-σαύτῃ καὶ δυνάμει πρὸς τὸν πόλεμον, ἀλλ'ἴσως μὲν οὐδ' ἐφικτὸν ἡγούμενος τὸ ἔργον,ἄλλους τε μεγάλους τῆς Ἑλλάδος ἐχούσηςστρατηγοὺς τότε καὶ Κίμωνος ὑπερφυῶςεὐημεροῦντος ἐν τοῖς πολεμικοῖς, τὸ δὲπλεῖστον αἰδοῖ τῆς τε δόξης τῶν πράξεωντῶν ἑαυτοῦ καὶ τῶν τροπαίων ἐκείνων,ἄριστα βουλευσάμενος ἐπιθεῖναι τῷ βίῳτὴν τελευτὴν πρέπουσαν, ἔθυσε τοῖς θεοῖς,καὶ τοὺς φίλους συναγαγὼν καὶ δεξιω-σάμενος, ὡς μὲν ὁ πολὺς λόγος, αἷμα ταύ-

67

καὶ νοσοῦντα μᾶλλον ἢ τῶν ἐν ἡλικίᾳ τοὺςδεομένους καὶ σπουδάζοντας ἄρχειν. διὸκαὶ Τουσκλανῶν ἀφεστάναι λεγομένωνἐκέλευον ἐξιέναι τὸν Κάμιλλον ἐπ' αὐτούς,ἕνα τῶν πέντε συστρατήγων προσελόμε-νον. ὁ δὲ καίπερ ἁπάντων βουλομένων καὶδεομένων, ἐάσας τοὺς ἄλλους προσείλετοΛεύκιον Φούριον, οὐδενὸς ἂν προσδοκήσα-ντος. ἐκεῖνος γὰρ ἦν ὁ παρὰ γνώμην τοῦΚαμίλλου διαγωνίσασθαι προθυμηθεὶςἔναγχος καὶ δυστυχήσας περὶ τὴν μάχην·ἀλλὰ βουλόμενος ὡς ἔοικεν ἀποκρύψαι τὴνσυμφορὰν καὶ τὴν αἰσχύνην ἀπαλλάξαι τοῦἀνδρός, ἀντὶ πάντων τοῦτον προῆγεν. οἱ δὲΤουσκλανοὶ τὴν ἁμαρτίαν ἐπανορθούμενοιπανούργως, ἤδη βαδίζοντος ἐπ' αὐτοὺς τοῦΚαμίλλου, τὸ μὲν πεδίον ἀνθρώπων ὡς ἐνεἰρήνῃ γεωργούντων καὶ νεμόντων ἐνέπλη-σαν, τὰς δὲ πύλας εἶχον ἀνεῳγμένας καὶτοὺς παῖδας ἐν τοῖς διδασκαλείοις μαν-θάνοντας, τοῦ δὲ δήμου τὸ μὲν βάναυσον

152

ρὸν ἱδρύσαντο θεᾶς ἣν Μονῆταν καλοῦσι,καὶ τὸ λοιπὸν ἐψηφίσαντο μηδένα τῶν πα-τρικίων ἐπὶ τῆς ἄκρας κατοικεῖν.[37] Ὁ δὲ Κάμιλλος ἐπὶ χιλιαρχίαν ἕκτηνκαλούμενος παρῃτεῖτο, γεγονὼς μὲν ἡλικί-ας ἤδη πρόσω, καί πού τινα καὶ φθόνον δε-διὼς καὶ νέμεσιν ἐπὶ δόξῃ τοσαύτῃ καὶ κα-τορθώμασιν. ἡ δὲ φανερωτάτη τῶν αἰτιῶνἦν ἀρρωστία σώματος· ἐτύγχανε γὰρ νο-σῶν περὶ τὰς ἡμέρας ἐκείνας. οὐ μὴν πα-ρῆκεν αὐτῷ τὴν ἀρχὴν ὁ δῆμος, ἀλλὰ βοῶνμήθ' ἱππεύοντος αὐτοῦ μήθ' ὁπλομαχο-ῦντος ἐν τοῖς ἀγῶσι δεῖσθαι, βουλευομένουδὲ μόνον καὶ προστάσσοντος, ἠνάγκασενὑποστῆναι τὴν στρατηγίαν καὶ μεθ' ἑνὸςτῶν συναρχόντων Λευκίου Φουρίου τὸνστρατὸν ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους.οὗτοι δ' ἦσαν Πραινεστῖνοι καὶ Οὐολο-ῦσκοι, μετὰ πολλῆς δυνάμεως τὴν συμμα-χίδα τῶν Ῥωμαίων πορθοῦντες. ἐξελθὼνδὲ καὶ παραστρατοπεδεύσας τοῖς πολεμί-

149

ρειον πιών, ὡς δ' ἔνιοι, φάρμακον ἐφήμε-ρον προσενεγκάμενος, ἐν Μαγνησίᾳ κα-τέστρεψε πέντε πρὸς τοῖς ἑξήκοντα βεβιω-κὼς ἔτη καὶ τὰ πλεῖστα τούτων ἐν πολιτεί-αις καὶ ἡγεμονίαις. τὴν δ' αἰτίαν τοῦ θα-νάτου καὶ τὸν τρόπον πυθόμενον βασιλέαλέγουσιν ἔτι μᾶλλον θαυμάσαι τὸν ἄνδρακαὶ τοῖς φίλοις αὐτοῦ καὶ οἰκείοις χρώμε-νον διατελεῖν φιλανθρώπως.[32] ἀπέλιπε δὲ Θεμιστοκλῆς παῖδας ἐκμὲν Ἀρχίππης τῆς Λυσάνδρου τοῦ Ἀλωπε-κῆθεν Ἀρχέπτολιν καὶ Πολύευκτον καὶΚλεόφαντον, οὗ καὶ Πλάτων ὁ φιλόσοφοςὡς ἱππέως ἀρίστου, τἆλλα δ' οὐδενὸς ἀξίουγενομένου μνημονεύει. τῶν δὲ πρεσβυ-τάτων Νεοκλῆς μὲν ἔτι παῖς ὢν ὑφ' ἵππουδηχθεὶς ἀπέθανε, Διοκλέα δὲ Λύσανδρος ὁπάππος υἱὸν ἐποιήσατο. θυγατέρας δὲπλείους ἔσχεν, ὧν Μνησιπτολέμαν μὲν ἐκτῆς ἐπιγαμηθείσης γενομένην Ἀρχέπτολιςὁ ἀδελφὸς οὐκ ὢν ὁμομήτριος ἔγημεν, Ἰτα-

68

τῳ στρατευόμενος. προϊππεύων γὰρ τοῦστρατοῦ καὶ πληγῇ περιπεσὼν εἰς τὸν μη-ρόν, οὐκ ἀνῆκεν, ἀλλ' ἐγκείμενον τῷ τραύ-ματι παρέλκων τὸ ἀκόντισμα καὶ συμπλε-κόμενος τοῖς ἀρίστοις τῶν πολεμίων τρο-πὴν ἐποίησεν. ἐκ δὲ τούτου τῶν τ' ἄλλωνγερῶν ἔτυχε καὶ τιμητὴς ἀπεδείχθη, μέγατῆς ἀρχῆς ἀξίωμα ταύτης ἐπὶ τῶν τότεχρόνων ἐχούσης. μνημονεύεται δὲ τιμητοῦὄντος αὐτοῦ καλὸν μὲν ἔργον τὸ τοὺςἀγάμους λόγοις τε πείθοντα καὶ ζημίαιςἀπειλοῦντα συγκαταζεῦξαι ταῖς χηρευού-σαις γυναιξί -- πολλαὶ δ' ἦσαν αὗται διὰτοὺς πολέμους -- , ἀναγκαῖον δὲ τὸ καὶτοὺς ὀρφανοὺς ὑποτελεῖς ποιῆσαι, πρότε-ρον ἀνεισφόρους ὄντας. αἴτιαι δ' ἦσαν αἱσυνεχεῖς στρατεῖαι, μεγάλων ἀναλωμάτωνδεόμεναι, καὶ μάλιστα κατήπειγεν ἡ Βηίωνπολιορκία. τούτους ἔνιοι Οὐηιεντανοὺς κα-λοῦσιν. Ἦν δὲ πρόσχημα τῆς Τυρρηνίας ἡπόλις, ὅπλων μὲν ἀριθμῷ καὶ πλήθει τῶν

73

οις, αὐτὸς μὲν ἠξίου τρίβειν τὸν πόλεμονχρόνῳ, κἂν εἰ μάχης δεήσειε, ῥώσας τὸσῶμα διαγωνίσασθαι· Λευκίου δὲ τοῦ συ-νάρχοντος ἐπιθυμίᾳ δόξης φερομένου πρὸςτὸν κίνδυνον ἀκατασχέτως, καὶ συνεξορ-μῶντος ἅμα ταξιάρχους καὶ λοχαγούς, φο-βηθεὶς μὴ φθόνῳ δή τινι δοκῇ κατόρθωμακαὶ φιλοτιμίαν ἀφαιρεῖσθαι νέων ἀνδρῶν,συνεχώρησεν ἄκων ἐκείνῳ παρατάξαι τὴνδύναμιν, αὐτὸς δὲ διὰ τὴν ἀσθένειαν ὑπε-λείφθη μετ' ὀλίγων ἐν τῷ στρατοπέδῳ. τοῦδὲ Λευκίου προπετῶς χρησαμένου τῇμάχῃ καὶ σφαλέντος, αἰσθόμενος τὴν τρο-πὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν,ἀλλ' ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήνταμετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρα-κος, διὰ τῶν φευγόντων ὠθούμενος εἰςτοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀνα-στρέφειν καὶ συνακολουθεῖν, τοὺς δὲ προ-σφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦκαὶ συνασπίζειν, παρεγγυῶντας ἀλλήλοις

150

μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ. τότε μὲνοὖν οὕτως ἀπετράποντο τῆς διώξεως οἱπολέμιοι· τῇ δ' ὑστεραίᾳ προαγαγὼν τὴνδύναμιν ὁ Κάμιλλος καὶ συνάψας μάχηναὐτούς τε νικᾷ κατὰ κράτος καὶ τὸν χάρα-κα λαμβάνει συνεισπεσὼν τοῖς φεύγουσικαὶ διαφθείρας τοὺς πλείστους. ἐκ δὲ τού-του πυθόμενος πόλιν Σατρίαν ὑπὸ τῶνΤυρρηνῶν ἑαλωκέναι καὶ τοὺς οἰκήτοραςἀπεσφάχθαι, Ῥωμαίους ἅπαντας ὄντας,τὴν μὲν πολλὴν καὶ βαρεῖαν τῆς δυνάμεωςεἰς Ῥώμην ἀπέστειλεν, αὐτὸς δὲ τοὺς ἀκ-μάζοντας μάλιστα καὶ προθυμοτάτους ἀνα-λαβών, ἐπέβαλε τοῖς τὴν πόλιν ἔχουσι Τυρ-ρηνοῖς, καὶ κρατήσας τοὺς μὲν ἐξήλασεναὐτῶν, τοὺς δ' ἀπέκτεινεν.[38] Ἐπανελθὼν δὲ μετὰ πολλῶν λαφύρωνεἰς Ῥώμην, ἐπέδειξε φρονιμωτάτουςἁπάντων τοὺς μὴ φοβηθέντας ἀσθένειανκαὶ γῆρας ἡγεμόνος ἐμπειρίαν καὶ τόλμανἔχοντος, ἀλλ' ἑλομένους ἐκεῖνον ἄκοντα

151

πλῆθος. τὸ γὰρ ἓξ ἄνδρας, ἀλλὰ μὴ δύο,τοῖς πράγμασιν ἐφεστάναι, παρεμυθεῖτοτοὺς βαρυνομένους τὴν ὀλιγαρχίαν. κατὰτοῦτο δὴ καιροῦ μάλιστα τῇ δόξῃ καὶ τοῖςπράγμασιν ἀκμάσας ὁ Κάμιλλος, ὕπατοςμὲν οὐκ ἠξίωσεν ἄκοντι τῷ δήμῳ γε-νέσθαι, καίπερ ἐν τῷ διὰ μέσου δεξαμένηςὑπατικὰς ἀρχαιρεσίας τῆς πολιτείας πολ-λάκις, ἐν δὲ ταῖς ἄλλαις ἡγεμονίαις πολλα-ῖς καὶ παντοδαπαῖς γενομέναις τοιοῦτοναὑτὸν παρέσχεν, ὥστε τὴν μὲν ἐξουσίανκαὶ μοναρχοῦντος εἶναι κοινήν, τὴν δὲδόξαν ἰδίαν καὶ μεθ' ἑτέρων στρατηγο-ῦντος· ὧν τοῦ μὲν ἡ μετριότης αἴτιον ἀνε-πιφθόνως ἄρχοντος, τοῦ δ' ἡ φρόνησις, δι'ἣν ὁμολογουμένως ἐπρώτευεν.[2] Οὔπω δὲ τότε περὶ τὸν Φουρίων οἶκονοὔσης μεγάλης ἐπιφανείας, αὐτὸς ἀφ' ἑαυ-τοῦ πρῶτος εἰς δόξαν προῆλθεν, ἐν τῇ με-γάλῃ μάχῃ πρὸς Αἰκανοὺς καὶ Οὐολού-σκους ὑπὸ δικτάτορι Ποστουμίῳ Τουβέρ-

72

λίαν δὲ Πανθοίδης ὁ Χῖος, Σύβαριν δὲ Νι-κομήδης ὁ Ἀθηναῖος· Νικομάχην δὲ Φρα-σικλῆς ὁ ἀδελφιδοῦς Θεμιστοκλέους, ἤδητετελευτηκότος ἐκείνου, πλεύσας εἰς Μα-γνησίαν ἔλαβε παρὰ τῶν ἀδελφῶν, νεω-τάτην δὲ πάντων τῶν τέκνων Ἀσίαν ἔθρε-ψε. καὶ τάφον μὲν αὐτοῦ λαμπρὸν ἐν τῇἀγορᾷ Μάγνητες ἔχουσι· περὶ δὲ τῶν λει-ψάνων οὔτ' Ἀνδοκίδῃ προσέχειν ἄξιον ἐντῷ Πρὸς τοὺς ἑταίρους λέγοντι, φωράσα-ντας τὰ λείψανα διαῤῥῖψαι τοὺς Ἀθηναίους- ψεύδεται γὰρ ἐπὶ τὸν δῆμον παροξύνωντοὺς ὀλιγαρχικούς -, ὅ τε Φύλαρχος,ὥσπερ ἐν τραγῳδίᾳ τῇ ἱστορίᾳ μονονοὺμηχανὴν ἄρας καὶ προαγαγὼν Νεοκλέατινὰ καὶ Δημόπολιν, υἱοὺς Θεμιστοκλέους,ἀγῶνα βούλεται κινεῖν καὶ πάθος, ὃ οὐδ' ἂνὁ τυχὼν ἀγνοήσειεν ὅτι πέπλασται.Διόδωρος δ' ὁ περιηγητὴς ἐν τοῖς Περὶμνημάτων εἴρηκεν ὡς ὑπονοῶν μᾶλλον ἢγινώσκων, ὅτι περὶ τὸν μέγαν λιμένα τοῦ

69

164

ἀντιταττομένης τῆς βουλῆς καὶ τὸν Κάμιλ-λον οὐκ ἐώσης ἀποθέσθαι τὴν ἀρχήν, ὡςμετ' ἰσχυρᾶς καὶ μεγάλης ἐξουσίας τῆςἐκείνου μαχησομένων ἂν βέλτιον ὑπὲρ τῆςἀριστοκρατίας. ἐπεὶ δὲ προκαθημένου τοῦΚαμίλλου καὶ χρηματίζοντος ἐπὶ τῆς ἀγο-ρᾶς ὑπηρέτης πεμφθεὶς παρὰ τῶν δημάρ-χων ἐκέλευσεν ἀκολουθεῖν καὶ τὴν χεῖρατῷ σώματι προσῆγεν ὡς ἀπάξων, κραυγὴδὲ καὶ θόρυβος οἷος οὔπω κατέσχε τὴνἀγοράν, τῶν μὲν περὶ τὸν Κάμιλλον ὠθού-ντων ἀπὸ τοῦ βήματος τὸν δημόσιον, τῶνδὲ πολλῶν κάτωθεν ἕλκειν ἐπικελευο-μένων, ἀπορούμενος τοῖς παροῦσι τὴν μὲνἀρχὴν οὐ προήκατο, τοὺς δὲ βουλευτὰςἀναλαβὼν ἐβάδιζεν εἰς τὴν σύγκλητον, καὶπρὶν εἰσελθεῖν μεταστραφεὶς εἰς τὸ Καπι-τώλιον ηὔξατο τοῖς θεοῖς κατευθῦναι τὰπαρόντα πρὸς τὸ κάλλιστον τέλος, ὑπο-σχόμενος ναὸν Ὁμονοίας ἱδρύσειν τῆς τα-ραχῆς καταστάσης. μεγάλου δ' ἀγῶνος ἐν

161

Πειραιῶς ἀπὸ τοῦ κατὰ τὸν Ἄλκιμονἀκρωτηρίου πρόκειταί τις οἷον ἀγκών, καὶκάμψαντι τοῦτον ἐντός, ᾗ τὸ ὑπεύδιον τῆςθαλάττης, κρηπίς ἐστιν εὐμεγέθης καὶ τὸπερὶ αὐτὴν βωμοειδὲς τάφος τοῦ Θεμισκο-κλέους. οἴεται δε καὶ Πλάτωνα τὸν κωμι-κὸν αὐτῷ μαρτυρεῖν ἐν τούτοις·ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένοςτοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ,τούς τ' ἐκπλέοντας εἰσπλέοντάς τ' ὄψεται,χὠπόταν ἅμιλλα τῶν νεῶν θεάσεται.τοῖς δ' ἀπὸ γένους τοῦ Θεμιστοκλέους καὶτιμαί τινες ἐν Μαγνησίᾳ φυλαττόμεναιμέχρι τῶν ἡμετέρων χρόνων ἦσαν, ἃςἐκαρποῦτο Θεμιστοκλῆς Ἀθηναῖος, ἡμέτε-ρος συνήθης καὶ φίλος παρ' Ἀμμωνίῳ τῷφιλοσόφῳ γενόμενος.

70

ΚAΜΙΛΛΟΣ

[1] Περὶ δὲ Φουρίου Καμίλλου πολλῶν καὶμεγάλων λεγομένων ἴδιον εἶναι δοκεῖ μάλι-στα καὶ παράδοξον, ὅτι πλεῖστα μὲν ἐνἡγεμονίαις καὶ μέγιστα κατορθώσας, δι-κτάτωρ δὲ πεντάκις αἱρεθείς, θριαμβεύσαςδὲ τετράκις, κτίστης δὲ τῆς Ῥώμης ἀνα-γραφεὶς δεύτερος, οὐδ' ἅπαξ ὑπάτευσε.τούτου δ' αἴτιον ἡ τῆς τότε πολιτείας κα-τάστασις, ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴνσύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀπο-δείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντοςἐπὶ τὴν ἡγεμονίαν, ὧν καίπερ ἀπ' ἐξουσίαςκαὶ δυνάμεως ὑπατικῆς ἅπαντα πρατ-τόντων ἧττον ἦν ἐπαχθὴς ἡ ἀρχὴ διὰ τὸ

71

τῇ συγκλήτῳ γενομένου πρὸς τὰς ἐναντίαςγνώμας, ὅμως ἐνίκησεν ἡ μαλακωτέρα καὶὑπείκουσα τῷ δήμῳ καὶ διδοῦσα τῶνὑπάτων τὸν ἕτερον ἀπὸ τοῦ πλήθους ἀρχαι-ρεσιάσαι. ταῦτα δ' ὡς τῇ βουλῇ δοκοῦντατοῦ δικτάτορος ἀνειπόντος ἐν τῷ δήμῳ,παραχρῆμα μὲν οἷον εἰκὸς ἡδόμενοι τῇβουλῇ διηλλάττοντο, καὶ τὸν Κάμιλλονοἴκαδε κρότῳ καὶ βοῇ προέπεμπον. τῇ δ'ὑστεραίᾳ συνελθόντες ἐψηφίσαντο τῆς μὲνὉμονοίας ἱερόν, ὥσπερ ηὔξατο Κάμιλλος,εἰς τὴν ἀγορὰν καὶ τὴν ἐκκλησίαν ἄποπτονἐπὶ τοῖς γεγενημένοις ἱδρύσασθαι, ταῖς δὲκαλουμέναις Λατίναις μίαν ἡμέραν προ-σθέντας ἑορτάζειν τέτταρας, παραυτίκα δὲθύειν καὶ στεφανηφορεῖν Ῥωμαίους ἅπα-ντας. τῶν δ' ἀρχαιρεσίων βραβευθέντωνὑπὸ Καμίλλου, κατεστάθησαν ὕπατοι Μᾶρ-κος μὲν Αἰμίλιος ἐκ πατρικίων, Λεύκιος δὲΣέξτιος ἐκ δημοτῶν πρῶτος. καὶ τοῦτοπέρας αἱ Καμίλλου πράξεις ἔσχον.

162

[43] Ἐν δὲ τῷ κατόπιν ἐνιαυτῷ λοιμώδηςνόσος ἐμπεσοῦσα τῇ Ῥώμῃ τὸν μὲν ἄλλονὄχλον οὐ περιληπτὸν ἀριθμῷ διέφθειρε,τῶν δ' ἀρχόντων τοὺς πλείστους. ἐτελεύτη-σε δὲ καὶ Κάμιλλος, ἡλικίας μὲν οὕνεκακαὶ βίου τελειότητος ὡς εἴ τις ἄλλος ἀν-θρώπων ὡραῖος, ἀνιάσας δὲ Ῥωμαίους ὡςοὐδὲ σύμπαντες οἱ τῇ νόσῳ κατ' ἐκεῖνοντὸν χρόνον ἀποθανόντες.

163

πανηγυρικῶς, ἃς οἱ Γαλάται τοὺς Τυρρηνο-ὺς ἐκβαλόντες αὐτοὶ κατέσχον. ἀλλὰ ταῦταμὲν ἐπράχθη συχνῷ τινι χρόνῳ πρότερον.[17] Οἱ δὲ Γαλάται τότε πρὸς πόλιν Τυρ-ρηνίδα Κλούσιον στρατεύσαντες ἐπολιόρ-κουν. οἱ δὲ Κλουσῖνοι καταφυγόντες ἐπὶτοὺς Ῥωμαίους ᾐτήσαντο πρέσβεις παρ'αὐτῶν καὶ γράμματα πρὸς τοὺς βαρ-βάρους. ἐπέμφθησαν δὲ τοῦ Φαβίωνγένους τρεῖς ἄνδρες εὐδόκιμοι καὶ τιμὰςμεγάλας ἔχοντες ἐν τῇ πόλει. τούτουςἐδέξαντο μὲν οἱ Γαλάται φιλανθρώπως διὰτὸ τῆς Ῥώμης ὄνομα, καὶ παυσάμενοι τῆςπρὸς τὰ τείχη μάχης εἰς λόγους συνῆλθον.πυνθανομένων δ' αὐτῶν ὅ τι παθόντες ὑπὸΚλουσίνων ἥκοιεν ἐπὶ τὴν πόλιν, γελάσαςὁ βασιλεὺς τῶν Γαλατῶν Βρέννος· "ἀδικο-ῦσιν ἡμᾶς" ἔφη "Κλουσῖνοι γῆν καὶ χώρανὀλίγην μὲν γεωργεῖν δυνάμενοι, πολλὴν δὲκατέχειν ἀξιοῦντες, καὶ μὴ μεταδιδόντεςἡμῖν ξένοις οὖσι καὶ πολλοῖς καὶ πένησι.

100

τιμώμενον. ἐνταῦθα λέγεται τυχεῖν κατ'ἐκεῖνο καιροῦ τὸν ἡγεμόνα τῶν Τυρρηνῶνἐφ' ἱεροῖς, τὸν δὲ μάντιν εἰς τὰ σπλάγχνακατιδόντα καὶ μέγα φθεγξάμενον εἰπεῖνὅτι νίκην δίδωσιν ὁ θεὸς τῷ κατακολουθή-σαντι τοῖς ἱεροῖς ἐκείνοις· ταύτης δὲ τῆςφωνῆς τοὺς ἐν τοῖς ὑπονόμοις Ῥωμαίουςἐπακούσαντας ταχὺ διασπάσαι τὸ ἔδαφος,καὶ μετὰ βοῆς καὶ ψόφου τῶν ὅπλων ἀνα-δύντας, ἐκπλαγέντων τῶν πολεμίων καὶφυγόντων, ἁρπάσαντας τὰ σπλάγχνα κομί-σαι πρὸς τὸν Κάμιλλον. ἀλλὰ ταῦτα μὲνἴσως ἐοικέναι δόξει μυθεύμασιν. Ἁλούσηςδὲ τῆς πόλεως κατὰ κράτος καὶ τῶν Ῥω-μαίων ἀγόντων καὶ φερόντων ἄπειρόν τιναπλοῦτον, ἐφορῶν ὁ Κάμιλλος ἀπὸ τῆςἄκρας τὰ πραττόμενα, πρῶτον μὲν ἑστὼςἐδάκρυσεν, εἶτα μακαρισθεὶς ὑπὸ τῶν πα-ρόντων ἀνέσχε τὰς χεῖρας τοῖς θεοῖς καὶπροσευχόμενος εἶπε· "Ζεῦ μέγιστε καὶ θεοὶχρηστῶν ἐπίσκοποι καὶ πονηρῶν ἔργων,

81

αὐτοί που σύνιστε Ῥωμαίοις ὡς οὐ παρὰδίκην, ἀλλὰ κατ' ἀνάγκην ἀμυνόμενοι με-τερχόμεθα δυσμενῶν ἀνδρῶν καὶ παρα-νόμων πόλιν. εἰ δ' ἄρα τις" ἔφη "καὶ ἡμῖνἀντίστροφος ὀφείλεται τῆς παρούσης νέμε-σις εὐπραξίας, εὔχομαι ταύτην ὑπέρ τεπόλεως καὶ στρατοῦ Ῥωμαίων εἰς ἐμαυτὸνἐλαχίστῳ κακῷ τελευτῆσαι." ταῦτ' εἰπών,καθάπερ ἐστὶ Ῥωμαίοις ἔθος ἐπευξαμένοιςκαὶ προσκυνήσασιν ἐπὶ δεξιὰ ἐξελίττειν,ἐσφάλη περιστρεφόμενος. διαταραχθέντωνδὲ τῶν παρόντων, πάλιν ἀναλαβὼν ἑαυτὸνἐκ τοῦ πτώματος εἶπεν ὡς γέγονεν αὐτῷκατ' εὐχὴν σφάλμα μικρὸν ἐπ' εὐτυχίᾳ με-γίστῃ.[6] Διαπορθήσας δὲ τὴν πόλιν, ἔγνω τὸἄγαλμα τῆς Ἥρας μεταφέρειν εἰς Ῥώμηνὥσπερ εὔξατο. καὶ συνελθόντων ἐπὶ τοῦτοτῶν τεχνιτῶν, ὁ μὲν ἔθυε καὶ προσηύχετοτῇ θεῷ δέχεσθαι τὴν προθυμίαν αὐτῶν καὶεὐμενῆ γίνεσθαι σύνοικον τοῖς λαχοῦσι τὴν

82

μήτε κρύπτειν ἔτι δυναμένων, ὁ μὲν νεανί-σκος ἐπεχείρει φανερῶς ἀποσπάσας ἔχειντὴν ἄνθρωπον, ὁ δ' ἀνὴρ ἐπὶ δίκην ἐλθὼνκαὶ κρατούμενος πλήθει φίλων καὶ χρη-μάτων δαπάναις ὑπὸ τοῦ Λουκούμωνος,ἐξέλιπε τὴν ἑαυτοῦ, καὶ πυθόμενος τὰ τῶνΓαλατῶν, ἧκεν εἰς αὐτοὺς καὶ καθηγήσατοτῆς εἰς τὴν Ἰταλίαν στρατείας.[16] Οἱ δ' ἐμβαλόντες εὐθὺς ἐκράτουν τῆςχώρας ὅσην τὸ παλαιὸν οἱ Τυρρηνοὶ κατε-ῖχον, ἀπὸ τῶν Ἄλπεων ἐπ' ἀμφοτέρας κα-θήκουσαν τὰς θαλάσσας, ὡς καὶ τοὔνομαμαρτυρεῖ τῷ λόγῳ· τὴν μὲν γὰρ βόρειονθάλασσαν Ἀδρίαν καλοῦσιν ἀπὸ Τυρρηνι-κῆς πόλεως Ἀδρίας, τὴν δὲ πρὸς νότον κε-κλιμένην ἄντικρυς Τυρρηνικὸν πέλαγος.πᾶσα δ' ἐστὶ δενδρόφυτος αὕτη καὶ θρέμ-μασιν εὔβοτος καὶ κατάρρυτος ποταμοῖς,καὶ πόλεις εἶχεν ὀκτωκαίδεκα καλὰς καὶμεγάλας καὶ κατεσκευασμένας πρός τεχρηματισμὸν ἐργατικῶς καὶ πρὸς δίαιταν

99